Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἔτι δὲ τοῦ Λαμπρίου λέγοντος, ὁ γραμματικὸς ἤδη Μᾶρκος ἐδόκει τι συλλογίζεσθαι καὶ διαριθμεῖν πρὸς αὑτόν· ἔπειτα παυσαμένου, τῶν Ὁμηρικῶν ἔφη ψυχῶν[*](ἔφη ψυχῶν idem)ὅσας ἐν Νεκυίᾳ κατωνόμακεν,
ἡ μὲν Ἐλπήνορος οὔπω καταμεμιγμένη ταῖς ἐν[*](ἐν Leonicus) Ἅιδου διὰ τὸ μὴ τεθάφθαι τὸν νεκρὸν ὥσπερ ἐν μεθορίοις πλανᾶται· τὴν δὲ Τειρεσίου ταῖς ἄλλαις οὐκ ἄξιον δήπου συγκαταριθμεῖν,καὶ διαλέγεσθαι καὶ ξυνιέναι τῶν ζώντων, πρὶν ἢ πιεῖν τοῦ αἵματος. ἂν οὖν ταύτας ὑπεξελόμενος, ὦ Λαμπρία, τὰς ἄλλας διαριθμῇς, αὐτὸ[*](αὐτὸ] corruptum; αὖ (aut αὖθις) ταὐτὸ?) συμβαίνει, τὴν Αἴαντος εἰκοστὴν εἰς ὄψιν ἀφῖχθαι τοῦ Ὀδυσσέως καὶ πρὸς τοῦτο παίζειν τὸν Πλάτωνα τῇ Ὁμηρικῇ Νεκυίᾳ προσαναχρωννύμενον.
- ᾧ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια
- οἴῳ πεπνῦσθαι
θορυβησάντων δὲ πάντων, Μενέφυλος ὁ Περιπατητικὸς προσαγορεύσας τὸν Ὕλαν ὁρᾷς[*](ὁρᾷς M: ὁρᾶτε) εἶπεν ὡς οὐκ ἦν τὸ ἐρώτημα χλευασμὸς οὐδʼ ὕβρις· ἀλλʼ ἀφείς, ὦ μακάριε, τὸν δυστράπελον Αἴαντα καὶ δυσώνυμον, ὥς φησι Σοφοκλῆς[*](Σοφοκλῆς] in Aiac. s. 897), γενοῦ μετὰ τοῦ
Ποσειδῶνος, ὃν αὐτὸς εἴωθας ἱστορεῖν ἡμῖν ἡττώμενον πολλάκις, ἐνταῦθα μὲν ὑπʼ Ἀθηνᾶς ἐν Δελφοῖς δʼ ὑπὸ τοῦ Ἀπόλλωνος ἐν Ἄργει δʼ ὑπὸ τῆς Ἥρας ἐν Αἰγίνῃ δʼ ὑπὸ τοῦ Διὸς ἐν Νάξῳ δʼ ὑπὸ τοῦ Διονύσου, πρᾶον δὲ πανταχοῦ καὶ ἀμήνιτον ὄντα περὶ τὰς δυσημερίας· ἐνταῦθα γοῦν καὶ νεὼ κοινωνεῖ[*](νέω κοινώνει vel νέω κοινὸν οἱ καὶ) μετὰ τῆς Ἀθηνᾶς, ἐν ᾧ καὶ βωμός ἐστι Λήθης[*](Λήθης M: ἀληθὴς) ἱδρυμένος. καὶ ὁ Ὕλας ὥσπερ ἡδίων γενόμενος ἐκεῖνο δέ σε εἶπεν ὦ Μενέφυλε, λέληθεν, ὅτι καὶ τὴν δευτέραν τοῦ Βοηδρομιῶνος; ἡμέραν ἐξαιροῦμεν οὐ[*](ἐξαιροῦμεν οὐ Turnebus: ἐξηρημένου) πρὸς τὴν σελήνην, ἀλλʼ ὅτι ταύτῃ δοκοῦσιν ἐρίσαι περὶ τῆς· χώρας οἱ θεοί.πάντα εἶπεν ὁ Λαμπρίας ὅσῳ τοῦ Θρασυβούλου γέγονε Ποσειδῶν πολιτικώτερος, εἰ μὴ κρατῶν[*](κράτων mei) ὡς ἐκεῖνος, ἀλλʼ ἡττώ ---[*](ἀλλʼ ἡττώ ὅρκοις] ita libri; de lacuna vid. Praefat. p. XLII; cf. Symb.)---
---
---
---
---
--- ὅρκοις δʼ ἄνδρας ἐξαπατητέον. καὶ ὁ Γλαυκίας ἐγὼ μέν ἔφη κατὰ Πολυκράτους ἀκήκοα τοῦ τυράννου λεγόμενον τὸν λόγον τοῦτον· εἰκὸς δὲ καὶ καθʼ ἑτέρων λέγεσθαι· σὺ δὲ πρὸς τί τοῦτʼ ἐρωτᾷς;ὅτι νὴ Δίʼ ὁ Σῶσπις ἔφη τοὺς μὲν παῖδας
ἀστραγάλοις ὁρῶ[*](ὁρῶν mei) τοὺς δʼ Ἀκαδημαϊκοὺς λόγοις ἀρτιάζοντας[*](λόγοις ἀρτιάζοντας W: λόγους ἀρπάζοντας)· οὐδὲν γὰρ οἱ τοιοῦτοι στόμαχοι[*](στόμαχοι] λογομάχοι Doehnerus) διαφέρουσι τῶν ἐρωτώντων, πότερον ἄρτια τῇ χειρὶ συνειληφότες ἢ περιττὰ συντείνουσιν. ἐπαναστὰς οὖν ὁ Πρωτογένης καί με καλέσας ἐξ ὀνόματος τί παθόντεςεἶπε τοὺς ῥήτορας τούτους τρυφᾶν ἐῶμεν, ἑτέρων καταγελῶντας, αὐτοὺς δὲ μηδὲν ἐρωτωμένους μηδὲ συμβολὰς λόγων τιθέντας; εἰ μὴ νὴ Δία φήσουσι μηδὲν αὐτοῖς μετεῖναι τῆς ἐν οἴνῳ κοινωνίας, Δημοσθένους ἐπαινέταις καὶ ζηλωταῖς οὖσιν, ἀνδρὸς ἐν ἅπαντι τῷ βίῳ πιόντος οἶνον. οὐκ αἴτιον ἔφην ἐγώ τοῦτο τούτων, ἀλλʼ ἡμεῖς οὐδὲν[*](οὐδὲν] malim οἳ οὐδὲν) αὐτοὺς ἠρωτήκαμεν εἰ δὲ μή τι σὺ χρησιμώτερον ἔχεις, ἐγώ μοι δοκῶ προβαλεῖν αὐτοῖς ἐκ τῶν Ὁμήρου ῥητορικῶν θέσεων μίαν ἀντινομικήν.τίνʼ ἔφη ταύτην;ἐγώ σοι φράσω εἶπον ἅμα καὶ τούτοις προβάλλων διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. ὁ γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως
καὶ πάλιν ὁ Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασι κέχρηται·
δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δʼ Ἀγαμέμνων
ἐπεὶ τοίνυν ἐνίκησε μὲν οὐκ ἀνεῖλε δʼ ὁ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δʼ ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. πῶς οὖν ἔφην[*](ἔφην M: ἔφη)τὴν δίκην ταύτην ἰθύντατʼ ἂν[*](ib. ἂν *) εἴποι[*](εἴποι] διείποι Doehnerus) τις[*](τις M) καὶ διαιτήσειε τὴν ἀντινομίαν, οὐ φιλοσόφων οὐδὲ γραμματικῶν, ἀλλὰ ῥητόρων ἔργον ἐστὶ φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων.