Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ὑπολαβὼν δὲ Μενέφυλος ὁ Περιπατητικὸς τὰ μὲν Δελφῶν εἶπεν ἁμωσγέπως[*](Cobetus: ἄλλως γέ πως) μετέχει πιθανότητος· ὁ δὲ Πλάτων ἄτοπος, ταῖς μὲν ἀιδίοις καὶ θείαις[*](θείαις *: θείοις) περιφοραῖς ἀντὶ τῶν Μουσῶν τὰς Σειρῆνας ἐνιδρύων, οὐ πάνυ φιλανθρώπους οὐδὲ χρηστὰς δαίμονας· τὰς δὲ Μούσας ἢ παραλείπων παντάπασιν ἢ τοῖς τῶν Μοιρῶν ὀνόμασι προσαγορεύων καὶ καλῶν θυγατέρας Ἀνάγκης. ἄμουσον γὰρ ἡ Ἀνάγκη μουσικὸν δʼ ἡ Πειθώ, καὶ
Μούσαις[*](fort. κἀν Μούσαις) φιλοδαμοῦσα[*](ἐμφιλοδαμοῦσα W. ἐμφιληδονοῦσα Mullach. 1 p. 62 ut Plutarchi vocabulum sit)πολὺ μᾶλλον οἶμαι τῆς Ἐμπεδοκλέους[*](Ἐμπεδοκλέους] Mullach 1 vs. 299) Χάριτος
- στυγέει δύστλητον ἀνάγκην.
πάνυ μὲν οὖν ὁ Ἀμμώνιος ἔφη τὴν ἐν ἡμῖν ἀκούσιον αἰτίαν καὶ ἀπροαίρετον ἡ δʼ ἐν θεοῖς ἀνάγκη δύστλητος οὔκ ἐστʼ οἶμαι δʼ οὐδὲ[*](ἔστʼ οἶμαι δʼ οὐδὲ ἔσομαι δὲ cf. p. 620f) δυσπειθὴς οὐδὲ βιαία, πλὴν τοῖς κακοῖς, ὥς ἐστι νόμος[*](νόμος] μόνος mei; scr. vid. ὁ νόμος) ἐν πόλει τοῖς βελτίστοις τὸ βέλτιστον αὐτῆς[*](αὐτῆς καὶ W), ἀπαράτρεπτον καὶ ἀπαράβατον οὐ τῷ μὲν[*](μὲν] del. W.) ἀδυνάτῳ τῷ δʼ ἀβουλήτῳ τῆς μεταβολῆς[*](μεταβουλῆς mei). αἵ γε μὲν δὴ[*](αἵ γε μὲν δὴ] ἄγομεν δὲ mei)
Ὁμήρου[*](Ὁμήρου] μ 39 sq.) Σειρῆνες οὐ κατὰ λόγον ἡμᾶς; τῷ μύθῳ φοβοῦσιν, ἀλλὰ κἀκεῖνος ὀρθῶς ᾐνίττετο[*](ᾐνίττετο] ἠνιᾶτο mei) τὴν τῆς μουσικῆς αὐτῶν δύναμιν οὐκ ἀπάνθρωπον οὐδʼ ὀλέθριον οὖσαν ἀλλὰ ταῖς ἐντεῦθεν ἀπιούσαις ἐκεῖ ψυχαῖς, ὡς ἔοικε, καὶ πλανωμέναις μετὰ τὴν τελευτὴν ἔρωτα πρὸς τὰ οὐράνια καὶ θεῖα λήθην δὲ τῶν θνητῶν ἐμποιοῦσαν κατέχειν καὶ κατᾴδειν[*](em. Leonicus: ἐμποιοῦσα κατέχει καὶ κατᾴδει) θελγομένας· αἱ δʼ ὑπὸ χαρᾶς ἕπονται καὶ συμπεριπολοῦσιν. ἐνταῦθα δὲ πρὸς ἡμᾶς ἀμυδρά τις οἷον ἠχὼ τῆς μουσικῆς ἐκείνης ἐξικνουμένη διὰ λόγων ἐκκαλεῖται καὶ ἀναμιμνήσκει τὰς ψυχὰς τῶν τότε· τὰ δʼ ὦτα τῶν[*](τὰ δʼ ὧτα τῶν W) μὲν πλείστων[*](μὲν πλείστων idem: μὲν πλεῖστον) περιαλήλιπται καὶ καταπέπλασται σαρκίνοις ἐμφράγμασι καὶ πάθεσιν[*](καὶ πάθεσιν] τοῖς πάθεσιν Grafius), οὐ κηρίνοις[*](κηρίνοις W: κηρινοῖς)· ἣ[*](ἣ Basileensis: οἱ aut ἡ) δὲ διʼ[*](διʼ] om. mei) εὐφυΐαν αἰσθάνεται καὶ μνημονεύει, καὶ τῶν[*](καὶ τῶν] malim τῶν ut apodosis incipiat) ἐμμανεστάτων ἐρώτων οὐδὲν ἀποδεῖ τὸ πάθος αὐτῆς, γλιχομένης καὶ ποθούσης λῦσαί τε[*](τε] δὲ M) μὴ δυναμένης ἑαυτὴν ἀπὸ τοῦ σώματος. οὐ μὴν ἔγωγε παντάπασι συμφέρομαι τούτοις· ἀλλά μοι δοκεῖ Πλάτων ὡς ἀτράκτους καὶ ἠλακάτας τοὺς ἄξονας, σφονδύλους δὲ τοὺς ἀστέρας, ἐξηλλαγμένως ἐνταῦθα καὶ τὰς Μούσας Σειρῆνας ὀνομάζειν[*](Basileensis: ὀνομάζεις aut ὀνομάζει)εἰρούσας[*](εἰρούσας *: ἐρεούσας cf. p. 1029 b: αὖται (sc. Sirenes) δʼ ἀνιέμεναι τὰ θεῖα εἴρουσι) τὰ θεῖα καὶ λεγούσας ἐν Ἅιδου, καθάπερ Σοφοκλέους Ὀδυσσεὺς φησι Σειρῆνας εἰσαφικέσθαι Φόρκου κόρας, θροοῦντε[*](θροοῦντε Lobeckius: αἰθροῦντος) τοὺς Ἅιδου νόμους[*](Nauck. p. 313)Μοῦσαι δʼ εἰσὶν[*](εἰσὶν] ἔπεισιν Grafius coll. Plat. Rep. p. 617b) ὀκτὼ καὶ[*](καὶ] αἲ Doehnerus) συμπεριπολοῦσι ταῖς ὀκτὼ σφαίραις, μία δὲ τὸν περὶ γῆν εἴληχε τόπον. αἱ μὲν οὖν ὀκτὼ περιόδοις ἐφεστῶσαι τὴν τῶν πλανωμένων ἄστρων πρὸς τὰ ἀπλανῆ καὶ πρὸς ἄλληλα συνέχουσι καὶ διασῴζουσιν ἁρμονίαν[*](ἁρμονίαι mei)· μία δὲ τὸν μεταξὺ γῆς καὶ σελήνης τόπον ἐπισκοποῦσα καὶ περιπολοῦσα, τοῖς θνητοῖς, ὅσον αἰσθάνεσθαι καὶ δέχεσθαι πέφυκε, χαρίτων καὶ ῥυθμοῦ καὶ ἁρμονίας ἐνδίδωσι, διὰ λόγου καὶ ᾠδῆς πειθὼ πολιτικῆς καὶ κοινωνητικῆς συνεργὸν ἐπάγουσα παραμυθουμένην καὶ κηλοῦσαν ἡμῶν τὸ ταραχῶδες καὶ τὸ πλανώμενον ὥσπερ ἐξ ἀνοδίας ἀνακαλουμένην ἐπιεικῶς καὶ καθιστᾶσαν[*](M: καθιστᾶσα cf. p. 1029c).κατὰ Πίνδαρον.