Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐκ τούτου σπονδὰς ἐποιησάμεθα ταῖς Μούσαις, καὶ τῷ Μουσηγέτῃ Ἀπόλλωνι παιανίσαντες συνῄσαμεν τῷ Ἐράτωνι πρὸς τὴν λύραν ἐκ τῶν Ἡσιόδου τὰ περὶ τὴν τῶν Μουσῶν γένεσιν. μετὰ δὲ τὴν ᾠδὴν Ἡρώδης ὁ ῥήτωρ ἀκούετʼ[*](ἀούειν mei) ἔφη ὑμεῖς

οἱ τὴν Καλλιόπην ἀποσπῶντες ἡμῶν, σὺν τοῖς βασιλεῦσιν αὐτὴν παρεῖναί φασιν[*](φασιν] φησιν sc. Ἡσίοδος Madvigius. cf. Theog. 80: ἡ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ), οὐκ ἀναλύουσι[*](ἀναλυουσι] ἀναλογοῦσι mei) δήπου συλλογισμοὺς οὐδʼ ἐρωτῶσι μεταλλάττοντας[*](μεταλλάττοντας W: μεγάλα εἰπόντας), ἀλλὰ ταῦτα πράττουσιν ἃ ῥητόρων ἐστὶ καὶ πολιτικῶν ἔργα. τῶν δʼ ἄλλων ἥ τε Κλειὼ τὸ ἐγκωμιαστικὸν προσάγεται· κλέα γὰρ ἐκάλουν τοὺς ἐπαίνους· ἥ τε Πολύμνια τὸ ἱστορικὸν ἔστι γὰρ μνήμη πολλῶν· ἐνιαχοῦ δὲ καὶ πάσας[*](πάσας] πλάσας mei)·, ὥσπερ ἐν λείῳ[*](ἐν λείῳ] ἓν τέλειον Doehnerus. Mihi in mentem venit ἐν Δίῳ, aliis alia, sed nihil certum), τὰς Μούσας Μνείας καλεῖσθαι λέγουσιν. ἐγὼ δὲ μεταποιοῦμαὶ τι καὶ τῆς Εὐτέρπης[*](τῆς Εὐτέρπης] τῆς τερπῆς (aut τῇ lac. 3 τερπὴς Vd) mei)· εἴπερ, ὥς φησι Χρύσιππος, αὕτη[*](αὕτη Grafius) τὸ[*](τὸ Turnebus: τὶ vel τι) περὶ τὰς ὁμιλίας ἐπιτερπὲς εἴληχε καὶ κεχαρισμένον. ὁμιλητικὸς[*](ὁμιλητικὸς] ὁμιλητὴν· καὶ mei) γὰρ οὐδὲν ἧττον ἢ δικανικὸς ὁ ῥήτωρ καὶ συμβουλευτικός· αἱ γὰρ ἕξεις ἔχουσι[*](αἱ γὰρ λέξεις ἔχουσι (malim ἔχουσί τι) καὶ συμβουλίας καὶ συνηγορίας W) καὶ εὐμενείας καὶ συνηγορίας καὶ ἀπολογίας· πλείστῳ δὲ τῷ ἐπαινεῖν χρώμεθα καὶ τῷ ψέγειν, ἐν τούτοις οὐ[*](οὐ] ὧν mei) φαύλων οὐδὲ μικρῶν τυγχάνοντες, ἂν τεχνικῶς τοῦτο πράττωμεν ἂν δʼ ἀπείρως καὶ ἀτεχνῶς, ἀστοχοῦντες· τὸ γάρ
  1. ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν[*](Hom. κ 38)
  2. ἀνθρώποις
---[*](lac. indicavit W quam ipse supplet verbis οὐ βασιλεῦσι ῥήτορσι; malim: οὐδενὶ τῶν ἄλλων (aut οὐ βασιλεῦσι) δημηγόρΟΙΣ (aut πολιτιΚΟΙΣ)) δὲ μᾶλλον, ὡς τὸ περὶ[*](τὸ περὶ] τῷ ἀέρι mei) τὰς ὁμιλίας εὐάρμοστον ἔχουσι, πειθὼ[*](καὶ πειθὼ W) καὶ χάριν οἶμαι προσήκειν.

καὶ ὁ Ἀμμώνιος οὐκ ἄξιον ἔφη σοι νεμεσᾶν, ὦ Ἡρώδη, καὶ πλείῃ[*](καὶ πλείῃ *: καὶ πειε aut καὶ παίειν cf. Hom. λ 359) χειρὶ τῶν Μουσῶν ἐπιδραττομένῳ· κοινὰ[*](κοινὰ κἑ] vid. p. 644c) γὰρ τὰ φίλων. καὶ διὰ τοῦτο πολλὰς ἐγέννησε Μούσας ὁ Ζεύς, ὅπως ᾖ πᾶσιν ἀρύσασθαι τῶν καλῶν ἀφθόνως· οὔτε γὰρ κυνηγίας πάντες οὔτε στρατείας οὔτε ναυτιλίας οὔτε βαναυσουργίας, παιδείας δὲ καὶ λόγου δεόμεθα πάντες

εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα[*](ib. ἀννύμεθα mei) χθονός
[*](Bergk. 3 p. 388 vs. 17) ὅθεν Ἀθηνᾶν μίαν καὶ Ἄρτεμιν καὶ Ἥφαιστον ἕνα, Μούσας δὲ πολλὰς ἐποίησεν. ὅτι δʼ ἐννέα[*](ὅτι δʼ ἐννέα] 'continuavi cum prioribus. Vulgo bis verbis initium fit Problem XIV' W) καὶ οὐκ ἐλάττους οὐδὲ πλείους, ἆρʼ ἂν[*](ἆρʼ ἂν *: ἄρα) ἡμῖν φράσειας; οἶμαι δέ σε πεφροντικέναι φιλόμουσον οὕτω καὶ πολύμουσον ὄντα.τί δὲ τοῦτο σοφόν; εἶπεν ὁ Ἡρώδης· πᾶσι γὰρ διὰ στόματός ἐστι καὶ πάσαις ὑμνούμενος ὁ[*](ὁ M) τῆς ἐννεάδος ἀριθμός, ὡς πρῶτος ἀπὸ πρώτου περισσοῦ τετράγωνος ὢν καὶ περισσάκις περισσός, ἅτε δὴ τὴν διανομὴν εἰς τρεῖς ἴσους λαμβάνων περισσούς. καὶ ὁ Ἀμμώνιος ἐπιμειδιάσας ἀνδρικῶς[*](post ἀνδρικῶς add. vid. ἔφη) ταυτὶ διεμνημόνευσας· καὶ πρόσθες αὐτοῖς ἔτι
τοσοῦτον, τὸν ἀριθμὸν ἐκ δυεῖν τῶν πρώτων κύβων[*](κύβων] addidi post πρώτων) συνηρμόσθαι μονάδος καὶ ὀγδοάδος, καὶ καθʼ ἑτέραν αὖ πάλιν σύνθεσιν ἐκ δυεῖν τριγώνων, τριάδος καὶ ἑξάδος ὧν ἑκάτερος καὶ τέλειός ἐστιν. ἀλλὰ τί ταῦτα ταῖς Μούσαις μᾶλλον ἢ τοῖς ἄλλοις θεοῖς; προσῆκεν, ὅτι Μούσας ἔχομεν ἐννέα, Δήμητρας δὲ καὶ Ἀθηνᾶς καὶ Ἀρτέμιδας οὐκ ἔχομεν; οὐ γὰρ δήπου καὶ σὲ πείθει τὸ Μούσας γεγονέναι τοσαύτας, ὅτι τοὔνομα τῆς μητρὸς αὐτῶν ἐκ τοσούτων γραμμάτων ἐστίν. γελάσαντος δὲ τοῦ Ἡρώδου καὶ σιωπῆς γενομένης, προὔτρεπεν ἡμᾶς ἐπιχειρεῖν ὁ Ἀμμώνιος.