Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
--- ὅρκοις δʼ ἄνδρας ἐξαπατητέον. καὶ ὁ Γλαυκίας ἐγὼ μέν ἔφη κατὰ Πολυκράτους ἀκήκοα τοῦ τυράννου λεγόμενον τὸν λόγον τοῦτον· εἰκὸς δὲ καὶ καθʼ ἑτέρων λέγεσθαι· σὺ δὲ πρὸς τί τοῦτʼ ἐρωτᾷς;ὅτι νὴ Δίʼ ὁ Σῶσπις ἔφη τοὺς μὲν παῖδας
ἀστραγάλοις ὁρῶ[*](ὁρῶν mei) τοὺς δʼ Ἀκαδημαϊκοὺς λόγοις ἀρτιάζοντας[*](λόγοις ἀρτιάζοντας W: λόγους ἀρπάζοντας)· οὐδὲν γὰρ οἱ τοιοῦτοι στόμαχοι[*](στόμαχοι] λογομάχοι Doehnerus) διαφέρουσι τῶν ἐρωτώντων, πότερον ἄρτια τῇ χειρὶ συνειληφότες ἢ περιττὰ συντείνουσιν. ἐπαναστὰς οὖν ὁ Πρωτογένης καί με καλέσας ἐξ ὀνόματος τί παθόντεςεἶπε τοὺς ῥήτορας τούτους τρυφᾶν ἐῶμεν, ἑτέρων καταγελῶντας, αὐτοὺς δὲ μηδὲν ἐρωτωμένους μηδὲ συμβολὰς λόγων τιθέντας; εἰ μὴ νὴ Δία φήσουσι μηδὲν αὐτοῖς μετεῖναι τῆς ἐν οἴνῳ κοινωνίας, Δημοσθένους ἐπαινέταις καὶ ζηλωταῖς οὖσιν, ἀνδρὸς ἐν ἅπαντι τῷ βίῳ πιόντος οἶνον. οὐκ αἴτιον ἔφην ἐγώ τοῦτο τούτων, ἀλλʼ ἡμεῖς οὐδὲν[*](οὐδὲν] malim οἳ οὐδὲν) αὐτοὺς ἠρωτήκαμεν εἰ δὲ μή τι σὺ χρησιμώτερον ἔχεις, ἐγώ μοι δοκῶ προβαλεῖν αὐτοῖς ἐκ τῶν Ὁμήρου ῥητορικῶν θέσεων μίαν ἀντινομικήν.τίνʼ ἔφη ταύτην;ἐγώ σοι φράσω εἶπον ἅμα καὶ τούτοις προβάλλων διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. ὁ γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως
καὶ πάλιν ὁ Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασι κέχρηται·
δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δʼ Ἀγαμέμνων
ἐπεὶ τοίνυν ἐνίκησε μὲν οὐκ ἀνεῖλε δʼ ὁ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δʼ ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. πῶς οὖν ἔφην[*](ἔφην M: ἔφη)τὴν δίκην ταύτην ἰθύντατʼ ἂν[*](ib. ἂν *) εἴποι[*](εἴποι] διείποι Doehnerus) τις[*](τις M) καὶ διαιτήσειε τὴν ἀντινομίαν, οὐ φιλοσόφων οὐδὲ γραμματικῶν, ἀλλὰ ῥητόρων ἔργον ἐστὶ φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων.