Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

φίλων ὁ ἰατρὸς διεβεβαιοῦτο τὴν καλουμένην ἐλεφαντίασιν οὐ πρὸ πολλοῦ πάνυ χρόνου γνώριμον γεγονέναι· μηδένα γὰρ τῶν παλαιῶν ἰατρῶν

τοῦ πάθους τούτου[*](τοῦτο mei) πεποιῆσθαι λόγον, εἰς ἕτερα μικρὰ καὶ γλίσχρα καὶ δυσθεώρητα τοῖς πολλοῖς ἐνταθέντας. ἐγὼ δὲ καὶ μάρτυν αὐτῷ παρεῖχον ἐκ φιλοσοφίας Ἀθηνόδωρον, ἐν τῷ προτέρῳ τῶν Ἐπιδημιῶν[*](malim Ἐπιδημιῶν cum pr. m. Vd) ἱστοροῦντα πρῶτον ἐν τοῖς κατʼ Ἀσκληπιάδην χρόνοις οὐ μόνον τὴν ἐλεφαντίασιν ἀλλὰ καὶ τὸν ὑδροφόβαν ἐκφανῆ γενέσθαι. θαυμάζοντες οὖν οἱ παρόντες, εἰ νέα πάθη τότε πρῶτον ἔσχεν ἐν τῇ φύσει γένεσιν καὶ σύστασιν[*](σύστασιν R: στάσιν (στᾶσιν E ortum ut vid. ex στασιν ῀ σύστασιν), οὐχ ἧττον ᾤοντο θαυμάσιον εἶναι τὸ λαθεῖν τηλικαῦτα συμπτώματα χρόνον τοσοῦτον· ἐρρύησαν δέ πως μᾶλλον οἱ πλείους ἐπὶ τὸ δεύτερον ὡς ἀνθρώπινον μᾶλλον· ἥκιστα τὴν φύσιν ἔν γε τούτοις φιλόκαινον εἶναι καὶ νέων πραγμάτων ὥσπερ ἐν πόλει τῷ, σώματι δημιουργὸν ἀξιοῦντες.

ὁ δὲ Διογενιανὸς ἔφη καὶ τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη κοινήν τινα καὶ πάτριον ὁδὸν βαδίζειν. καίτοι παντοδαπὸν μέν εἶπεν ἡ μοχθηρία καὶ πολύτολμον, αὐτοκρατὲς δʼ ἡ ψυχὴ καὶ κύριον ὑφʼ αὑτῆς[*](ὑφʼ αὐτῆς *: ὑπʼ αὐτῆς), εἰ βούλοιτο[*](ᾗ βούλοιτο? cf. p. 163e), μεταβάλλειν καὶ τρέπεσθαι ῥᾳδίως· ἔχει δέ τινα τάξιν τὸ ἄτακτον αὐτῆς καὶ τὰ μέτρα τηρεῖ τοῖς πάθεσιν, ὥσπερ ἡ θάλαττα ταῖς ὑπερεκχύσεσι, καὶ καινὸν οὐδὲν οὐδὲ τοῖς παλαιοῖς ἀνιστόρητον ἐξήνθηκε κακίας εἶδος· ἀλλὰ πολλαὶ μὲν ἐπιθυμιῶν διαφοραί, μυρία δὲ

κινήματα φόβου καὶ σχήματα· τὰς[*](τὰς *: τῆς) δὲ λύπης καὶ ἡδονῆς μορφὰς ἔργον ἐστὶ μὴ ἀπειπεῖν ἐξαριθμούμενον·
  1. οὐ μέν τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε
  2. [*](Soph. Antig. 456)
  3. ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη[*](idem: καὶ οὐδεὶς - ἐξότου ἐφάνη)·
πόθεν γε δὴ σώματι νόσημα καινὸν[*](κενὸν mei) ἢ πάθος ὀψίγονον, ἰδίαν μὲν ὥσπερ ἡ ψυχὴ κινήσεως ἀρχὴν οἴκοθεν οὐκ ἔχοντι, συνημμένῳ δὲ κοιναῖς πρὸς τὴν φύσιν αἰτίαις καὶ κεκραμένῳ κρᾶσιν, ἧς καὶ τὸ ἀόριστον[*](ἄριστον iidem) ἐντὸς ὅρων πλανᾶται, καθάπερ πλοῖον ἐν περιδρόμῳ σαλεῦον; οὔτε γὰρ ἀναίτιος νόσου σύστασὶς ἐστι, τὴν ἐκ μὴ ὄντος παρανόμως ἐπεισάγουσα γένεσιν καὶ[*](καὶ] om. iidem; corr. vid. δύναμιν καὶ γένεσιν) δύναμιν τοῖς πράγμασιν αἰτίαν τε καινὴν ἔργον ἐξευρεῖν, μὴ καινὸν ἀέρα καὶ ξένον ὕδωρ καὶ τροφὰς ἀγεύστους τοῖς πρότερον ἐξ ἑτέρων τινῶν κόσμων ἢ μετακοσμίων ἀποφήναντι δεῦρο νῦν πρῶτον ἐπιρρεούσας. ἐκ τούτων γὰρ νοσοῦμεν οἷς καὶ ζῶμεν, ἴδια δὲ σπέρματα νόσων οὐκ ἔστιν· ἀλλʼ αἱ τούτων μοχθηρίαι πρὸς ἡμᾶς καὶ αἱ[*](καὶ αἱ *: καὶ) ἡμῶν περὶ ταῦτα πλημμέλειαι τὴν φύσιν ἐπιταράττουσιν αἱ δὲ ταραχαὶ διαφορὰς ἀιδίους[*](ἰδίους W) ἔχουσι πολλάκις νέοις χρωμένας ὀνόμασι· τὰ γὰρ ὀνόματα τῆς συνηθείας ἐστὶ[*](ἐστί *: εἰσί) τὰ δὲ πάθη τῆς φύσεως ὅθεν ἐν ἀφωρισμένοις τούτοις ἐκεῖνα ποικιλλόμενα τὴν ἀπάτην πεποίηκεν. ὡς δὲ τοῖς τοῦ λόγου μορίοις καὶ ταῖς πρὸς ἄλληλα τούτων συντάξεσι καινὸν ἐγγενέσθαι
βαρβαρισμὸν ἢ σολοικισμὸν ἐξαίφνης δυνατόν[*](ἀδύνατον M) ἐστιν, οὕτως αἱ τοῦ σώματος κράσεις ὡρισμένας ἔχουσι τὰς ὀλισθήσεις καὶ παραβάσεις, τρόπον τινὰ τῇ φύσει καὶ τῶν παρὰ φύσιν ἐμπεριεχομένων[*](ἐμπειρία· ἐχομένων mei). ταύτῃ[*](ib. καὶ ταύτῃ W) γε[*](γε] τε?) κομψοὶ καὶ οἱ μυθογράφοι· τὰ γὰρ παντάπασιν ἔκφυλα[*](Turnebus: ἔμφυλα) καὶ τεράστια τῶν ζῴων γενέσθαι λέγουσιν ἐν τῇ γιγαντομαχίᾳ, τῆς σελήνης ἐκτρεπομένης καὶ τὰς ἀνατολὰς οὐχ ὅθεν εἴωθε ποιουμένης· οἱ δὲ καινὰ[*](καινὰ Hirschigius: καὶ τὰ) νοσήματα τὴν φύσιν ὥσπερ τέρατα γεννᾶν ἀξιοῦσι, μήτε πιθανὴν μήτʼ ἀπίθανον αἰτίαν τῆς ἐξαλλαγῆς πλάσσοντες, ἀλλὰ τὸ ἄγαν καὶ τὸ μᾶλλον ἐνίων παθῶν καινότητα καὶ διαφορὰν ἀποφαίνοντες· οὐκ ὀρθῶς, ὦ μακάριε Φίλων ἐπίτασις γὰρ καὶ αὔξησις μέγεθος ἢ πλῆθος προστίθησι, τοῦ δὲ γένους οὐκ[*](οὐκ] om. mei) ἐκβιβάζει τὸ ὑποκείμενον· ὥσπερ οὐδὲ τὴν ἐλεφαντίασιν οἴομαι σφοδρότητα τῶν ψωρικῶν τινος τούτων[*](τούτων] παθῶν R) οὖσαν οὐδὲ τὸν ὑδροφόβαν τῶν στομαχικῶν ἢ τῶν μελαγχολικῶν. καίτοι τοῦτό γε θαυμαστόν, εἰ μηδʼ Ὅμηρος[*](Ὁμηρος] Θ 299) ἀγνοῶν ἐλάνθανεν ὑμᾶς· τὸν γάρ λυσσητῆρα κύνα δῆλός ἐστιν ἀπὸ τοῦ πάθους τούτου προσαγορεύων, ἀφʼ οὗ καὶ ἄνθρωποι λυσσᾶν λέγονται.