Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ταῦτʼ εἰπὼν ἐγώ μοι δοκῶ[*](δοκῶ] ἐδόκουν aut δοκεῖν, ἐπόησα W) ποιῆσαι λόγων ἄδειαν· εὐθαρσῶς γὰρ ἤδη τοῖς ἄλλοις συμβόλοις προσῆγον, ἠθικὰς ἐπιεικῶς ποιούμενοι[*](ποιούμενος mei) τὰς λύσεις αὐτῶν. τῆς μὲν γὰρ χύτρας τὸν τύπον ἔφη Φιλῖνος ἀφανίζειν αὐτούς, διδάσκοντας ὅτι δεῖ μηδὲν ὀργῆς ἔνδηλον[*](ἔναυλον R) ἀπολείπειν[*](ib. *: ἀπολιπεῖν) ἴχνος, ἀλλʼ ὅταν ἀναζέσασα[*](ib. Anonymus: ἀναζέσας) παύσηται καὶ καταστῇ, πᾶσαν ἐξαληλίφθαι μνησικακίαν. ἡ δὲ τῶν στρωμάτων συντάραξις ἐνίοις μὲν ἐδόκει μηθὲν ἔχειν ἀποκεκρυμμένον, ἀλλʼ αὐτόθεν φαίνεσθαι τὸ μὴ πρέπον, ἀνδρὶ συγκεκοιμημένης γαμετῆς, χώραν ὁρᾶσθαι καὶ τύπον ὥσπερ ἐκμαγεῖον ἀπολειπόμενον. ὁ δὲ Σύλλας μᾶλλον εἴκαζε κοιμήσεως μεθημερινῆς ἀποτροπὴν εἶναι τὸ σύμβολον, ἀναιρουμένης ἕωθεν εὐθὺς τῆς πρὸς τὸν ὕπνον παρασκευῆς· ὡς νυκτὸς ἀναπαύεσθαι δεῖν[*](δεῖν] in Symb. conieceram δέον), ἡμέρας δὲ πράττειν ἀναστάντας καὶ μὴ περιορᾶν οἷον ἴχνος πτώματος[*](πτώματος Doehnerus: σώματος)· οὐδὲν γὰρ ἀνδρὸς ὄφελος καθεύδοντος, ὥσπερ οὐδὲ τεθνηκότος. τούτοις δὲ συμμαρτυρεῖν ἐδόκει καὶ τὸ παρεγγυᾶν τοὺς Πυθαγορικοὺς τοῖς ἑταίροις μηδενὸς; ἀφαιρεῖν βάρος, συνεπιτιθέναι δὲ καὶ συνεπιφορτίζειν, ὡς μηδεμίαν σχολὴν μηδὲ ῥᾳστώνην ἀποδεχομένους.

ἐπεὶ δὲ τούτων λεγομένων ὁ Λεύκιος οὔτε ψέγων οὔτʼ ἐπαινῶν, ἀλλʼ ἡσυχίαν ἄγων, σιγῇ δὲ καὶ καθʼ ἑαυτὸν ὁρῶν ἤκουεν, ὀνομαστὶ καλέσας τὸν Σύλλαν ὁ Ἐμπεδοκλῆς Λεύκιος εἶπεν ὁ ἑταῖρος εἰ μὲν ἄχθεται τοῖς λεγομένοις, ὥρα πεπαῦσθαι καὶ ἡμᾶς· εἰ δὲ ταῦτα τῶν ὑπὸ τὴν ἐχεμυθίαν ἐστίν, ἀλλʼ ἐκεῖνό γε[*](γε] τε mei) δοκῶ μήτʼ ἄρρητον εἶναι μήτʼ ἀνέξοιστον πρὸς ἑτέρους, ὅτι[*](ὅτι] ὅτε iidem) δὴ μάλιστα τῶν ἰχθύων ἀπείχοντο· καὶ γὰρ ἱστορεῖται τοῦτο περὶ τῶν παλαιῶν Πυθαγορικῶν καὶ τοῦ καθʼ ἡμᾶς Ἀλεξικράτους ἐνέτυχον μαθηταῖς, ἄλλα[*](ἀλλὰ iidem) μὲν ἔστιν ὅτε μετρίως[*](μετρίοις iidem) προσφερομένοις καὶ νὴ Δία θύουσιν, ἰχθύος δὲ μὴ γεύσασθαι τὸ παράπαν ὑπομένουσιν. ἣν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος αἰτίαν ---[*](lac. signavit Duebnerus. Fort. supplendum ἣν δὲ Τ. ὁ Λακ. αἰτίαν [ἔλεγεν οὐκ ἀποδέχομαι] ἔλεγε δὲ cf. Symb.) ἔλεγε δὲ τῆς ἐχεμυθίας τοῦτο[*](τοῦτο] sc. τὸ μὴ γεύεσθαι Cetera fort. sunt ita corrigenda: τοὺς γὰρ ἰχθῦς καλεῖν ἔλλοπας - καὶ τὸν ὁμών. ἐμοὶ τὸν παυσάνεμον (hoc cum Herwerdeno) πυθ. παραινεῖν τάδε ʼΔόγματα δὲ στέγʼ ἔσω φρενὸς ἔλλοπος οὔτι (haec cum W) ἔλασσονʼ) γέρας εἶναι, τοὺς ἰχθῦς καλεῖν ἔλλοπας[*](ἔλλοπας] om. mei), οἷον ἰλλομένην τὴν ὄπα καὶ καθειργομένην

ἔχοντας· καὶ τὸν ὁμώνυμον ἐμοὶ τῷ παυσαμένῳ Πυθαγορικῶς περαίνειν τὰ δόγματα στέγουσαι φρενὸς ἀλλʼ ὅπερ ἐλάσσω, καὶ ὅλως θεῖον[*](θεῖον Amyotus: θεὸν) ἡγεῖσθαι τὴν σιωπὴν τοὺς ἄνδρας, ἅτε δὴ καὶ τῶν θεῶν ἔργοις καὶ πράγμασιν ἄνευ φωνῆς ἐπιδεικνυμένων ἃ βούλονται τοῖς ξυνετοῖς.

τοῦ δὲ Λευκίου πράως καὶ ἀφελῶς εἰπόντος, ὡς ὁ μὲν ἀληθὴς ἴσως λόγος καὶ νῦν ἀπόθετος καὶ ἀπόρρητος εἴη, τοῦ δὲ πιθανοῦ καὶ εἰκότος οὐ φθόνος ἀποπειρᾶσθαι· πρῶτος Θέων ὁ γραμματικὸς εἶπεν, ὅτι Τυρρηνὸν μὲν ἀποδεῖξαι Πυθαγόραν μέγʼ ἔργον εἴη καὶ οὐ ῥᾴδιον· Αἰγυπτίων δὲ τοῖς σοφοῖς συγγενέσθαι πολὺν χρόνον ὁμολογεῖται ζηλῶσαὶ τε πολλὰ καὶ δοκιμάσαι μάλιστα τῶν περὶ τὰς ἱερατικὰς ἁγιστείας[*](ἀγιστίας mei), οἷόν ἐστι καὶ τὸ τῶν κυάμων οὔτε γὰρ σπείρειν οὔτε σιτεῖσθαι κύαμον Αἰγυπτίους, ἀλλʼ οὐδʼ ὁρῶντας ἀνέχεσθαί φησιν ὁ Ἡρόδοτος[*](Ἡρόδοτος] 2, 37). ἰχθύων δὲ καὶ τοὺς ἱερεῖς ἴσμεν ἔτι νῦν ἀπεχομένους· ἁγνεύοντες δὲ καὶ τὸν ἅλα φεύγουσιν, ὡς μήτʼ ὄψον προσφέρεσθαι μήτʼ ἄλλο τι[*](ἄλλο τι Duebnerus) ἁλσὶ[*](ἁλσὶ Herwerdenus: ἅλεσι) θαλαττίοις μεμιγμένον. ἄλλοι μὲν οὖν ἄλλας αἰτίας φέρουσιν· ἔστι δʼ ἀληθὴς μία, τὸ πρὸς τὴν θάλατταν ἔχθος, ὡς ἀσύμφυλον ἡμῖν καὶ ἀλλότριον μᾶλλον δʼ ὅλως πολέμιον τῇ φύσει τοῦ ἀνθρώπου στοιχεῖον. οὐ γὰρ τρέφεσθαι τοὺς θεοὺς ἀπʼ αὐτῆς, ὥσπερ οἱ Στωικοὶ τοὺς ἀστέρας ὑπολαμβάνουσιν,

ἀλλὰ τοὐναντίον εἰς ταύτην ἀπόλλυσθαι τὸν πατέρα καὶ σωτῆρα τῆς χώρας, ὃν Ὀσίριδος ἀπορροὴν ὀνομάζουσι. καὶ θρηνοῦντες τὸν ἐν τοῖς ἀριστεροῖς μέρεσι γεννώμενον ἐν δὲ[*](δὲ M) τοῖς δεξιοῖς φθειρόμενον, αἰνίττονται τὴν τοῦ Νείλου τελευτὴν καὶ φθορὰν ἐν τῇ θαλάττῃ γιγνομένην. ὅθεν οὔτε τὸ ὕδωρ πότιμον αὐτῆς, οὔθʼ ὧν τρέφει τι[*](τι] τε R) καὶ γεννᾷ καθαρὸν ἡγοῦνται καὶ οἰκεῖον, οἷς μήτε πνεύματος κοινοῦ μήτε συμφύλου νομῆς μέτεστιν, ἀλλʼ ὁ σῴζων πάντα τἄλλα καὶ τρέφων ἀήρ, ἐκείνοις ὀλέθριός ἐστιν, ὡς παρὰ φύσιν καὶ χρείαν γεγονόσι καὶ ζῶσιν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὰ ζῷα διὰ τὴν θάλατταν ἀλλότρια καὶ οὐκ ἐπιτήδεια καταμίγνυσθαι εἰς[*](εἰς] πρὸς Doehnerus) αἷμα καὶ πνεῦμα νομίζουσιν αὑτῶν, οἵ γε μηδὲ τοὺς κυβερνήτας ἀξιοῦσι προσαγορεύειν ἀπαντῶντες, ὅτι τὸν βίον ἀπὸ θαλάττης ἔχουσι.