Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
παυσαμένου δὲ τοῦ Σώσπιδος, Πρωτογένης ὁ γραμματικός, ὀνόματι καλέσας Πραξιτέλην τὸν περιηγητὴν οὕτω δὴ τούτους ἔφη τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας· αὐτοὶ δʼ ἀφʼ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῷ λόγῳ συμβάλλεσθαι; καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλῳ Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος καὶ σπάδιξ ὠνομάσθη.
καὶ ὁ Πραξιτέλης ταῦτʼ εἶπεν ἄδηλα[*](ἄδηλα W: ἀλλὰ), καὶ τοῦ Θησέως αὐτοῦ πυνθάνεσθαι[*](πυνθάνεσθαι] add. δεῖν W. Malim post φήσουσιν) φήσουσιν, ᾧτινι λόγῳ φοίνικος, οὐ δάφνης οὐδʼ ἐλαίας, κλάδον ἀπέσπασεν ἀγωνοθετῶν. σκόπει δή, μὴ Πυθικόν ἐστι τὸ νικητήριον, ὡς· Ἀμφικτύονος[*](ib. *: ἀμφικτυόνος)· κἀκεῖ πρῶτον[*](ὡς οἱ Ἀμφικτύονες ἐκεῖ πρῶτον Madvigius cum Amyoto) ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ[*](δάφνῃ καὶ] del. Herwerdenus) φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδʼ
ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες[*](ἀνατιθέντας mei), ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ[*](ἄλλως καὶ] ἀλλʼ ὡς mei) φιλόνικος[*](W: φιλόνεικος) ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δʼ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενος[*](διαμιλλώμενος?)· ἀνθρώποις δὲ προσαμύνων ἀγωνιζομένοις, ὡς Ὅμηρος ἐμαρτύρησε, τὸν μὲν Ἀχιλλέα λέγοντα ποιήσαςτῶν δὲ τοξοτῶν τὸν μὲν εὐξάμενον τῷ θεῷ κατορθῶσαι καὶ λαβεῖν τὰ πρωτεῖα· τὸν δὲ γαῦρον ἀστοχῆσαι τοῦ σκοποῦ, μὴ εὐξάμενον. καὶ μὴν οὐδʼ Ἀθηναίους εἰκός ἐστιν Ἀπόλλωνι καθιερῶσαι, τὸ γυμνάσιον ἀλόγως καὶ αὐτομάτως· ἀλλὰ παρʼ οὗ τὴν ὑγίειαν ἔχομεν θεοῦ, τοῦτον εὐεξίαν τε διδόναι καὶ ῥώμην ἐπὶ τοὺς ἀγῶνας ᾤοντο. κούφων δὲ καὶ βαρέων ἀγωνισμάτων ὄντων, πύκτῃ μὲν Ἀπόλλωνι Δελφούς, δρομαίῳ δὲ Κρῆτας ἱστοροῦσι θύειν καὶ Λακεδαιμονίους. σκύλων[*](κύλων iidem) δὲ Πυθοῖ καὶ ἀκροθινίων καὶ τροπαίων[*](τρόπων iidem) ἀναθέσεις ἆρʼ[*](ἄρα iidem), οὐ συμμαρτυροῦσιν ὅτι τῆς εἰς τὸ νικᾶν καὶ κρατεῖν δυνάμεως τῷ θεῷ τούτῳ πλεῖστον μέτεστιν;
ἔτι δʼ αὐτοῦ λέγοντος, ὑπολαβὼν Κάφισος
ὁ Θέωνος υἱός ἀλλὰ ταῦτὰ γʼ εἶπεν οὐχ·χ ἱστορίας οὐδὲ[*](οὐδὲ *: οὔτε) περιηγητικῶν ὄδωδε[*](ὁδῶ δὲ mei) βιβλίων, ἀλλʼ ἐκ μέσων ἀνεσπασμένα τῶν Περιπατητικῶν τόπων εἰς τὸ πιθανὸν ἐπικεχείρηται, καὶ προσέτι τραγικῶς μηχανὴν ἄραντες, ὦ φίλοι[*](ὦ φίλοι Duebnerus: ὀφείλετε), δεδίττεσθε[*](R: δεδίττεσθαι) τῷ θεῷ τοὺς ἀντιλέγοντας. ὁ μὲν οὖν θεός, ὥσπερ προσήκει, πᾶσιν ἴσος ἐστὶ μετʼ εὐμενείας· ἡμεῖς δʼ ἑπόμενοι Σώσπιδι καλῶς γὰρ ὑφηγεῖται πάλιν ἐχώμεθα τοῦ φοίνικος; ἀμφιλαφεῖς τῷ λόγῳ λαβὰς διδόντος. Βαβυλώνιοι μὲν γὰρ ὑμνοῦσι καὶ ᾄδουσιν ὡς ἑξήκοντα καὶ τριακόσια χρειῶν γένη παρέχον αὐτοῖς τὸ δένδρον· ἡμῖν δὲ τοῖς Ἕλλησιν ἣκιστα μέν ἐστι χρειώδης, ἀθλητικῆς δὲ φιλοσοφίας[*](*: ἀθλητικῆ δὲ φιλοσοφία libri. ἀθλητικὴν autem φιλοσοφίαν rationalem esse athletarum vivendi morem ex longo usu probatum, quo ut corpus firmius redderent fortiore vescerentur sagma atque voluptatibus venereis sese abstinere iuberentur, rectissime monuit Doehnerus) καὶ τὸ ἄκαρπον ἂν εἴη· κάλλιστος γὰρ ὢν καὶ μέγιστος ὑπʼ εὐταξίας οὐ γόνιμός ἐστι παρʼ ἡμῖν, ἀλλὰ τὴν τροφὴν ὥσπερ ἀθλητοῦ περὶ τὸ σῶμα τῆς εὐταξίας[*](εὐταξίας] εὐεξίας W. εὐαυξίας (ab εὐαυξής)?) ἀναλισκούσης, σμικρὸν αὐτῷ καὶ φαῦλον εἰς σπέρμα περίεστιν. ἴδιον δὲ παρὰ ταῦτα πάντα καὶ μηδενὶ συμβεβηκὸς ἑτέρῳ τὸ μέλλον λέγεσθαι· φοίνικος γὰρ ξύλον ἂν ἄνωθεν ἐπιθεὶς βάρη πιέζῃς, οὐ κάτω θλιβόμενον ἐνδίδωσιν, ἀλλὰ κυρτοῦται πρὸς τοὐναντίον ὥσπερ ἀνθιστάμενον τῷ βιαζομένῳ. τοῦτο δὴ καὶ περὶ τοὺς ἀθλητικοὺς ἀγῶνάς ἐστι· τοὺς μὲν γὰρ ὑπʼ ἀσθενείας καὶ μαλακίας εἴκοντας αὐτοῖς πιέζουσι κάμπτοντες, οἱ δʼ ἐρρωμένως ὑπομένοντες[*](ὑψοῦνται Herwerdenus; malim ἀνυψοῦνται sed cf. p. 795b) τὴν ἄσκησιν οὐ μόνον τοῖς σώμασιν ἀλλὰ καὶ τοῖς φρονήμασιν ἐπαίρονται καὶ αὐξοῦνται.