Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
παρὼν οὖν Ἀριστόδημος ὁ[*](ὁ W: πρὸς ἡμᾶς ὁ) Κύπριος ἀλλʼ
ὅρα εἶπεν ὦ Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσιν[*](ἐλέγχωσιν Duebnerus male), οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος. ἔχει δέ τι καὶ τὸ παρʼ ἡμᾶς αἴτιον· αὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθά[*](ἐγκελευόμενοι W) τισιν ἢ διαπυνθανόμενοι συντόνους ποιούμεθα τὰς γεγωνήσεις. τὸ γάρ, ἐν ᾧ μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰν[*](em. Emperius: ἐξανιστᾶν) ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδʼ ἀτρεμαῖόν ἐστιν, ἀλλὰ μέγα καὶ μεγάλης τινὸς ἀνάγκῃ χρείας ἐπιταχυνόμενον, ὥστε καὶ τὰς φωνὰς φέρεσθαι σφοδροτέρας.Ἰσθμίων ἀγομένων ἐν τῇ δευτέρᾳ τῶν Σώσπιδος ἀγωνοθεσιῶν τὰς μὲν ἄλλας ἑστιάσεις διεφύγομεν, ἑστιῶντος αὐτοῦ πολλοὺς μὲν ἅμα ξένους,
πάντας δὲ πολλάκις τοὺς πολίτας· ἅπαξ δὲ τοὺς μάλιστα φίλους καὶ φιλολόγους οἴκοι δεχομένου, καὶ αὐτοὶ παρῆμεν[*](καὶ αὐτοῖς παρʼ ἡμῖν mei). ἀπηρμένων δὲ τῶν πρώτων τραπεζῶν, ἧκέ τις Ἡρώδῃ τῷ ῥήτορι παρὰ γνωρίμου νενικηκότος ἐγκωμίῳ φοίνικα καὶ στέφανόν τινα τῶν πλεκτῶν κομίζων. ὁ δὲ ταῦτα μὲν δεξιωσάμενος ἀπέπεμψε πάλιν, ἔφη δʼ ἀπορεῖν, τί δήποτε τῶν ἀγώνων στέφανον ἄλλος ἄλλον ἔχει, τὸν δὲ φοίνικα κοινῇ πάντες. οὐ γὰρ ἐμὲ γοῦν ἔφη[*](X: ἔφην)πείθουσιν οἱ τὴν ἰσότητα τῶν φύλλων, οἷον ἀντανισταμένων ἀεὶ καὶ συνεκτρεχόντων, ἀγῶνι καὶ ἁμίλλῃ παραπλήσιόν τι ποιεῖν φάσκοντες, αὐτήν τε τὴν νίκην παρὰ τὸ μὴ εἶκον ὠνομάσθαι· καὶ γὰρ ἄλλα πάμπολλα μονονοὺ μέτροις τισὶ καὶ σταθμοῖς[*](στάσθμαις R. cf. Symb. p. 49) ἀκριβῶς τὴν τροφὴν διανέμοντα τοῖς ἀντιζύγοις πετάλοις ἰσότητα θαυμαστὴν καὶ τάξιν ἀποδίδωσιν ἔτι δʼ ἀπιθανώτεροι[*](ἔτι δʼ ἀπιθανώτεροι Doehnerus: ἐπεὶ πιθανώτεροι) τούτων εἰσὶν οἱ τὸ κάλλος καὶ τὴν εὐφυΐαν ἀγαπῆσαι τοὺς παλαιούς, ὡς Ὅμηρον[*](Ὁμηρον] ζ 163)ἔρνεϊ φοίνικος ἀπεικάσαντα τὴν ὥραν τῆς Φαιακίδος, ὑπονοοῦντες. οὐ γὰρ ἀγνοεῖτε δήπουθεν, ὅτι καὶ ῥόδοις καὶ λυχνίσιν[*](λύχνισιν mei), ἔνιοι δὲ καὶ μήλοις καὶ ῥοιαῖς[*](ib. malim ῥόαις) ἔβαλλον ὡς καλοῖς· γεραίροντες ἀεὶ[*](ἀεὶ] δὴ W) τοὺς νικηφόρους. ἀλλʼ οὐδὲν οὕτως ἐπιφανῶς ἐκπρεπέστερον ἔχει τῶν ἄλλων ὁ φοῖνιξ, ἅτε μηδὲ καρπὸν. ἐν τῇ Ἑλλάδι φέρων ἐδώδιμον ἀλλʼ ἀτελῆ καὶ ἄπεπτον. εἰ γάρ, ὥσπερ ἐν Συρίᾳ καὶ ἐν Αἰγύπτῳ, παρεῖχε τὴν βάλανον, ὄψει τε θεαμάτων καὶ γλυκύτητι[*](γλυκύτητα mei) τραγημάτων πάντων ἥδιστον, οὐκ ἂν ἦν ἕτερον αὐτῷ παραβαλεῖν[*](Duebnerus: παραλαβεῖν). ὁ γοῦν βασιλεύς, ὥς φασιν, ἀγαπήσας διαφερόντως τὸν Περιπατητικὸν φιλόσοφον Νικόλαον, γλυκὺν ὄντα τῷ ἤθει ῥαδινὸν δὲ τῷ μήκει τοῦ σώματος διάπλεων δὲ τὸ πρόσωπον ἐπιφοινίσσοντος ἐρυθήματος, τὰς μεγίστας καὶ καλλίστας τῶν φοινικοβαλάνων Νικολάους ὠνόμαζε, καὶ μέχρι νῦν οὕτως ὀνομάζονται.ταῦτʼ εἰπὼν ὁ Ἡρώδης οὐκ ἀτερπέστερον ἐμβάλλειν ἔδοξε τοῦ ζητουμένου τὸ[*](τὸ M) περὶ τοῦ Νικολάου. διὸ καὶ μᾶλλον ἔφη ὁ Σῶσπις[*](ὁ Σῶσπις Leonicus)προθυμητέον, ὡς ἕκαστος αὑτόν τις ἔπεισε, συνεισενεγκεῖν[*](ib. ὡς ἕκαστος - συνεισενεγκεῖν W: ὡς ἕκαστον αὐτῷ τις συνέπεισεν ἐνεγκεῖν (ἐγκεῖν Vd)) εἰς τὸ ζητούμενον. ἐγὼ δʼ εἰσφέρω πρῶτος, ὅτι δεῖ τὴν τῶν νικηφόρων δόξαν ἄφθιτον, ὡς ἀνυστὸν ἐστι, καὶ ἀγήρων[*](*: ἀγήρω) διαμένειν· ὁ δὲ φοῖνιξ μακρόβιον μέν ἐστιν ἐν τοῖς μάλιστα τῶν φυτῶν, ὥς που καὶ τὰ Ὀρφικὰ[*](Ὀρφικὰ] Mullach. 1 p. 183) ταῦτα μεμαρτύρηκε
[*](ζῶν δʼ ἴσον φοινίκων ἔρνεσιν ἀκροκ. W. Aliter Mullachius) μόνῳ δʼ αὐτῷ σχεδὸν ὑπάρχει τὸ κατὰ πολλῶν ὡς ἀληθῶς[*](ὡς ἀληθῶς] collocat post ὑπάρχει Herwerdenus; melius fuisset post σχεδὸν) λεγόμενον· τί δὲ τοῦτʼ ἔστι; τὸ ἐμπεδόφυλλον εἶναι καὶ ἀείφυλλον· οὔτε γὰρ δάφνην οὔτʼ ἐλαίαν οὔτε μυρσίνην οὔτʼ ἄλλο τι τῶν μὴ φυλλορροεῖν λεγομένων ὁρῶμεν ἀεὶ ταὐτὰ φύλλα διατηροῦν, ἀλλὰ τοῖς πρώτοις ἀπορρέουσιν ἑτέρων ἐπιβλαστανόντων, ὥσπερ πόλεις[*](πόλις R), ἕκαστον ἀείζωον[*](ib. em. Madvigius: ἀεὶ ζῶον) διαμένει καὶ ἀμείλικτον[*](ἀμείλικτον] ἀνέκλειπτον R) ὁ δὲ φοῖνιξ οὐθὲν ἀποβάλλων ἀφʼ αὑτοῦ τῶν φυομένων, βεβαίως ἀείφυλλός ἐστι· καὶ τοῦτο δὴ τὸ κράτος αὐτοῦ μάλιστα τῆς νίκης τῷ ἰσχυρῷ συνοικειοῦσι.
- ζῶον δʼ ἴσον ἀκροκόμοισιν
- φοινίκων ἔρνεσσιν,
παυσαμένου δὲ τοῦ Σώσπιδος, Πρωτογένης ὁ γραμματικός, ὀνόματι καλέσας Πραξιτέλην τὸν περιηγητὴν οὕτω δὴ τούτους ἔφη τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας· αὐτοὶ δʼ ἀφʼ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῷ λόγῳ συμβάλλεσθαι; καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλῳ Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος καὶ σπάδιξ ὠνομάσθη.