Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ὁ δὲ Φλῶρος οὐδὲ Καρνεάδην ἀπαξιοῦν ἔφη μνήμης· ἐν τοῖς Πλάτωνος γενεθλίοις, ἄνδρα τῆς Ἀκαδημείας[*](em. Duebnerus: ἀκαδημίας) εὐκλεέστατον ὀργιαστὴν Ἀπόλλωνος γὰρ ἀμφοτέρους ἑορτῇ γενέσθαι, τὸν μὲν[*](μὲν *: μὲν γὰρ) Θαργηλίοις Ἀθήνησι, τὸν δὲ Κάρνεια[*](κάρνια mei) Κυρηναίων ἀγόντων· ἑβδόμῃ δʼ ἀμφοτέρας[*](ἀμφοτέρας] add. τἀς ἑορτὰς Madvigius) ἑορτάζουσι. καὶ τὸν θεόν, ὡς ταύτῃ γενόμενον, ὑμεῖς εἶπεν οἱ προφῆται καὶ ἱερεῖς Ἑβδομαγενῆ καλεῖτε. διὸ τοὺς Ἀπόλλωνι τὴν Πλάτωνος τέκνωσιν ἀνατιθέντας οὐκ ἂν οἶμαί τινα φάναι καταισχύνειν τὸν θεόν, ἐπὶ μείζονα πάθη καὶ νοσήματα τοῦτον ἡμῖν διὰ Σωκράτους ἰατρὸν ὥσπερ ἑτέρου[*](ἑτέρους mei) Χείρωνος ἀπειργασμένον. ἅμα δὲ τῆς λεγομένης Ἀρίστωνι τῷ Πλάτωνος πατρὶ γενέσθαι καθʼ ὕπνον ὄψεως καὶ φωνῆς ἀπαγορευούσης μὴ συγγενέσθαι τῇ γυναικὶ μηδʼ ἅψασθαι δέκα μηνῶν ἐμνημόνευσεν.
ὑπολαβὼν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος ἄξιον μέν ἐστιν[*](οὐκ ἔστιν R) ἔφη περὶ Πλάτωνος ᾄδειν καὶ λέγειν τὸ
τοῦ γὰρ[*](γὰρ] δὲ W cum Amyoto) θείου δέδια μὴ δόξῃ τῷ ἀφθάρτῳ[*](ἀφθάρτῳ] φθαρτῷ mei) μάχεσθαι τὸ γεννῶν οὐχ ἧττον ἢ τὸ γεννώμενον· μεταβολὴ γάρ τις καὶ αὐτὴ καὶ πάθος· ὥς που καὶ Ἀλέξανδρος ὑπενόησεν, εἰπὼν μάλιστα θνητὸν καὶ φθαρτὸν ἐπιγιγνώσκειν ἑαυτὸν ἐν τῷ συγγίγνεσθαι γυναικὶ καὶ καθεύδειν ὡς τὸν μὲν ὕπνον ἐνδόσει γιγνόμενον ὑπʼ ἀσθενείας, γένεσιν δὲ πᾶσαν οἰκείου τινὸς εἰς ἕτερον ἔκστασιν καὶ φθορὰν[*](καὶ φθορὰν R: καταφθορὰν) οὖσαν. ἀναθαρρῶ δὲ πάλιν αὐτοῦ Πλάτωνος[*](Πλάτωνος] cf. Tim. p. 41a) ἀκούων πατέρα καὶ ποιητὴν τοῦ τε κόσμου καὶ τῶν ἄλλων γεννητῶν τὸν ἀγέννητον[*](malim γενητῶν τὸν ἀγένητον) καὶ ἀίδιον θεὸν ὀνομάζοντος, οὐ διὰ σπέρματος δήπου γενομένων[*](Turnebus: γενόμενον), ἄλλῃ δὲ δυνάμει τοῦ θεοῦ τῇ ὕλῃ γόνιμον ἀρχήν, ὑφʼ ἧς ἔπαθε καὶ μετέβαλεν, ἐντεκόντος
καὶ οὐδὲν οἴομαι δεινόν, εἰ μὴ πλησιάζων ὁ θεὸς ὥσπερ ἄνθρωπος[*](ἀνθρώποις mei), ἀλλʼ ἑτέραις τισὶν ἁφαῖς διʼ ἑτέρων καὶ ψαύσεσι τρέπει καὶ ὑποπίμπλησι θειοτέρας γονῆς τὸ θνητόν. κοὐκ[*](κοὐκ *: καὶ οὐκ cf. Nauck. p. 511) ἐμὸς ὁ μῦθος εἶπεν ἀλλʼ Αἰγύπτιοι τὸν τʼ Ἆπιν οὕτω λοχεύεσθαί φασιν ἐπαφῇ τῆς σελήνης· καὶ ὅλως ἄρρενι θεῷ πρὸς γυναῖκα θνητὴν ἀπολείπουσιν[*](ἀπολιποῦσιν mei. Ceterum ἀπολείπειν h. 1. admittere est) ὁμιλίαν ἀνάπαλιν[*](ib. malim τἀνάπαλιν) δʼ οὐκ ἂν οἴονται θνητὸν ἄνδρα θηλείᾳ θεῷ τόκου καὶ κυήσεως ἀρχὴν παρασχεῖν διὰ τὸ τὰς οὐσίας[*](οὐσίας Iunius: θυσίας) τῶν θεῶν ἐν ἀέρι καὶ πνεύμασι καί τισι θερμότησι καὶ ὑγρότησι τίθεσθαι.