Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τῇ ἕκτῃ τοῦ Θαργηλιῶνος ἱσταμένου τὴν Σωκράτους ἀγαγόντες γενέθλιον, τῇ ἑβδόμῃ τὴν Πλάτωνος ἢγομεν, καὶ τοῦτο πρῶτον λόγους ἡμῖν παρεῖχε τῇ συντυχίᾳ πρέποντας, ὧν κατῆρξε Διογενιανὸς ὁ Περγαμηνός. ἔφη γὰρ οὐ φαύλως εἰπεῖν Ἴωνα[*](Ἰωνα] cf. p. 416 d) περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστʼ αὐτῇ[*](αὐτῇ] deleverim) ὅμοια ποιεῖ τοῦτο μέντοι μουσικῶς ἔοικεν ἀπαυτοματίσαι τὸ μὴ μόνον οὕτω σύνεγγυς, ἀλλὰ καὶ πρότερον τῇ δόξῃ[*](δόξῃ] τάξει M) γεγονέναι τὸν πρεσβύτερον καὶ καθηγητήν. ἐμοὶ δὲ πολλὰ λέγειν ἐπῄει τοῖς παροῦσι τῶν εἰς ταὐτὸ καιροῦ συνδραμόντων· οἷον ἦν τὸ περὶ τῆς Εὐριπίδου γενέσεως καὶ τελευτῆς, γενομένου μὲν ἡμέρᾳ καθʼ ἣν οἱ Ἕλληνες ἐναυμάχουν ἐν Σαλαμῖνι πρὸς τὸν Μῆδον[*](Μῆδον] δῆμον mei), ἀποθανόντος δὲ καθʼ ἣν ἐγεννήθη Διονύσιος ὁ πρεσβύτερος τῶν ἐν Σικελίᾳ τυράννων[*](τῶν ἐν Σικ. τυράννων] expungit Cobetus)· ἅμα τῆς τύχης, ὡς Τίμαιος[*](Τίμαιος] Mueller. 1 p. 223)

ἔφη, τὸν μιμητὴν ἐξαγούσης τῶν τραγικῶν παθῶν καὶ τὸν ἀγωνιστὴν ἐπεισαγούσης ἐμνήσθησαν δὲ καὶ τῆς Ἀλεξάνδρου τοῦ βασιλέως τελευτῆς καὶ τῆς Διογένους τοῦ Κυνὸς ἡμέρᾳ μιᾷ[*](μία vel μίαι mei) γενομένης. καὶ τὸν μὲν Ἄτταλον·ν ἐν τοῖς ἑαυτοῦ γενεθλίοις τὸν βασιλέα τελευτῆσαι συνεφωνεῖτο· Πομπήιον δὲ Μάγνον οἱ μὲν ἐν τοῖς γενεθλίοις ἔφασαν, οἱ δὲ πρὸ μιᾶς ἡμέρας τῶν γενεθλίων ἀποθανεῖν περὶ Αἴγυπτον. ἧκε δὲ καὶ Πίνδαρος ἐπὶ μνήμην ἐν Πυθίοις γενόμενος πολλῶν καὶ καλῶν ὕμνων τῷ θεῷ χορηγός.

ὁ δὲ Φλῶρος οὐδὲ Καρνεάδην ἀπαξιοῦν ἔφη μνήμης· ἐν τοῖς Πλάτωνος γενεθλίοις, ἄνδρα τῆς Ἀκαδημείας[*](em. Duebnerus: ἀκαδημίας) εὐκλεέστατον ὀργιαστὴν Ἀπόλλωνος γὰρ ἀμφοτέρους ἑορτῇ γενέσθαι, τὸν μὲν[*](μὲν *: μὲν γὰρ) Θαργηλίοις Ἀθήνησι, τὸν δὲ Κάρνεια[*](κάρνια mei) Κυρηναίων ἀγόντων· ἑβδόμῃ δʼ ἀμφοτέρας[*](ἀμφοτέρας] add. τἀς ἑορτὰς Madvigius) ἑορτάζουσι. καὶ τὸν θεόν, ὡς ταύτῃ γενόμενον, ὑμεῖς εἶπεν οἱ προφῆται καὶ ἱερεῖς Ἑβδομαγενῆ καλεῖτε. διὸ τοὺς Ἀπόλλωνι τὴν Πλάτωνος τέκνωσιν ἀνατιθέντας οὐκ ἂν οἶμαί τινα φάναι καταισχύνειν τὸν θεόν, ἐπὶ μείζονα πάθη καὶ νοσήματα τοῦτον ἡμῖν διὰ Σωκράτους ἰατρὸν ὥσπερ ἑτέρου[*](ἑτέρους mei) Χείρωνος ἀπειργασμένον. ἅμα δὲ τῆς λεγομένης Ἀρίστωνι τῷ Πλάτωνος πατρὶ γενέσθαι καθʼ ὕπνον ὄψεως καὶ φωνῆς ἀπαγορευούσης μὴ συγγενέσθαι τῇ γυναικὶ μηδʼ ἅψασθαι δέκα μηνῶν ἐμνημόνευσεν.

ὑπολαβὼν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος ἄξιον μέν ἐστιν[*](οὐκ ἔστιν R) ἔφη περὶ Πλάτωνος ᾄδειν καὶ λέγειν τὸ

  1. οὐδὲ ἐῴκει[*](Hom. Ω 259)
  2. ἀνδρός γε θνητοῦ πάις[*](πάις idem: παῖς) ἔμμεναι ἀλλὰ θεοῖο·
τοῦ γὰρ[*](γὰρ] δὲ W cum Amyoto) θείου δέδια μὴ δόξῃ τῷ ἀφθάρτῳ[*](ἀφθάρτῳ] φθαρτῷ mei) μάχεσθαι τὸ γεννῶν οὐχ ἧττον ἢ τὸ γεννώμενον· μεταβολὴ γάρ τις καὶ αὐτὴ καὶ πάθος· ὥς που καὶ Ἀλέξανδρος ὑπενόησεν, εἰπὼν μάλιστα θνητὸν καὶ φθαρτὸν ἐπιγιγνώσκειν ἑαυτὸν ἐν τῷ συγγίγνεσθαι γυναικὶ καὶ καθεύδειν ὡς τὸν μὲν ὕπνον ἐνδόσει γιγνόμενον ὑπʼ ἀσθενείας, γένεσιν δὲ πᾶσαν οἰκείου τινὸς εἰς ἕτερον ἔκστασιν καὶ φθορὰν[*](καὶ φθορὰν R: καταφθορὰν) οὖσαν. ἀναθαρρῶ δὲ πάλιν αὐτοῦ Πλάτωνος[*](Πλάτωνος] cf. Tim. p. 41a) ἀκούων πατέρα καὶ ποιητὴν τοῦ τε κόσμου καὶ τῶν ἄλλων γεννητῶν τὸν ἀγέννητον[*](malim γενητῶν τὸν ἀγένητον) καὶ ἀίδιον θεὸν ὀνομάζοντος, οὐ διὰ σπέρματος δήπου γενομένων[*](Turnebus: γενόμενον), ἄλλῃ δὲ δυνάμει τοῦ θεοῦ τῇ ὕλῃ γόνιμον ἀρχήν, ὑφʼ ἧς ἔπαθε καὶ μετέβαλεν, ἐντεκόντος
  1. λήθουσι[*](λήθουσι Laërt. Diog. 4, 35: πλήθουσι) γάρ τοι κἀνέμων[*](ib. em. S:καὶ ἄνέμων) διέξοδοι
  2. [*](Nauck. p. 236)
  3. θήλειαν ὄρνιν, πλὴν ὅταν παρῇ τόκος.
καὶ οὐδὲν οἴομαι δεινόν, εἰ μὴ πλησιάζων ὁ θεὸς ὥσπερ ἄνθρωπος[*](ἀνθρώποις mei), ἀλλʼ ἑτέραις τισὶν ἁφαῖς διʼ
ἑτέρων καὶ ψαύσεσι τρέπει καὶ ὑποπίμπλησι θειοτέρας γονῆς τὸ θνητόν. κοὐκ[*](κοὐκ *: καὶ οὐκ cf. Nauck. p. 511) ἐμὸς ὁ μῦθος εἶπεν ἀλλʼ Αἰγύπτιοι τὸν τʼ Ἆπιν οὕτω λοχεύεσθαί φασιν ἐπαφῇ τῆς σελήνης· καὶ ὅλως ἄρρενι θεῷ πρὸς γυναῖκα θνητὴν ἀπολείπουσιν[*](ἀπολιποῦσιν mei. Ceterum ἀπολείπειν h. 1. admittere est) ὁμιλίαν ἀνάπαλιν[*](ib. malim τἀνάπαλιν) δʼ οὐκ ἂν οἴονται θνητὸν ἄνδρα θηλείᾳ θεῷ τόκου καὶ κυήσεως ἀρχὴν παρασχεῖν διὰ τὸ τὰς οὐσίας[*](οὐσίας Iunius: θυσίας) τῶν θεῶν ἐν ἀέρι καὶ πνεύμασι καί τισι θερμότησι καὶ ὑγρότησι τίθεσθαι.

ἐκ δὲ τούτου γενομένης σιωπῆς, πάλιν ὁ Διογενιανὸς ἀρξάμενος βούλεσθʼ εἶπεν, ἐπεὶ λόγοι περὶ θεῶν γεγόνασιν, ἐν τοῖς Πλάτωνος γενεθλίοις αὐτὸν Πλάτωνα κοινωνὸν παραλάβωμεν, ἐπισκεψάμενοι τίνα λαβὼν γνώμην ἀπεφήνατʼ ἀεὶ γεωμετρεῖν τὸν θεόν; εἴ γε δὴ θετέον εἶναι τὴν ἀπόφανσιν[*](Leonicus: ἀπόφασιν) ταύτην Πλάτωνος. ἐμοῦ δὲ ταῦτʼ εἰπόντος ὡς γέγραπται μὲν ἐν οὐδενὶ σαφῶς τῶν ἐκείνου βιβλίων[*](βυβλίων mei),

ἔχει δὲ πίστιν ἱκανὴν καὶ τοῦ Πλατωνικοῦ χαρακτῆρὸς ἐστιν· εὐθὺς ὑπολαβὼν ὁ Τυνδάρης οἴει γάρ εἶπεν, ὦ Διογενιανέ, τῶν περιττῶν τι καὶ δυσθεωρήτων αἰνίττεσθαι τὸν λόγον, οὐχ ὅπερ αὐτὸς εἴρηκε καὶ γέγραφε πολλάκις, ὑμνῶν γεωμετρίαν, ὡς ἀποσπῶσαν ἡμᾶς προσισχομένους[*](Anonymus: προισχομένους) τῇ αἰσθήσει καὶ ἀποστρέφουσαν ἐπὶ τὴν νοητὴν καὶ ἀίδιον φύσιν, ἧς θέα τέλος ἐστὶ φιλοσοφίας οἷον ἐποπτεία τελετῆς; ὁ γὰρ ἡδονῆς καὶ ἀλγηδόνος ἧλος, ὃς[*](ὃς] ὦ mei) πρὸς τὸ σῶμα τὴν ψυχὴν προσηλοῖ, μέγιστον κακὸν ἔχειν ἔοικε, τὸ τὰ αἰσθητὰ ποιεῖν ἐναργέστερα τῶν νοητῶν, καὶ καταβιάζεσθαι πάθει[*](πάθει X: καὶ πάθει) μᾶλλον ἢ λόγῳ κρίνειν τὴν διάνοιαν· ἐθιζομένη γὰρ ὑπὸ τοῦ σφόδρα πονεῖν καὶ ἥδεσθαι τῷ περὶ τὰ σώματα πλανητῷ καὶ μεταβλητῷ προσέχειν ὡς ὄντι τοῦ ἀληθῶς ὄντος τυφλοῦται, καὶ τὸ μυρίων ἀντάξιον ὀμμάτων[*](em. Vulcobius: ὀνομάτων vid. Plat. Rep. p. 527e) ὄργανον ψυχῆς καὶ φέγγος ἀπόλλυσιν, ᾧ μόνῳ θεατὸν ἐστι τὸ θεῖον. πᾶσι μὲν οὖν τοῖς καλουμένοις μαθήμασιν, ὥσπερ ἀστραβέσι καὶ λείοις κατόπτροις, ἐμφαίνεται τῆς τῶν νοητῶν ἀληθείας ἴχνη καὶ εἴδωλα· μάλιστα δὲ γεωμετρία κατὰ τὸν Φίλωνα ἀρχὴ καὶ μητρόπολις οὖσα τῶν ἄλλων ἐπανάγει καὶ στρέφει τὴν διάνοιαν, οἷον ἐκκαθαιρομένην καὶ ἀπολυομένην ἀτρέμα τῆς,· αἰσθήσεως. διὸ καὶ Πλάτων αὐτὸς ἐμέμψατο τοὺς περὶ Εὔδοξον καὶ Ἀρχύταν καὶ Μέναιχμον εἰς ὀργανικὰς καὶ μηχανικὰς κατασκευὰς τὸν τοῦ στερεοῦ διπλασιασμὸν ἀπάγειν
ἐπιχειροῦντας, ὥσπερ πειρωμένους διʼ ἀλόγου[*](διʼ ἀλογου Holwerda: διαλόγου aut διὰ λόγου) δύο μέσας ἀνάλογον[*](ἀνὰ λόγον Madvigius), ᾗ[*](ᾗ Herwerdenus: μὴ) παρείκοι, λαβεῖν[*](ὥσπερ πειρωμένους - λαβεῖν] del. W, sed Holwerda contulit Vit. Marc. c. 14)· ἀπόλλυσθαι γὰρ οὕτω καὶ διαφθείρεσθαι τὸ γεωμετρίας ἀγαθὸν αὖθις ἐπὶ τὰ αἰσθητὰ παλινδρομούσης καὶ μὴ φερομένης ἄνω μηδʼ ἀντιλαμβανομένης τῶν ἀιδίων καὶ ἀσωμάτων εἰκόνων, πρὸς αἷσπερ[*](αἷσπερ *: οἷσπερ) ὢν ὁ θεὸς ἀεὶ θεός ἐστι.