Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ὁ μὲν οὖν Διογενιανὸς ἢ παυσάμενος ἢ διαλιπὼν[*](Herwerdenus: διαλείπων) ἐσιώπησεν ἐπιφυομένου δʼ αὐτῷ τοῦ σοφιστοῦ πάλιν καὶ ῥήσεις τινὰς οἰομένου δεῖν τῶν Ἀριστοφανείων περαίνειν, ὁ Φίλιππος ἐμὲ προσαγορεύσας οὗτος μέν ἔφη τὴν ἐπιθυμίαν ἐμπέπληκε, τὸν ἥδιστον αὐτῷ Μένανδρον ἐπαινέσας[*](παραινέσας mei), καὶ τῶν ἄλλων οὐδὲν ἔτι φροντίζειν ἔοικε. λείπεται δὲ πολλὰ τῶν ἀκροαμάτων ἡμῖν ἀνεξέταστα, περὶ ὧν ἂν ἡδέως ἀκούσαιμί σου· τὸν δὲ τῶν ζῳδιογλύφων ἀγῶνα βραβεύσομεν αὔριον, ἂν δοκῇ τῷ ξένῳ καὶ Διογενιανῷ, νήφοντες.οὐκοῦν ἔφην ἐγὼ μῖμοί τινες εἰσιν, ὧν[*](ὧν] ὡς mei) τοὺς μὲν ὑποθέσεις τοὺς δὲ παίγνια καλοῦσιν· ἁρμόζειν[*](R: ἁρμόζει) δʼ οὐδέτερον οἶμαι συμποσίῳ γένος, τὰς μὲν ὑποθέσεις διὰ τὰ μήκη τῶν δραμάτων καὶ τὸ δυσχορήγητον τὰ δὲ παίγνια, πολλῆς γέμοντα βωμολοχίας καὶ σπερμολογίας, οὐδὲ τοῖς τὰ ὑποδήματα κομίζουσι παιδαρίοις, ἄν γε δὴ[*](ἄν γε δὴ * ἅ γε δὴ cf. p. 697e. 713a. passim) δεσποτῶν τῶν ᾖ[*](ᾖ] ἢ vel ἢ mei) σωφρονούντων, θεάσασθαι προσήκει. οἱ δὲ πολλοί, καὶ γυναικῶν συγκατακειμένων καὶ παίδων ἀνήβων, ἐπιδείκνυνται μιμήματα πραγμάτων καὶ λόγων, ἃ πάσης μέθης ταραχωδέστερον τὰς ψυχὰς;
διατίθησιν. ἀλλʼ ἥ γε κιθάρα πάλαι[*](aut nihil mutandum aut solum πάλαι in παλαιά corrig. cf. p. 1132e: καὶ τοῖς χρόνοις δὲ σφόδρα παλαιός ἐστι) που καὶ καθʼ Ὅμηρον ἔτι τοῖς χρόνοις γνωρίμη τῆς δαιτός ἐστι, καὶ μακρὰν οὕτω φιλίαν καὶ συνήθειαν οὐ πρέπει διαλύειν, ἀλλὰ δεῖσθαι τῶν κιθαρῳδῶν μόνον, ὅπως τὸν πολὺν θρῆνον καὶ γόον ἐξαιρῶσι[*](*: ἐξαίρωσι) τῶν ᾠδῶν, εὔφημα καὶ πρέποντα θαλιάζουσιν ἀνθρώποις ᾄδοντες. τὸν δʼ αὐλὸν οὐδὲ βουλομένοις ἀπώσασθαι τῆς τραπέζης ἔστιν· αἱ γὰρ σπονδαὶ ποθοῦσιν αὐτὸν ἅμα τῷ στεφάνῳ καὶ συνεπιφθέγγεται τῷ παιᾶνι τὸ θεῖον, εἶτʼ ἀπελίγανε καὶ διεξῆλθε τῶν ὤτων καταχεόμενος φωνὴν ἡδεῖαν ἄχρι τῆς ψυχῆς ποιοῦσαν γαλήνην· ὥστʼ, εἴ τι τῶν ἀσηρῶν[*](Duebnerus: ἀσήρων) καὶ πεφροντισμένων ὁ ἄκρατος οὐκ ἐξέσεισεν οὐδὲ διέλυσε, τοῦτο[*](τοῦτο R: τοῦτον) τῇ χάριτι καὶ πραότητι τοῦ μέλους ὑποκατακλινόμενον[*](idem: ὑποκατακλειόμενον) ἡσυχάζειν, ἄν γε δὴ καὶ αὐτὸς τὸ μέτριον αὑ διαφυλάττῃ μὴ παθαινόμενος μηδʼ ἀνασοβῶν καὶ παρεξιστὰς βόμβυξι[*](βόμβυξι] recte habet cf. Polluc. 4, 82) καὶ πολυχορδίαις τὴν διάνοιαν ὑγρὰν ὑπὸ τῆς μέθης καὶ ἀκροσφαλῆ γεγενημένην. ὡς · γὰρ τὰ θρέμματα λόγου μὲν οὐ συνίησι διάνοιαν ἔχοντος, σιγμοῖς δὲ καὶ ποππυσμοῖς ἀμελέσιν[*](ἐμμελέσιν X) ἢ σύριγξι καὶ στρόμβοις ἐγείρουσι καὶ κατευνάζουσι πάλιν[*](πάλιν R: καὶ πάλιν) οἱ νέμοντες, οὕτως, ὅσον ἔνεστι τῇ ψυχῇ φορβαδικὸν καὶ ἀγελαῖον καὶ ἀξύνετον λόγου καὶ ἀνήκοον, μέλεσι καὶ ῥυθμοῖς; ἐπιψάλλοντες καὶ καταυλοῦντες εὖ τίθενται καὶ καταπραΰνουσιν. οὐ μὴν ἀλλʼ εἰ δεῖ[*](δεῖ X) τὸ γʼ ἐμοὶ[*](γʼ ἐμοὶ *: γέ μοι) φαινόμενον εἰπεῖν, οὔτʼ ἂν αὐλοῦ ποτε καθʼ αὑτὸν οὔτε λύρας μέλει[*](μέλει W: μέλος) χωρὶς λόγου καὶ ᾠδῆς ἐπιτρέψαιμι[*](ἐπιτρέψαιμι idem: ἐπιτρέψαι) τὸ συμπόσιον, ὥσπερ ῥεύματι φέρειν ὑπολαμβάνοντι· δεῖ γὰρ οὕτως ἐθίζειν καὶ σπουδάζοντας[*](καὶ παίζοντας *) καὶ παίζοντας, ὥστε καὶ τὰς ἡδονὰς ἐκ λόγου λαμβάνειν καὶ τὰς διατριβὰς ἐν λόγῳ ποιεῖσθαι· τὸ δὲ μέλος καὶ τὸν ῥυθμὸν ὥσπερ ὄψον ἐπὶ τῷ λόγῳ καὶ μὴ καθʼ αὑτὰ προσφέρεσθαι μηδὲ λιχνεύειν. ὡς γὰρ ἡδονὴν ἐν οἴνῳ καὶ ὄψῳ τῇ χρείᾳ τῆς τροφῆς συνεισιοῦσαν οὐδεὶς ἀπωθεῖται, τὴν δʼ ἐπὶ τοῖς μύροις οὐκ ἀναγκαίαν καὶ περίεργον οὖσαν ὁ Σωκράτης ἐπὶ κόρρης ῥαπίζων ἐξέβαλλεν[*](ἐξέβαλλεν] cf. Xen. Symp. c. 2)· οὕτω ψαλτηρίου φωνῆς καὶ αὐλοῦ, καθʼ ἑαυτὴν τὰ ὦτα κοπτούσης[*](κοπτούση mei), μὴ ὑπακούωμεν· ἂν δʼ ἕπηται μετὰ λόγου καὶ ᾠδῆς ἑστιῶσα καὶ τέρπουσα τὸν ἐν ἡμῖν λόγον, εἰσάγωμεν, οἰόμενοι καὶ τὸν Μαρσύαν ἐκεῖνον ὑπὸ τοῦ θεοῦ κολασθῆναι, ὅτι φορβειᾷ[*](φορβαίαι vel φορβαία mei) καὶ αὐλοῖς ἐπιστομίσας ἑαυτὸν ἐτόλμησε ψιλῷ μέλει[*](M: μέρει) διαγωνίζεσθαι πρὸς ᾠδὴν καὶ κιθάραν. μόνον ἔφην σκοπῶμεν, ὅπως συμπόταις διὰ λόγου καὶ φιλοσοφίας ἀλλήλους εὐφραίνειν δυναμένοις μηδὲν ἐπάξομεν τοιοῦτον θύραθεν[*](θύραθεν W: οὐράθεν), ὃ κώλυμα διαγωγῆς μᾶλλον ἢ διαγωγή[*](ἡ δʼ ἀγωγὴ mei) τις ἔσται. οὐ γὰρ μόνον ὅσοι τὴν σωτηρίαν οἴκοι καὶ παρʼ αὑτῶν ἔχοντεςἄλλην θέλουσιν[*](X: ἐθέλουσιν) εἰσαγώγιμον λαβεῖν,[*](Nauck. p. 678) ὡς Εὐριπίδης εἶπεν, ἀβέλτεροὶ εἰσιν[*](εἰσιν] del. Doehnerus), ἀλλὰ καὶ ὅσοι, πολλῆς ἐν αὐτοῖς εὐφροσύνης καὶ θυμηδίας παρούσης, ἔξωθεν ἐπάγειν τὰ τέρποντα φιλοτιμοῦνται. καὶ γὰρ ἡ τοῦ μεγάλου βασιλέως μεγαλοφροσύνη πρὸς Ἀνταλκίδαν[*](ἀντιαλκίδαν mei) τὸν Λάκωνα δεινῶς ἀπειρόκαλος ἐφάνη καὶ ἀγροῖκος, ὁπηνίκα ῥόδων καὶ κρόκου μεμιγμένων στέφανον εἰς μύρον βάψας ἔπεμψεν αὐτῷ, τὸ σύμφυτον καὶ ἴδιον καλὸν ἀποσβέσας καὶ καθυβρίσας τοῖς ἄνθεσιν[*](τοῖς ἀνθοῦσι(ν) mei). ὅμοιον οὖν ἐστι τό, συμποσίου χάριν ἔχοντος ἐν ἑαυτῷ καὶ μοῦσαν ἰδίαν, καταυλεῖν καὶ καταψάλλειν ἔξωθεν, ἀφαιρούμενον τῷ ἀλλοτρίῳ τὸ οἰκεῖον. μάλιστα γοῦν ἀκροαμάτων ἂν[*](ἂν *) εἴη καιρὸς ἐν συμποσίῳ κυμαίνοντι καὶ κορυσσομένῳ[*](em. Anonymus: κρουσσομένῳ) πρὸς ἔριν ἢ φιλονεικίαν ὥστε λοιδορίαν τινὰ κατασβέσαι καὶ ζητήσεως εἰς ἅμιλλαν ἀτερπῆ καὶ ἀγῶνα[*](ἀγῶνας R: πρὸς ἀγῶνας) σοφιστικὸν ἐκφερομένης ἐπιλαμβάνεσθαι, καὶ ἀγῶνας ἐκκλησιαστικοὺς καὶ ἀγοραίους ἐπισχεῖν, ἄχρι ἂν αὖθις ἐξ ἀρχῆς ἀθόρυβον καὶ ἀνήνεμον[*](νήνεμον X) γένηται τὸ συμπόσιον.
περὶ ὧν ἔμελλον ἐκκλησιάζειν Ἀθηναῖοι λόγος ἦν παρὰ τὸ δεῖπνον, ἑστιῶντος ἡμᾶς Νικοστράτου· καί τινος εἰπόντος ὡς[*](ὡς] del. R)Περσικὸν πρᾶγμα ποιοῦμεν, ὦ ἄνδρες, βουλευόμενοι παρʼ οἶνον·τί μᾶλλον ἔφη ὁ Γλαυκίας ὑπολαβών ἢ[*](ἢ Basileensis) Ἑλληνικόν; Ἕλλην μὲν γὰρ ἦν ὁ εἰπών
γαστρὸς ἀπὸ πλείης βουλὴ καὶ μῆτις ἀμείνων·[*](cf. p. 700e) Ἕλληνες δὲ σὺν Ἀγαμέμνονι Τροίαν ἐπολιόρκουν, οἷς φαγοῦσι καὶ πιοῦσιν
ὁ γέρων πάμπρωτον[*](πάμπρωτος idem) ὑφαίνειν ἤρχετο μῆτιν;[*](Hom. H 324) ἐπʼ αὐτὸ τοῦτο τῆς κλήσεως καὶ[*](καὶ] del. R) τῶν ἀρίστων εἰσηγητὴς τῷ βασιλεῖ γενόμενος,
δαίνυ δαῖτα γέρουσι,[*](Hom. I 70)πολλῶν γάρ τοι φησίν
ἀγρομένων τῷ πείσεαι,διὸ καὶ τὰ πλείστῃ[*](em. W: πλεῖστα) χρησάμενα τῆς Ἑλλάδος εὐνομίᾳ γένη καὶ μάλιστα φιλοχωρήσαντα περὶ τοὺς ἀρχαίους ἐθισμοὺς,· ἐν οἴνῳ τὰς ἀρχὰς συνεῖχε. τὰ γὰρ παρὰ Κρησὶν Ἀνδρεῖα καλούμενα, παρὰ δὲ Σπαρτιάταις Φιδίτια[*](Basileensis: φιλίτια), βουλευτηρίων ἀπορρήτων καὶ συνεδρίων ἀριστοκρατικῶν τάξιν εἶχεν, ὥσπερ οἶμαι καὶ τὸ ἐνθάδε Πρυτανεῖον καὶ Θεσμοθετεῖον[*](*: θεσμοθέσιον) οὐ πόρρω δὲ τούτων ὁ νυκτερινὸς σύλλογος παρὰ Πλάτωνι[*](Πλάτωνι de Legg p. 968a) τῶν ἀρίστων καὶ πολιτικωτάτων ἀνδρῶν ἐστιν, ἐφʼ ὃν ἀναπέμπεται τὰ μέγιστα καὶ πλείστης ἄξια φροντίδος. οἱ δὲ τῷ Ἑρμῇὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ.[*](ib. 74)
πυμάτῳ σπένδοντες, ὅτε μνησαίατο κοίτου,[*](Hom. η 138) ἆρʼ οὐκ εἰς ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ) συνάγουσι τῷ οἴνῳ τὸν λόγον; ὡς γοῦν παρόντι καὶ συνεπισκοποῦντι τῷ φρονιμωτάτῳ θεῷ, πρῶτον ἀπαλλαττόμενοι προσεύχονται. οἱ δὲ πάμπαν ἀρχαῖοι ὡς οὐδὲ τοῦ Ἑρμοῦ δεόμενον τὸν Διόνυσον αὐτὸν Εὐβουλῆ καὶ τὴν νύκτα διʼ ἐκεῖνον εὐφρόνην προσεῖπον[*](προσεῖπεν mei).
ταῦτα τοῦ Γλαυκίου διεξελθόντος, ἔδοξαν ἡμῖν ἐπιεικῶς οἱ θορυβώδεις ἐκεῖνοι κατακεκοιμίσθαι[*](em. S: κατακεκοιμῆσθαι) λόγοι, καὶ ὅπως ἔτι μᾶλλον αὐτῶν ἀμνηστία
γένοιτο, ζήτησιν ἑτέραν ἐπάγων Νικόστρατος ἔφη πρότερον οὐ πάνυ μέλειν αὐτῷ Περσικοῦ τοῦ πράγματος εἶναι δοκοῦντος· ἐπεὶ δὲ νῦν Ἑλληνικὸν εἶναι[*](εἶναι] ὄν R) πεφώραται, δεῖσθαι λόγου βοηθοῦντος αὐτῷ πρὸς τὴν αὐτόθεν φαινομένην ἀτοπίαν. ὅ τε γὰρ λογισμός, ὥσπερ ὀφθαλμὸς ἐν ὑγρῷ σάλον ἔχοντι, δυσκίνητον[*](δυσκυβέρνητον idem) ἡμῖν καὶ δύσεργόν ἐστι τά τε πάθη[*](τά τε πάθη *: τὰ δʼ ἐπαχθῆ (τὰ δὲ πάθη R)) πανταχόθεν ὥσπερ ἑρπετὰ πρὸς ἥλιον σαλευόμενα πρὸς τὸν οἶνον καὶ ἀναδυόμενα τὴν γνώμην ἐπισφαλῆ ποιεῖ καὶ ἀκατάστατον. ὅθεν ὥσπερ ἡ κλίνη τοῖς πίνουσι τῆς καθέδρας ἀμείνων, ὅτι τὸ σῶμα κατέχει καὶ ἀπολύει[*](R: ἀπολαύει) κινήσεως ἁπάσης, οὕτως ἔχειν ἀτρέμα τὴν ψυχὴν ἄριστον· εἰ δὲ μή, δοτέον, ὥσπερ παισὶν ἀτρεμεῖν μὴ δυναμένοις, οὐ δόρυ καὶ ξίφος, ἀλλὰ πλαταγὴν καὶ σφαῖραν, ὥσπερ ὁ θεὸς τὸν νάρθηκα τοῖς μεθύουσιν ἐνεχείρισε κουφότατον βέλος καὶ μαλακώτατον ἀμυντήριον, ὅπως, ἐπεὶ τάχιστα παίουσιν, ἥκιστα βλάπτωσι· δεῖ γὰρ γελοῖα τὰ σφάλματα τοῖς μεθύουσι ποιεῖν, οὐκ οἰκτρὰ καὶ τραγικὰ καὶ μεγάλας ἀποτεύξεις ἔχοντα. καὶ μήν, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς περὶ τῶν μεγίστων σκέψεσι, τὸν[*](τὸν R: τὸν μὲν) ἐνδεᾶ νοῦ καὶ πραγμάτων ἄπειρον ἕπεσθαι τοῖς φρονοῦσι καὶ τῶν ἐμπείρων ἀκούειν, ἀφαιρεῖται τοὺς μεθύοντας ὁ οἶνος· ὥστε καὶ τοὔνομα γενέσθαι φησὶν ὁ Πλάτων[*](Πλάτων] Cratyl. p. 406c)ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τοὺς πίνοντας· οὔτε γὰρ ἐλλόγιμος οὔτε καλὸς οὔτε πλούσιος[*](λογισμὸς - κάλλος - πλοῦτος mei) οὕτως οἴεται, καίπερ οἰόμενος, εἶναι τῶν πινόντων ἕκαστος, ὡς φρόνιμος· διὸ καὶ πολύφωνος ὁ οἶνός ἐστι καὶ λαλιᾶς ἀκαίρου καὶ φρονήματος ἡγεμονικοῦ καταπίμπλησιν, ὡς οὐκ ἀκούειν ἀλλʼ ἀκούεσθαι μᾶλλον ἡμῖν καὶ ἄγειν οὐχ ἕπεσθαι προσῆκον. ἀλλὰ γάρ ἔφη τὰ μὲν εἰς τοῦτο ῥᾳδίως ἄν τις συναγάγοι· δῆλα γάρ ἐστι· τῶν δʼ ἐναντίων ἀκουστέον, εἴ τις ἢ νέος προσέστηκεν[*](προέστηκεν W et alii male, vid. Symb.) ἢ πρεσβύτερος.ἐπιβούλως δὴ πάνυ καὶ σοφιστικῶς ὁ ἀδελφὸς ἡμῶν οἴει γὰρ ἄν ἔφη τινὰ τοὺς ἐνδεχομένους λόγους εὑρεῖν ἐν τῷ παρόντι καιρῷ πρὸς τὸ πρόβλημα; τοῦ δὲ Νικοστράτου πάνυ φήσαντος οἴεσθαι, τοσούτων φιλολόγων καὶ πολιτικῶν παρόντων, ὑπομειδιάσας ἐκεῖνος εἶτʼ ἔφη περὶ τούτων μὲν οἴει καὶ σεαυτὸν ἱκανῶς ἂν εἰπεῖν πρὸς ἡμᾶς, πρὸς δὲ πραγματικὴν καὶ πολιτικὴν σκέψιν ἀθέτως ἔχειν διὰ τὸν οἶνον; ἢ τοῦθʼ ὅμοιόν ἐστι τῷ νομίζειν ὅτι ταῖς ὄψεσιν ὁ πίνων γὰρ---[*](lac. add. Duebnerus. Suppleo ὁ πίνων ΠΑΡ[ορῶν τὰ μεγάλα, τὰ μικρὰ ὑΠΕΡ]ευ μεταβλέπει cf. p. 611b: τὰ δὲ - μεγάλα - ὑπέρευ παρορῶντες) εὖ μεταβλέπει, αὖθις δὲ τοῖς ὠσὶ παρακούει τῶν ἐντυγχανόντων καὶ διαλεγομένων, τῶν δʼ ᾀδόντων καὶ αὐλούντων ἀκριβῶς ἀκούει; ὡς γὰρ ἐνταῦθα μᾶλλον εἰκός ἐστι τῶν γλαφυρῶν τὰ χρειώδη τὴν αἴσθησιν ἐπιστρέφειν, οὕτω καὶ τὴν διάνοιαν. οὐ θαυμάσαιμί δ̓ ἄν, εἴ τι τῶν φιλοσόφων καὶ
περιττῶν ἐκφύγοι παρʼ οἶνον[*](Turnebus: πάροινον) εἰς δὲ πραγματικὰς σκέψεις ἀγομένην, πυκνοῦσθαι καὶ συνίστασθαι τῷ φρονεῖν εἰκός ἐστιν ὥσπερ ὁ Φίλιππος ἐν Χαιρωνείᾳ πολλὰ ληρῶν ὑπὸ μέθης καὶ καταγέλαστος ὤν, ἅμα τῷ προσπεσεῖν αὐτῷ περὶ σπονδῶν καὶ εἰρήνης λόγον, ἔστησε τὸ πρόσωπον καὶ συνήγαγε τὰς ὀφρῦς, καὶ τὸ ῥεμβῶδες[*](idem: ῥομβῶδες) καὶ ἀκόλαστον ἐκσοβήσας εὖ μάλα βεβουλευμένην καὶ νήφουσαν ἔδωκε τοῖς Ἀθηναίοις ἀπόκρισιν. καίτοι τὸ πίνειν τοῦ μεθύειν διαφέρει, καὶ τοὺς μεθύοντας ὥστε ληρεῖν οἰόμεθα δεῖν ἀπιόντας καθεύδειν οἴνῳ δὲ χρωμένους ἐπὶ πλέον καὶ διαπίνοντας, ἄλλως νοῦν ἔχοντας ἄνδρας, οὐκ ἄξιον δεδιέναι μὴ σφαλῶσι τῷ λογισμῷ καὶ τὴν ἐμπειρίαν ἀποβάλωσιν, ὁρῶντας[*](ὁρῶντας Leonicus) ὀρχηστάς τε καὶ κιθαριστὰς οὐδέν τι χεῖρον ἐν[*](ἐν] ἢ mei) συμποσίοις ἢ θεάτροις πράττοντας. ἡ γὰρ ἐμπειρία παροῦσα καὶ τὸ σῶμα ταῖς,· ἐνεργείαις ὀρθούμενον παρέχει καὶ συγκινούμενον ἀσφαλῶς· πολλοῖς δʼ ἰταμότητα θάρσους συνεργὸν ὁ ἄκρατος, οὐ[*](οὐ R: οὐδὲ) βδελυρὰν οὐδʼ ἄκρατον[*](ἄκρατον] ἄκαιρον Hirschigius) ἀλλʼ εὔχαριν καὶ πιθανὴν, προστίθησιν ὥσπερ καὶ τὸν Αἰσχύλον ἱστοροῦσι τὰς τραγῳδίας ἐμπίνοντα ποιεῖν, καὶ οὐχ, ὡς Γοργίας[*](ὡς Γοργίας] ὡς γοργῶς (aut γαυριάσας aut διʼ ὀργῆς) Herwerdenus. Fort. ὥσπερ τις (sc. Aristophanes)) εἶπεν, ἓν τῶν δραμάτων αὐτοῦ μεστὸν[*](μεστὸν R: μέγιστον cf. Arist. Ran. 1021) Ἄρεος[*](Ἀρεος *: ἄρεως vel ἀραιῶς) εἶναι, τοὺς ἕπτʼ ἐπὶ Θήβας, ἀλλὰ πάντα Διονύσου. θερμαντικός γὰρ ὢν κατὰ τὸν Πλάτωνα[*](Πλάτωνα] Tim. p. 60a)τῆς ψυχῆς μετὰ τοῦ σώματος ὁ οἶνος εὔδρομον τὸ σῶμα ποιεῖ καὶ πόρους ῥήγνυσι φαντασιῶν ἐφελκομένων μετὰ τοῦ θαρρεῖν τὸν λόγον· ἔνιοι γὰρ εὑρετικὴν φύσιν ἔχοντες, ἐν δὲ τῷ νήφειν ἀτολμοτέραν καὶ πεπηγυῖαν, ὅταν εἰς τὸ πίνειν ἔλθωσιν, ὥσπερ ὁ λιβανωτός, ὑπὸ θερμότητος ἀναθυμιῶνται. τὸν δὲ δὴ φόβον οὐδενὸς ἧττον ἐμποδὼν ὄντα βουλευομένοις ἐξελαύνει, καὶ πολλὰ τῶν ἄλλων παθῶν ἀφιλότιμα καὶ ἀγεννῆ κατασβέννυσι, καὶ τὸ κακόηθες καὶ τὸ ὓπουλον ὥσπερ τινὰς διπλόας ἀναπτύσσει τῆς ψυχῆς, καὶ παντὸς ἤθους καὶ πάθους ποιεῖ καταφάνειαν ἐν τοῖς λόγοις· ἔστι δὲ παρρησίας καὶ διʼ αὐτὴν ἀληθείας γονιμώτατος. ἧς μὴ παρούσης, οὐδὲν ἐμπειρίας οὐδʼ ἀγχινοίας ὄφελος[*](ἀληθείας - - ὄφελος] versus effecit Kock. 3 p. 474). ἀλλὰ πολλοὶ τῷ ἐπιόντι[*](ἐπιόντι Anonymus: ἕποντι) χρώμενοι μᾶλλον κατορθοῦσιν ἢ εἰ[*](εἰ Doehnerus) κρύπτουσιν ἐπιβούλως καὶ πανούργως τὸ παριστάμενον. οὐδὲν οὖν δεῖ δεδιέναι κινοῦντα τὰ πάθη τὸν οἶνον· κινεῖ γὰρ οὐ τὰ φαυλότατα, πλὴν ἐν τοῖς κακίστοις, ὧν οὐδέποτε νήφει τὸ βουλευόμενον· ἀλλʼ ὥσπερ τὰ κουρεῖα Θεόφραστος εἰώθει καλεῖν ἄοινα συμπόσια διὰ τὴν λαλιάν, οὕτως ἄοινος ἀεὶ μέθη καὶ σκυθρωπὴ ταῖς τῶν ἀπαιδεύτων ἐνοικεῖ ψυχαῖς, ἐπιταραττομένη[*](ἐπιταραττομέναις?) ὑπʼ ὀργῆς τινος ἢ δυσμενείας ἢ φιλονεικίας ἢ ἀνελευθερίας· ὧν ὁ οἶνος ἀμβλύνων τὰ πολλὰ μᾶλλον ἢ παροξύνων οὐκ ἄφρονας οὐδʼ ἠλιθίους ἀλλʼ ἁπλοῦς ποιεῖ καὶ ἀπανούργους, οὐδὲ παρορατικοὺς τοῦ συμφέροντος ἀλλὰ τοῦ καλοῦ προαιρετικούς. οἱ δὲ τὴν πανουργίαν δεινότητα καὶ φρόνησιν ἡγούμενοι τὴν ψευδοδοξίαν καὶ ἀνελευθερίαν, εἰκότως ἀβελτέρους ἀποφαίνουσι τοὺς ἐν οἴνῳ λέγοντας ἀφελῶς καὶ ἀδόλως τὸ φαινόμενον. τοὐναντίον δʼ οἱ παλαιοὶ τὸν θεὸν Ἐλευθερᾶ[*](Duebnerus: ἐλευθέρα) καὶ Λύσιον ἐκάλουν καὶ μαντικῆς πολλὴν[*](em. M: πολλῆς) ἔχειν ἡγοῦντο μοῖραν, οὐ διὰ τὸ βακχεύσιμον καὶ[*](καὶ] καὶ τὸ?) μανιῶδεςὥσπερ Εὐριπίδης[*](Εὐριπίδης] Bacch. 298) εἶπεν, ἀλλʼ ὅτι τὸ δουλοπρεπὲς καὶ περιδεὲς καὶ ἄπιστον ἐξαιρῶν[*](Duebnerus: ἐξαίρων) καὶ ἀπολύων τῆς ψυχῆς ἀληθείᾳ καὶ παρρησίᾳ χρῆσθαι πρὸς ἀλλήλους δίδωσιν.