Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

καὶ ὁ Φίλιππος ὁρῶν ὑποδυσχεραίνοντας ἐνίους φείδου[*](cf. Aristoph. Ran. 180. 269) εἶπεν ὦ τᾶν, καὶ παραβάλλου λοιδορῶν ἡμᾶς· ἡμεῖς γάρ ἐσμεν οἱ πρῶτοι τοῦ πράγματος εἰσαγομένου δυσχεράναντες ἐν Ῥώμῃ καὶ καθαψάμενοι τῶν ἀξιούντων Πλάτωνα διαγωγὴν ἐν οἴνῳ ποιεῖσθαι, καὶ τῶν Πλάτωνος διαλόγων ἐπὶ τραγήμασι καὶ μύροις ἀκούειν διαπίνοντας[*](W: διατείνοντας)· ὅτε, καὶ Σαπφοῦς ἀναλεγομένης[*](idem: ἀναδεχομένης) καὶ τῶν Ἀνακρέοντος, ἐγὼ μοι δοκῶ καταθέσθαι τὸ ποτήριον αἰδούμενος. πολλὰ δʼ εἰπεῖν[*](εἶπεν mei) ἐπιόν[*](ἐπιὸν Condos: ἐπιόντα) μοι δέδια μὴ μετὰ σπουδῆς τινος οὐ παιδιᾶς διαλέγεσθαι[*](οὐ παιδιᾶς διαλέγεσθαι *: οὐ παιδιᾶς λέγεσθαι) πρός σε δόξω[*](δόξη mei)· ὅθεν, ὡς ὁρᾷς, ποτίμῳ λόγῳ[*](ποτίμῳ λόγῳ] cf. Plat. Phaedr. p. 243 d) ἁλμυρὰν ἀκοὴν κατακλύσαι τῷ φίλῳ Διογενιανῷ μετὰ τῆς κύλικος δίδωμι.

δεξάμενος οὖν ὁ Διογενιανὸς ἀλλὰ καὶ τούτους ἔφη νήφοντας ἀκούω λόγους· ὥσθʼ ὁ οἶνος ἡμᾶς ἀδικεῖν[*](ἀδικεῖν Turnebus: εὐδοκιμεῖν aut εὐδοκεῖν) οὐκ ἔοικεν οὐδὲ κρατεῖν. δέδια δὴ

μὴ καὶ αὐτὸς εὐθύνας ὑπόσχω· καίτοι[*](καὶ γάρ τοι R) τὰ πολλὰ περικοπτέα[*](περικοπτέον?) τῶν ἀκροαμάτων ἐστί· πρώτην[*](πρώτην τὴν Huttenus) τραγῳδίαν, ὡς οὐ πάνυ τι συμποτικὸν ἀλλὰ σεμνότερον βοῶσαν καὶ σκευωρουμένην πραγμάτων ὑποκρίσεις πάθος ἐχόντων καὶ οἶκτον. ἀποπέμπω δὲ τῆς ὀρχήσεως τὴν Πυλάδειον, ὀγκώδη καὶ παθητικὴν καὶ πολυπρόσωπον οὖσαν· αἰδοῖ δὲ τῶν ἐγκωμίων ἐκείνων, ἃ Σωκράτης[*](Σωκράτης] cf. Xen. Symp. 2, 16) περὶ ὀρχήσεως διῆλθε, δέχομαι τὴν Βαθύλλειον αὐτόθεν πέζαν τοῦ κόρδακος ἁπτομένην, Ἠχοῦς ἤ τινος Πανὸς ἢ Σατύρου σὺν Ἔρωτι κωμάζοντος ὑπόρχημά τι[*](ὑπόρχημά τι W ex Athen. p. 20e: ὑπορχήματος) διατιθεμένην[*](διατιθεμένην] ἀτιθεμένην mei). τῶν δὲ κωμῳδιῶν ἡ μὲν ἀρχαία διὰ τὴν ἀνωμαλίαν ἀνάρμοστος ἀνθρώποις πίνουσιν· ἥ τε γὰρ ἐν ταῖς λεγομέναις παραβάσεσιν αὐτῶν σπουδὴ καὶ παρρησία λίαν ἄκρατός ἐστι καὶ σύντονος, ἥ τε πρὸς τὰ σκώμματα καὶ βωμολοχίας εὐχέρεια δεινῶς κατάκορος καὶ ἀναπεπταμένη καὶ γέμουσα ῥημάτων ἀκόσμων καὶ ἀκολάστων ὀνομάτων· ἔτι δʼ ὥσπερ ἐν τοῖς ἡγεμονικοῖς δείπνοις ἑκάστῳ παρέστηκε τῶν κατακειμένων οἰνοχόος, οὕτω δεήσει γραμματικὸν ἑκάστῳ τὸ καθʼ ἕκαστον ἐξηγεῖσθαι, τίς ὁ Λαισποδίας[*](M: λαισμοδίας cf. Kock. 1 p. 284) παρʼ Εὐπόλιδι καὶ ὁ Κινησίας[*](Κινησίας] cf. Plat. Gorg. p. 501e) παρὰ Πλάτωνι καὶ ὁ Λάμπων[*](Λάμπων] vid. Suid. s. v. Athen. p. 344e) παρὰ Κρατίνῳ, καὶ τῶν κωμῳδουμένων ἕκαστος· ὥστε γραμματοδιδασκαλεῖον ἡμῖν γενέσθαι
τὸ συμπόσιον ἢ κωφὰ καὶ ἄσημα τὰ σκώμματα διαφέρεσθαι. περὶ δὲ τῆς νέας κωμῳδίας τί ἂν[*](ἂν Herwerdenus) ἀντιλέγοι τις[*](ἂν λέγοι τις Madvigius); οὕτω γὰρ ἐγκέκραται[*](συγκέκραται Cobetus) τοῖς συμποσίοις, ὡς μᾶλλον ἂν οἴνου χωρὶς ἢ Μενάνδρου διακυβερνῆσαι[*](διακυβερνήσαι Duebnerus, alii alia; sed nihil opus cf. p. 645b) τὸν πότον. ἥ τε γὰρ λέξις ἡδεῖα καὶ πεζὴ κατέσπαρται τῶν πραγμάτων, ὡς μήθʼ ὑπὸ νηφόντων καταφρονεῖσθαι μήτʼ οἰνωμένους[*](noli ᾠνωμένους corrigere) ἀνιᾶν· γνωμολογίαι τε χρησταὶ καὶ ἀφελεῖς ὑπορρέουσαι καὶ τὰ σκληρότατα τῶν ἠθῶν ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττουσι καὶ κάμπτουσι πρὸς τὸ ἐπιεικέστερον[*](em. Emperius: ἐπιεικέστατον)· ἥ τε τῆς σπουδῆς πρὸς τὴν παιδιὰν ἀνάκρασις ἐπʼ οὐδὲν ἂν πεποιῆσθαι δόξειεν ἀλλʼ[*](ἄλλη mei) ἢ πεπωκότων καὶ διακεχυμένων ἡδονὴν ὁμοῦ καὶ ὠφέλειαν. ἔχει δὲ καὶ τὰ ἐρωτικὰ παρʼ αὐτῷ καιρὸν πεπωκόσιν ἀνθρώποις, καὶ ἀναπαυσομένοις μετὰ μικρὸν ἀπιοῦσι παρὰ τὰς ἑαυτῶν γυναῖκας· οὔτε[*](οὔτε γὰρ?) παιδὸς ἔρως ἄρρενός ἐστιν ἐν τοσούτοις δράμασιν, αἵ τε φθοραὶ τῶν παρθένων εἰς γάμον ἐπιεικῶς καταστρέφουσι· τὰ δὲ πρὸς ἑταίρας, ἂν μὲν ὦσιν ἰταμαὶ[*](ἰταμαὶ Turnebus: ἱκαναὶ) καὶ θρασεῖαι, διακόπτεται σωφρονισμοῖς τισιν ἢ μετανοίαις τῶν νέων· ταῖς δὲ χρησταῖς καὶ ἀντερώσαις ἢ πατήρ τις ἀνευρίσκεται γνήσιος, ἢ χρόνος τις ἐπιμετρεῖται τῷ ἔρωτι, συμπεριφορὰν αἰδοῦς· ἔχων φιλάνθρωπον. ταῦτα δʼ ἀνθρώποις ἄλλο μὲν τι πράττουσιν ἴσως οὐδεμιᾶς σπουδῆς ἄξιά ἐστίν·
ἐν δὲ τῷ πίνειν οὐ θαυμάσαιμʼ ἄν, εἰ τὸ τερπνὸν αὐτῶν καὶ γλαφυρὸν ἅμα καὶ πλάσιν τινὰ καὶ κατακόσμησιν ἐπιφέρει, συνεξομοιοῦσαν τὰ ἤθη τοῖς ἐπιεικέσι καὶ φιλανθρώποις.