Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
καὶ ὁ Φίλιππος ὁρῶν ὑποδυσχεραίνοντας ἐνίους φείδου[*](cf. Aristoph. Ran. 180. 269) εἶπεν ὦ τᾶν, καὶ παραβάλλου λοιδορῶν ἡμᾶς· ἡμεῖς γάρ ἐσμεν οἱ πρῶτοι τοῦ πράγματος εἰσαγομένου δυσχεράναντες ἐν Ῥώμῃ καὶ καθαψάμενοι τῶν ἀξιούντων Πλάτωνα διαγωγὴν ἐν οἴνῳ ποιεῖσθαι, καὶ τῶν Πλάτωνος διαλόγων ἐπὶ τραγήμασι καὶ μύροις ἀκούειν διαπίνοντας[*](W: διατείνοντας)· ὅτε, καὶ Σαπφοῦς ἀναλεγομένης[*](idem: ἀναδεχομένης) καὶ τῶν Ἀνακρέοντος, ἐγὼ μοι δοκῶ καταθέσθαι τὸ ποτήριον αἰδούμενος. πολλὰ δʼ εἰπεῖν[*](εἶπεν mei) ἐπιόν[*](ἐπιὸν Condos: ἐπιόντα) μοι δέδια μὴ μετὰ σπουδῆς τινος οὐ παιδιᾶς διαλέγεσθαι[*](οὐ παιδιᾶς διαλέγεσθαι *: οὐ παιδιᾶς λέγεσθαι) πρός σε δόξω[*](δόξη mei)· ὅθεν, ὡς ὁρᾷς, ποτίμῳ λόγῳ[*](ποτίμῳ λόγῳ] cf. Plat. Phaedr. p. 243 d) ἁλμυρὰν ἀκοὴν κατακλύσαι τῷ φίλῳ Διογενιανῷ μετὰ τῆς κύλικος δίδωμι.