Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
περὶ ἀκροαμάτων ἐν Χαιρωνείᾳ λόγοι παρὰ πότον ἐγένοντο Διογενιανοῦ τοῦ Περγαμηνοῦ παρόντος, καὶ πράγματʼ εἴχομεν ἀμυνόμενοι βαθυπώγωνα σοφιστὴν ἀπὸ τῆς Στοᾶς, ὃς ἐπήγαγε τὸν Πλάτωνα[*](Πλάτωνα] Symp. p. 176e) κατηγοροῦντα τῶν αὐλητρίσι χρωμένων παρʼ οἶνον, ἀλλήλοις δὲ συγγίγνεσθαι διὰ λόγου μὴ δυναμένων. καίτοι παρὼν ἀπὸ τῆς αὐτῆς
παλαίστρας Φίλιππος ὁ Προυσιεὺς ἐᾶν ἐκέλευσε τοὺς παρʼ Ἀγάθωνι δαιτυμόνας ἐκείνους παντὸς αὐλοῦ καὶ πηκτίδων ἐπιτερπέστερα φθεγγομένους οὐ γὰρ αὐλητρίδα, παρόντων ἐκείνων, ἐκπεσεῖν θαυμαστὸν ἦν, ἀλλʼ εἰ μὴ καὶ πότου καὶ σίτου λήθη κατελάμβανεν ὑφʼ ἡδονῆς καὶ κηλήσεως τὸ συμπόσιον. καίτοι Ξενοφῶν οὐκ ᾐσχύνθη, Σωκράτους καὶ Ἀντισθένους καὶ ἄλλων παρόντων τοιούτων, τὸν γελωτοποιὸν φέρων Φίλιππον, ὥσπερ Ὅμηρος[*](Ὁμηρος] Λ 629) τὸ κρόμυον[*](κρόμμυον mei) ποτῷ ὄψον, ὑποδεῖξαι[*](ὑποδεὶξαι] ἐπιμῖξαι W) τοῖς ἀνδράσι. Πλάτων δὲ τὸν τʼ Ἀριστοφάνους[*](Ἀριστοφάνους cf. Plat. Symp. p. 189a. sq.) λόγον περὶ τοῦ ἔρωτος ὡς κωμῳδίαν ἐμβέβληκεν εἰς τὸ Συμπόσιον, καὶ τελευτῶν ἔξωθεν ἀναπετάσας τὴν αὔλειον[*](αὔλιον mei) ἐπάγει δρᾶμα τῶν ποικιλωτάτων, μεθύοντα καὶ κώμῳ χρώμενον ἐστεφανωμένον Ἀλκιβιάδην. εἶθʼ οἱ πρὸς Σωκράτην διαπληκτισμοὶ περὶ Ἀγάθωνος καὶ Σωκράτους ἐγκώμιον, ὦ φίλαι Χάριτες[*](φίλε χάριτος mai), ἆρά γʼ εἰπεῖν[*](εἰπεῖν R: εἶπεν) ὅσιόν ἐστιν, ὅτι, τοῦ Ἀπόλλωνος ἥκοντος εἰς τὸ συμπόσιον ἡρμοσμένην τὴν λύραν ἔχοντος, ἱκέτευσαν ἂν[*](ἂν M) οἱ παρόντες ἐπισχεῖν τὸν θεόν, ἕως ὁ λόγος συμπερανθῇ καὶ λάβῃ τέλος; εἶτʼ ἐκεῖνοι μὲν οἱ ἄνδρες ἔφη τοσαύτην ἐν τῷ διαλέγεσθαι χάριν ἔχοντες, ὅμως ἐχρῶντο τοῖς ἐπεισοδίοις καὶ διεποίκιλλον τὰ συμπόσια παιδιαῖς τοιαύταις· ἡμεῖς δὲ μεμιγμένοι πολιτικοῖς καὶ ἀγοραίοις ἀνδράσι, πολλοῖς δʼ, ὅταν οὕτω τύχωμεν, ἰδιώταις καὶ ὑπαγροικοτέροις ἐκβάλωμεν τὴν τοιαύτην χάριν καὶ διατριβὴν ἐκ τῶν συμποσίων ἢ ἀπίωμεν, ὥσπερ τὰς Σειρῆνας ἐπιούσας φεύγοντες; ἀλλὰ Κλειτόμαχος μὲν ὁ ἀθλητὴς ἐξανιστάμενος καὶ ἀπιών, εἴ τις ἐμβάλοι λόγον ἐρωτικόν, ἐθαυμάζετο[*](Turnebus: ἐθαύμαζεν)· φιλόσοφος δʼ ἀνὴρ αὐλὸν ἐκ συμποσίου φεύγων καὶ ψαλτρίας ἁρμοζομένης ὑποδεῖσθαι[*](M: ὑποδεῖται) βοῶν ταχὺ καὶ τὸν λυχνοῦχον[*](λυχνοῦχον] λύχνον Cobetus) ἅπτειν οὐ καταγέλαστός ἐστι, τὰς ἀβλαβεστάτας ἡδονάς, ὥσπερ οἱ κάνθαροι τὰ μύρα, βδελυττόμενος[*](βδελυττόμενοι mei); εἰ γὰρ ἄλλοτε, μάλιστα δήπου παρὰ πότον, προσπαιστέον ἐστὶ τούτοις καὶ δοτέον εἰς ταῦτα τῷ θεῷ τὴν ψυχήν. ὡς τὰ γʼ ἄλλα φίλος ὢν Εὐριπίδης[*](Εὐριπίδης] cf. Med. 200 sq. Locum indicavit Nauckius) ἐμὲ γοῦν οὐ πέπεικε, περὶ μουσικῆς νομοθετῶν, ὡς ἐπὶ τὰ πένθη καὶ τὰς βαρυφροσύνας μετακομιστέας οὔσης· ἐκεῖ μὲν γὰρ ὥσπερ ἰατρὸν ἐφιστάναι δεῖ νοσοῦσιν ἐσπουδακότα καὶ νήφοντα τὸν λόγον, τὰς δὲ τοιαύτας ἡδονὰς τῷ Διονύσῳ καταμίξαντας ἐν παιδιᾶς μέρει τίθεσθαι. χάριεν γάρ τοι τὸ τοῦ Λάκωνος, ὃς[*](ὃς R), Ἀθήνησι καινῶν ἀγωνιζομένων τραγῳδῶν, θεώμενος τὰς παρασκευὰς τῶν χορηγῶν καὶ τὰς σπουδὰς τῶν διδασκάλων καὶ τὴν ἅμιλλαν οὐκ ἔφη σωφρονεῖν τὴν πόλιν μετὰ τοσαύτης; σπουδῆς παίζουσαν· τῷ γὰρ ὄντι παίζοντα δεῖ· παίζειν καὶ μήτε δαπάνης πολλῆς μήτε τῶν πρὸς ἄλλα χρησίμων καιρῶν ὠνεῖσθαι τὸ ῥᾳθυμεῖν, ἀλλʼ ἐν πότῳ καὶ ἀνέσει τῶν τοιούτων ἀπογεύεσθαι καὶ σκοπεῖν ἅμα τερπόμενον[*](Leonicus: τερπόμενοι), εἴ τι χρήσιμον ἐξ αὐτῶν λαβεῖν ἔστιν.ἐπεὶ δὲ ταῦτʼ ἐρρήθη[*](*: ἐρρέθη), βουλόμενον αὖθις ἀντιλέγειν τὸν σοφιστὴν ἐγὼ διακρουόμενος ἐκεῖνο μᾶλλον ἔφην σκέψαιτʼ ἄν τις, ὦ· Διογενιανέ, πολλῶν ἀκροαμάτων ὄντων[*](ὄντων *) ποῖον ἂν[*](ib. ποῖ ἂν mei) μάλιστα γένος εἰς πότον ἐναρμόσειε, καὶ παρακαλῶμεν ἐπικρῖναι τουτονὶ τὸν[*](τὸν M) σοφόν· ἀπαθὴς γὰρ ὢν πρὸς ἅπαντα καὶ ἀκήλητος οὐκ ἂν σφαλείη πρὸ τοῦ βελτίονος ἑλέσθαι τὸ ἥδιον ὡς οὖν ὅ τε Διογενιανὸς παρεκάλει καὶ ἡμεῖς, οὐδὲν[*](R: οὐδὲ) μελλήσας ἐκεῖνος ἔφη τἄλλα μὲν ἐπὶ τὴν θυμέλην καὶ τὴν ὀρχήστραν ἐξελαύνειν, εἰσάγειν δὲ τὸ νεωστὶ μὲν ἐν Ῥώμῃ παρεισηγμένον εἰς τὰ συμπόσια, μήπω δʼ ἀναλάμπον ἐν τοῖς πολλοῖς. ἴστε γάρ εἶπεν ὅτι τῶν Πλάτωνος διαλόγων διηγηματικοὶ τινὲς εἰσιν οἱ δὲ δραματικοί· τούτων οὖν τῶν δραματικῶν τοὺς ἐλαφροτάτους ἐκδιδάσκονται παῖδες, ὥστʼ ἀπὸ στόματος λέγειν πρόσεστι δʼ ὑπόκρισις πρέπουσα τῷ ἤθει τῶν
ὑποκειμένων προσώπων καὶ φωνῆς πλάσμα καὶ σχῆμα καὶ διαθέσεις ἑπόμεναι τοῖς λεγομένοις. ταῦθʼ οἱ μὲν αὐστηροὶ καὶ χαρίεντες ἠγάπησαν ὑπερφυῶς, οἱ δʼ ἄνανδροι καὶ διατεθρυμμένοι τὰ ὦτα διʼ ἀμουσίαν καὶ ἀπειροκαλίαν, οὕς φησιν Ἀριστόξενος[*](Ἀριστόξενος] Mueller. 2 p. 288) χολὴν ἐμεῖν, ὅταν ἐναρμονίου ἀκούσωσιν[*](κατακούσωσιν? cf. p. 792 c), ἐξέβαλον[*](ib. *: ἐξέβαλλον)· καὶ οὐ θαυμάσαιμʼ ἄν, εἰ τὸ πάμπαν ἐκβάλλουσιν· ἐπικρατεῖ γὰρ ἡ θηλύτησ.καὶ ὁ Φίλιππος ὁρῶν ὑποδυσχεραίνοντας ἐνίους φείδου[*](cf. Aristoph. Ran. 180. 269) εἶπεν ὦ τᾶν, καὶ παραβάλλου λοιδορῶν ἡμᾶς· ἡμεῖς γάρ ἐσμεν οἱ πρῶτοι τοῦ πράγματος εἰσαγομένου δυσχεράναντες ἐν Ῥώμῃ καὶ καθαψάμενοι τῶν ἀξιούντων Πλάτωνα διαγωγὴν ἐν οἴνῳ ποιεῖσθαι, καὶ τῶν Πλάτωνος διαλόγων ἐπὶ τραγήμασι καὶ μύροις ἀκούειν διαπίνοντας[*](W: διατείνοντας)· ὅτε, καὶ Σαπφοῦς ἀναλεγομένης[*](idem: ἀναδεχομένης) καὶ τῶν Ἀνακρέοντος, ἐγὼ μοι δοκῶ καταθέσθαι τὸ ποτήριον αἰδούμενος. πολλὰ δʼ εἰπεῖν[*](εἶπεν mei) ἐπιόν[*](ἐπιὸν Condos: ἐπιόντα) μοι δέδια μὴ μετὰ σπουδῆς τινος οὐ παιδιᾶς διαλέγεσθαι[*](οὐ παιδιᾶς διαλέγεσθαι *: οὐ παιδιᾶς λέγεσθαι) πρός σε δόξω[*](δόξη mei)· ὅθεν, ὡς ὁρᾷς, ποτίμῳ λόγῳ[*](ποτίμῳ λόγῳ] cf. Plat. Phaedr. p. 243 d) ἁλμυρὰν ἀκοὴν κατακλύσαι τῷ φίλῳ Διογενιανῷ μετὰ τῆς κύλικος δίδωμι.