Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

γενομένης δὲ μετὰ τοὺς λόγους τούτους ἡσυχίας, ὁ Φλῶρος τοῦτʼ ἔφη τὸ δεύτερον ἔχει μᾶλλον ἀπορίαν· τὸ δὲ καλεῖν οὕτως ἀναγκαῖόν ἐστιν ἐν ταῖς τῶν ξένων ὑποδοχαῖς, ὥσπερ εἴρηται πρότερον οὔτε γὰρ ἄνευ φίλων ἐστὶ δὴ ἐπιεικὲς οὔτε γιγνώσκειν οὓς ἔχων ἣκει ῥᾴδιον κἀγὼ πρὸς αὐτόν ὅρα τοίνυν ἔφην μὴ οἱ καλεῖν οὕτω δεδωκότες τοῖς ἑστιῶσι καὶ τὸ πείθεσθαι τοῖς καλουμένοις καὶ βαδίζειν δεδώκασιν οὔτε γὰρ διδόναι καλὸν[*](καλὸν] add. ὃ αἰτεῖν R) οὔτʼ · αἰτεῖν ὃ διδόναι μὴ καθῆκεν, οὔθʼ ὅλως παρακαλεῖν ἃ μὴ δεῖ παρακαλεῖσθαι μηδʼ ὁμολογεῖν μηδὲ πράττειν. τὰ μὲν οὖν πρὸς ἡγεμόνας ἢ ξένους οὐκ ἔχει κλῆσιν οὐδʼ αἵρεσιν, ἀλλὰ δεῖ δέχεσθαι τοὺς μετʼ αὐτῶν παραγιγνομένους. ἄλλως δὲ φίλον ἑστιῶντα φιλικώτερον μέν ἐστι τὸ καλεῖν αὐτόν, ὡς οὐκ · ἀγνοοῦντα τοὺς γνωρίμους αὐτοῦ καὶ συνήθεις ἢ οἰκείους· μείζων γὰρ ἡ τιμὴ καὶ ἡ χάρις, ὡς μὴ λανθάνοντος, ὅτι τούτους ἀσπάζεται μάλιστα καὶ τούτοις ἥδιστα σύνεστι καὶ χαίρει τιμωμένοις ὁμοίως

καὶ παρακαλουμένοις[*](καλουμένοις R). οὐ μὴν ἀλλʼ ἔστιν ὅτε ποιητέον ἐπʼ αὐτῷ, καθάπερ[*](καθάπερ M: καὶ καθάπερ) οἱ θεῷ θύοντες ἅμα συμβώμοις καὶ συννάοις[*](σὺν βωμοῖς καὶ σὺν ναοῖς mei) κοινῶς συνεπεύχονται καὶ καθʼ ἕκαστον ἐκείνων μὴ ὀνομάζοντες· οὔτε γὰρ ὄψον οὔτʼ οἶνος οὔτε μύρον οὕτως ἡδέως[*](ἡδέως R: ἥδεσθαι) διατίθησιν, ὡς σύνδειπνος εὔνους καὶ προσηνής. ἀλλὰ τὸ μὲν ὄψοις καὶ πέμμασιν οἵοις[*](οἵοις R: οἷς) ὁ μέλλων ἑστιᾶσθαι μάλιστα χαίρει, καὶ περὶ οἴνων διαφορᾶς καὶ μύρων ἐρωτᾶν καὶ διαπυνθάνεσθαι, φορτικὸν κομιδῇ καὶ νεόπλουτον· ᾧ δὲ πολλοὶ φίλοι καὶ οἰκεῖοι καὶ συνήθεις εἰσίν, αὐτὸν παρακαλεῖν ἐκείνων, οἷς ἂν ἥδιστα συγγίγνοιτο[*](malim συγγίγνηται et εὐφραίνηται) καὶ μεθʼ ὧν εὐφραίνεται παρόντων, μάλιστα τούτους ἄγειν οὐκ ἀηδὲς οὐδʼ ἄτοπον. οὔτε γὰρ τὸ συμπλεῖν οὔτε τὸ συνοικεῖν οὔτε τὸ συνδικάζειν, μεθʼ ὧν οὐ βούλεταί τις, οὕτως ἀηδές, ὡς τὸ συνδειπνεῖν, καὶ τοὐναντίον ἡδύ· κοινωνία[*](κοινωνίας mei) γάρ ἐστι καὶ σπουδῆς καὶ παιδιᾶς καὶ λόγων καὶ πράξεων τὸ συμπόσιον. ὅθεν οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς προσφιλεῖς εἶναι δεῖ καὶ συνήθεις[*](συνεῖναι W) ἀλλήλοις, ὡς[*](ὡς] τοὺς R) ἡδέως συνεσομένους. ὄψα μὲν γὰρ οἱ μάγειροι σκευάζουσιν ἐκ χυμῶν διαφόρων, αὐστηρὰ καὶ λιπαρὰ καὶ γλυκέα καὶ δριμέα συγκεραννύντες· σύνδειπνον δὲ χρηστὸν οὐκ ἂν γένοιτο καὶ κεχαρισμένον ἀνθρώπων ὁμοφύλων μηδʼ ὁμοιοπαθῶν εἰς ταὐτὸ συμφθαρέντων. ἐπεὶ δέ, ὥσπερ οἱ
Περιπατητικοὶ λέγουσι, τὸ μὲν πρῶτον φύσει κινοῦν μὴ κινούμενον δʼ εἶναι[*](δʼ εἶναι] δʼ εἰκὸς εἶναι?), τὸ δʼ ἔσχατον κινούμενον μηδὲ ἓν δὲ κινοῦν· μεταξὺ δʼ ἀμφοῖν τὸ καὶ κινοῦν ἕτερα καὶ κινούμενον ὑφʼ ἑτέρων· οὕτωςἔφην ὁ λόγος, τριῶν ὄντων ὦν[*](ὦν R) ὁ μὲν καλῶν μόνον ὁ δὲ καλούμενος,· ὁ δὲ καὶ καλῶν καὶ καλούμενός ἐστιν, εἴρηται μὲν περὶ τοῦ καλοῦντος· οὐ χεῖρον δʼ ἐστὶ καὶ περὶ τῶν ἄλλων ἔφην ἅ γʼ ἐμοὶ[*](γʼ ἐμοὶ *: γε μοι) δοκεῖ, διελθεῖν. ὁ μὲν οὖν καλούμενος ὑφʼ ἑτέρου καὶ καλῶν ἑτέρους πρῶτον, οἶμαι, τοῦ πλήθους φείδεσθαι δίκαιός ἐστι, μὴ καθάπερ ἐκ πολεμίας ὁμοῦ[*](ὁμοῦ] ὁμοῦ τι?) πᾶσι τοῖς περὶ αὑτὸν[*](αὐτὸν *: αὐτὸν) ἐπισιτιζόμενος μηδʼ, ὥσπερ οἱ χώρας καταλαμβάνοντες ἐν τῷ πεττεύειν, ἀεὶ τοῖς ἰδίοις φίλοις τοὺς τοῦ καλέσαντος ἐκκρούων καὶ ἀποκρούων ἅπαντας· ὥστε πάσχειν τοὺς δειπνίζοντας, ἃ πάσχουσιν οἱ τῇ Ἑκάτῃ καὶ τοῖς ἀποτροπαίοις ἐκφέροντες; τὰ δεῖπνα, μὴ γευομένους αὐτοὺς μηδὲ τοὺς οἴκοι, πλὴν καπνοῦ καὶ θορύβου μετέχοντας. ἄλλως γὰρ ἡμῖν προσπαίζουσιν οἱ λέγοντες
Δελφοῖσι θύσας αὐτὸς ὀψωνεῖ κρέας·
[*](cf. Kock. 3 p. 495) ἀληθῶς δὲ τοῦτο συμβαίνει τοῖς ξένους ἀγνώμονας ἢ φίλους δεχομένοις μετὰ σκιῶν πολλῶν ὥσπερ Ἁρπυιῶν[*](ἀρπυίων mei) διαφοροῦντας τὰ δεῖπνα καὶ προνομεύοντας. ἔπειτα δεῖ μὴ μεθʼ ὧν ἔτυχε βαδίζειν πρὸς ἑτέρους ἐπὶ δεῖπνον, ἀλλὰ μάλιστα μὲν καλεῖν τοὺς τοῦ δειπνίζοντος οἰκείους καὶ συνήθεις, πρὸς αὐτὸν
ἐκεῖνον ἁμιλλώμενον καὶ προκαταλαμβάνοντα ταῖς κλήσεσιν εἰ δὲ μή, τῶν ἰδίων φίλων οὓς ἂν καὶ ἤθελεν αὐτὸς ἑλέσθαι ὁ δειπνίζων, ἐπιεικὴς ὢν ἐπιεικεῖς, καὶ φιλόλογος φιλολόγους ὄντας, ἢ δυνατοὺς; δυνάμενος, πάλαι ζητῶν[*](ζητῶν W: καὶ ζητῶν) ἁμωσγέπως αὐτοῖς ἐν προσηγορίᾳ καὶ κοινωνίᾳ γενέσθαι. τὸ γὰρ οὕτως ἔχοντι παραδοῦναι καὶ παρασχεῖν ὁμιλίας ἀρχὴν καὶ φιλοφροσύνης εὔστοχον ἐπιεικῶς· καὶ ἀστεῖον· ὁ δʼ ἀσυμφύλους καὶ ἀσυναρμόστους ἐπάγων, οἷον νηπτικῷ πολυπότας, καὶ λιτῷ περὶ δίαιταν[*](X: δίαιταν και) ἀκολάστους καὶ πολυτελεῖς, ἢ νέῳ πάλιν ποτικῷ καὶ φιλοπαίγμονι πρεσβύτας σκυθρωποὺς ἢ βαρὺ φθεγγομένους ἐκ πώγωνος σοφιστάς, ἄκαιρός ἐστιν ἀηδίᾳ φιλοφροσύνην ἀμειβόμενος;. δεῖ γὰρ οὐχ ἧττον ἡδὺν εἶναι τῷ δειπνίζοντι τὸν κεκλημένον ἢ τῷ κεκλημένῳ τὸν ὑποδεχόμενον· ἔσται δʼ ἡδύς, ἐὰν μὴ μόνον ἑαυτὸν ἀλλὰ καὶ τοὺς σὺν αὑτῷ καὶ διʼ αὑτὸν[*](*: αὐτῷ - αὐτὸν) ἥκοντας ἐπιδεξίους παρέχῃ καὶ προσηνεῖς. ὅ γε μὴν λοιπὸς; ἔτι τῶν τριῶν οὗτος ὁ καλούμενος ὑφʼ ἑτέρου πρὸς ἕτερον, τὸ μὲν τῆς σκιὰν· ἀναινόμενος ὄνομα καὶ δυσχεραίνων, ἀληθῶς σκιὰν δόξει φοβεῖσθαι, δεῖται δὲ πλείστης εὐλαβείας. οὔτε γὰρ τοῖς τυχοῦσιν ἀκολουθεῖν ἑτοίμως καλὸν[*](καλῶν mei) οὔθʼ ὅπως ἔτυχεν· ἀλλὰ[*](ἀλλὰ] om. iidem) δεῖ σκοπεῖν πρῶτον τίς ὁ καλῶν ἐστιν. εἰ μὲν γὰρ οὐ σφόδρα συνήθης, ἀλλʼ ἢ[*](ἀλλʼ ἢ] ἀλλὰ μὴ mei) τῶν πλουσίων τις ἢ σατραπικῶν, ὡς ἐπὶ σκηνῆς δορυφορήματος λαμπροῦ
δεόμενος ἢ πάνυ χαρίζεσθαι τῇ κλήσει πεπεισμένος καὶ[*](καὶ M) τιμᾶν, ἐπάγεται, παραιτητέος εὐθύς. εἰ δὲ φίλος καὶ συνήθης, οὐκ εὐθὺς ὑπακουστέον· ἀλλʼ ἐὰν δοκῇ δεῖσθαί τινος ἀναγκαίας ὁμιλίας καὶ κοινωνίας καιρὸν ἄλλον οὐκ ἐχούσης, ἢ διὰ χρόνου ποθὲν ἀφιγμένος ἢ[*](ᾖ Basileensis: ἢ) μέλλων ἀπαίρειν φανερὸς διʼ εὔνοιαν ἐπιθυμῶν καὶ ποθῶν συμπεριενεχθῆναι, καὶ μήτε πολλοὺς μήτʼ ἀλλοτρίους, ἀλλʼ αὐτὸν ἢ μετʼ ὀλίγων ἑταίρων ἐπαγόμενος, ἢ μετὰ ταῦτα πάντα πραγματευόμενος ἀρχήν τινα συνηθείας καὶ φιλίας διʼ αὑτοῦ γενέσθαι τῷ καλουμένῳ πρὸς τὸν καλοῦντα χρηστὸν ὄντα καὶ φιλίας ἄξιον. ἐπεὶ τοὺς γε μοχθηρούς, ὅσῳ μᾶλλον ἐπιλαμβάνονται καὶ συμπλέκονται, καθάπερ βάτους καὶ ἀπαρίνας[*](καὶ ἀπαρίνας scripsi cum Herchero: καὶ ἀναιρεῖν καὶ vid. Symb.) ὑπερβατέον ἐστί· κἂν ἐπιεικεῖς οἱ ἄγοντες ὦσι πρὸς ἐπιεικῆ δὲ μὴ ἄγωσιν, οὐ δεῖ συνακολουθεῖν οὐδʼ ὑπομένειν, ὥσπερ διὰ μέλιτος φάρμακον λαμβάνοντας[*](M: λαμβάνοντες), μοχθηρὸν διὰ χρηστοῦ φίλον. ἄτοπον δὲ καὶ τὸ πρὸς ἀγνῶτα κομιδῇ καὶ ἀσυνήθη βαδίζειν, ἂν μή τις ᾖ διαφέρων ἀρετῇ, καθάπερ εἴρηται, καὶ τοῦτο φιλίας ποιησόμενος ἀρχὴν καὶ ἀγαπήσων[*](R: ἀγάπης ὦν) τὸ ῥᾳδίως καὶ ἀφελῶς ἀφικέσθαι σὺν ἑτέρῳ πρὸς αὐτόν. καὶ μὴν τῶν συνήθων πρὸς τούτους μάλιστα βαδιστέον ὑφʼ ἑτέρου καλούμενον, οἷς ἐφίεται[*](idem: ὑφίεται) μεθʼ ἑτέρων καὶ αὐτοῖς βαδίζειν πρὸς ἡμᾶς. Φιλίππῳ[*](Φιλίππῳ] cf. Xen. Symp. 1, 13)
μὲν γὰρ ἐδόκει τῷ γελωτοποιῷ τὸ αὐτόκλητον ἐπὶ δεῖπνον ἐλθεῖν γελοιότερον εἶναι τοῦ κεκλημένον· ἀγαθοῖς δὲ καὶ φίλοις ἀνδράσι παρὰ φίλους καὶ ἀγαθοὺς σεμνότερόν ἐστι καὶ ἥδιον, ἂν μὴ καλέσασι[*](Basileensis: καλέσωσι) μηδὲ προσδοκῶσιν ἐν καιρῷ παραγίγνωνται μετὰ φίλων ἑτέρων, εὐφραίνοντες ἅμα τοὺς[*](τοὺς] καὶ mei) δεχομένους καὶ τιμῶντες τοὺς ἀγαγόντας. ἥκιστα δὲ πρὸς ἡγεμόνας ἢ πλουσίους ἢ δυνάστας μὴ καλουμένους ὑπʼ αὐτῶν ἀλλʼ ὑφʼ ἑτέρων πρέπει βαδίζειν, ἀναιδείας καὶ ἀπειροκαλίας καὶ φιλοτιμίας ἀκαίρου δόξαν οὐκ ἄλογον φυλαττομένους.