Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
γενομένης οὖν σιωπῆς τί οὖν ἔφη[*](ἔφη ὁ Καλλίστρατος Amyotus)ποιοῦντα τὸν λογισμὸν ἢ τί λέγοντα βοηθεῖν ἀξιοῦμεν; οὐ γὰρ ἀμφωτίδας γε περιθήσει τὰς Ξενοκράτους ἡμῖν οὐδʼ ἀναστήσει μεταξὺ δειπνοῦντας, ἐὰν αἰσθώμεθα λύραν ἁρμοζομένην ἢ κινούμενον αὐλόν.οὐ γὰρ οὖν εἶπεν ὁ Λαμπρίας ἀλλʼ ὁσάκις ἂν εἰς
τὰς Σειρῆνας[*](Σειρῆνας W: εἰρημένας) ἐμπέσωμεν, ἐπικαλεῖσθαι δεῖ τὰς Μούσας καὶ καταφεύγειν εἰς τὸν Ἑλικῶνα τὸν τῶν παλαιῶν. ἐρῶντι μὲν γὰρ πολυτελοῦς οὐκ ἔστι τὴν Πηνελόπην προσαγαγεῖν οὐδὲ συνοικίσαι[*](R: συνοικῆσαι) τὴν Πάνθειαν· ἡδόμενον δὲ μίμοις καὶ μέλεσι καὶ ᾠδαῖς κακοτέχνοις καὶ κακοζήλοις ἔξεστι μετάγειν ἐπὶ τὸν Εὐριπίδην καὶ τὸν Πίνδαρον καὶ τὸν Μένανδρον, ποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοήν ὥς φησιν ὁ Πλάτων ἀποκλυζόμενον. ὥσπερ γὰρ οἱ μάγοι τοὺς δαιμονιζομένους κελεύουσι τὰ Ἐφέσια γράμματα πρὸς αὑτοὺς[*](*: αὐτοὺς) καταλέγειν καὶ ὀνομάζειν, οὕτως ἡμεῖς ἐν τοῖς τοιούτοις τερετίσμασι καὶ σκιρτήμασιτῶν ἱερῶν καὶ σεμνῶν ἐκείνων γραμμάτων ἀναμιμνησκόμενοι καὶ παραβάλλοντες ᾠδὰς καὶ ποιήματα καὶ λόγους κοινοὺς[*](κοινοὺς *: κενοὺς vid. Symb.) οὐκ ἐκπλαγησόμεθα παντάπασιν ὑπὸ τούτου[*](τούτου] τοῦ κρότου Madvigius), οὐδὲ πλαγίους παραδώσομεν ἑαυτοὺς ὥσπερ ὑπὸ ῥεύματος λείου φέρεσθαι.
- μανίαις τʼ ἀλαλαῖς τʼ ὀρινόμενοι
[*](Bergk. 1. p. 450)- ῥιψαύχενι σὺν κλόνῳ
τὸν Μενέλαον Ὅμηρος πεποίηκεν αὐτόματον ἑστιῶντι τοὺς ἀριστεῖς τῷ Ἀγαμέμνονι παραγιγνόμενον·
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο·[*](Hom. B 409) καὶ τὴν ἄγνοιαν οὐ περιεῖδεν αὐτοῦ καταφανῆ γενομένην οὐδʼ ἤλεγξε τῷ μὴ ἐλθεῖν ὥσπερ οἱ φιλομεμφεῖς καὶ δύσκολοι ταῖς τοιαύταις τῶν φίλων παροράσεσι καὶ ἀγνοίαις ἐπιτίθενται, τῷ ἀμελεῖσθαι μᾶλλον ἢ τῷ τιμᾶσθαι χαίροντες, ὅπως ἐγκαλεῖν ἔχωσιν. τὸ δὲ τῶν ἐπικλήτων ἔθος, οὓς νῦν σκιὰς καλοῦσιν, οὐ κεκλημένους αὐτοὺς ἀλλʼ ὑπὸ τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον ἀγομένους, ἐζητεῖτο πόθεν ἔσχε τὴν ἀρχήν· ἐδόκει δʼ ἀπὸ Σωκράτους[*](Σωκράτους] cf. Plat. Symp. p. 174 e sq.), Ἀριστόδημον ἀναπείσαντος οὐ κεκλημένον εἰς Ἀγάθωνος ἰέναι σὺν αὐτῷ, καὶ παθόντα τι γελοῖον· ἔλαθε γὰρ κατὰ τὴν ὁδὸν ὑπολειφθεὶς ὁ Σωκράτης, ὁ δὲ προεισῆλθεν, ἀτεχνῶς σκιὰ προβαδίζουσα σώματος ἐξόπισθεν[*](*: ἐξόπισθε) τὸ φῶς ἔχοντος. ὕστερον μέντοι περὶ τὰς τῶν ξένων ὑποδοχάς, μάλιστα τῶν ἡγεμονικῶν, ἀναγκαῖον ἐγίγνετο τοῖς ἀγνοοῦσι τοὺς ἑπομένους καὶ τιμωμένους ἐπὶ τῷ ξένῳ ποιεῖσθαι τὴν κλῆσιν, ἀριθμὸν δʼ ὁρίζειν, ὅπως μὴ πάθωσιν ὃ παθεῖν συνέπεσε τῷ δεχομένῳ τὸν βασιλέα Φίλιππον ἐπὶ τῆς χώρας· ἧκε γὰρ ἄγων πολλούς, τὸ δὲ δεῖπνον οὐ πολλοῖς ἦν παρεσκευασμένον· ἰδὼν οὖν θορυβούμενον τὸν ξένον περιέπεμπε πρὸς τοὺς φίλους ἀτρέμα, χώραν πλακοῦντι καταλιπεῖν κελεύων οἱ δὲ προσδοκῶντες ὑπεφείδοντο τῶν παρακειμένων καὶ πᾶσιν οὕτως ἐξήρκεσε τὸ δεῖπνον.