Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ὑπολαβὼν δʼ ὁ Λεύκιος ἔφη τῆς μάμμης ἀκηκοὼς μνημονεύειν, ὡς ἱερὸν μὲν ἡ τράπεζα, δεῖ δὲ τῶν ἱερῶν μηδὲν εἶναι κενόν. ἐμοὶ δʼ εἶπεν ἐδόκει καὶ μίμημα τῆς γῆς ἡ τράπεζʼ εἶναι· πρὸς γὰρ τῷ τρέφειν ἡμᾶς καὶ στρογγύλη καὶ μόνιμός ἐστι καὶ καλῶς ὑπʼ ἐνίων ἑστία καλεῖται. καθάπερ γὰρ τὴν γῆν ἀεί[*](αἰεὶ mei) τι χρήσιμον ἔχειν καὶ φέρειν ἡμῖν ἀξιοῦμεν, οὕτως οὐδὲ τὴν τράπεζαν οἰόμεθα δεῖν κενὴν ὁρᾶν καὶ ἀνερμάτιστον ἀπολειπομένην.

ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν[*](ὢν W) ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον· ἑστιῶν δʼ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς. καὶ νὴ Δία κομψὸν ἦν ἀκρόαμα τὸ πρῶτον· ἔπειτα διασείσας καὶ διακωδωνίσας τὸ συμπόσιον, ὡς ᾐσθάνετο τοὺς πολλοὺς ἐγκεκλικότας καὶ παρέχοντας ὑφʼ ἡδονῆς ὅ τι βούλοιτο χρῆσθαι, καὶ καταυλεῖν καὶ ἀκολασταίνειν, ἀποκαλυψάμενος παντάπασιν, ἐπεδείξατο τὴν μουσικὴν παντὸς οἴνου μᾶλλον μεθύσκουσαν τοὺς ὅπως ἔτυχε καὶ ἀνέδην αὐτῆς ἐμφορουμένους οὐδὲ γὰρ κατακειμένοις ἔτι βοᾶν ἐξήρκει καὶ κροτεῖν, ἀλλὰ τελευτῶντες ἀνεπήδων οἱ πολλοί, καὶ συνεκινοῦντο κινήσεις ἀνελευθέρους, πρεπούσας δὲ τοῖς κρούμασιν ἐκείνοις καὶ τοῖς μέλεσιν. ἐπεὶ δʼ ἐπαύσαντο καὶ κατάστασιν αὖθις ὥσπερ ἐκ μανίας ὁ πότος ἐλάμβανεν, ἐβούλετο μὲν ὁ Λαμπρίας εἰπεῖν τι καὶ παρρησιάσασθαι πρὸς τοὺς νέους

ὀρρωδοῦντι δʼ ὅμως αὐτῷ μὴ λίαν ἀηδὴς γένηται καὶ λυπηρός, οὔτως[*](Turnebus: οὗτος) ὁ Καλλίστρατος ὥσπερ ἐνδόσιμον παρέσχε τοιαῦτά τινα διαλεχθείς·

ἀκρασίας μέν ἔφη καὶ αὐτὸς ἀπολύω τὸ φιλήκοον καὶ φιλοθέαμον[*](φιλοθεάμον mei) οὐ μὴν Ἀριστοξένῳ γε συμφέρομαι παντάπασι, ταύταις μόναις φάσκοντι ταῖς ἡδοναῖς τὸ καλῶς ἐπιλέγεσθαι. καὶ γὰρ ὄψα καλὰ καὶ μύρα καλοῦσι καὶ καλῶς γεγονέναι λέγουσι δειπνήσαντες ἡδέως καὶ πολυτελῶς. δοκεῖ δέ μοι μηδʼ Ἀριστοτέλης[*](Ἁριστοτέλης] 1117, 32b sqq. passim) αἰτίᾳ δικαίᾳ τὰς περὶ θέαν καὶ ἀκρόασιν εὐπαθείας ἀπολύειν ἀκρασίας, ὡς μόνας ἀνθρωπικὰς οὔσας· ταῖς δʼ ἄλλαις καὶ τὰ θηρία φύσιν[*](φύσιν M: φυσὶν) ἔχοντα χρῆσθαι[*](ib. *: χρᾶσθαι) καὶ κοινωνεῖν. ὁρῶμεν γὰρ ὅτι καὶ μουσικῇ πολλὰ, κηλεῖται τῶν ἀλόγων, ὥσπερ ἔλαφοι σύριγξιν, ἵπποις δὲ μιγνυμέναις[*](μιγνυμέναις] add. οἶον ὑμέναιος ex Clem. p. 192 Pott. potius addenda erant post νόμος) ἐπαυλεῖται[*](ὑπαυλεῖται Cobetus) νόμος, ὃν ἱππόθορον ὀνομάζουσιν ὁ δὲ Πίνδαρός[*](Πίνδαρος] Bergk. 1 p. 458) φησι κεκινῆσθαι πρὸς ᾠδήν

  1. ἁλίου δελφῖνος ὑπόκρισιν·
  2. τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει
  3. αὐλῶν ἐκίνησʼ ἐρατὸν μέλος.
ὀρχούμενοι δὲ τοὺς σκῶπας[*](σκῶπας R: ὦπας) αἱροῦσι[*](αἴρουσι mei), χαίροντας τῇ ὄψει καὶ μιμητικῶς ἅμα δεῦρο κἀκεῖσε τοὺς ὤμους συνδιαφέροντας[*](ib. em. M: χαίροντες - συνδιαφέροντες). οὐδὲν οὖν ὁρῶ τὰς τοιαύτας
ἡδονὰς ἴδιον ἐχούσας, ἢ[*](ἢ Madvigius) ὅτι μόναι τῆς ψυχῆς εἰσιν, αἱ δʼ ἄλλαι τοῦ σώματος καὶ περὶ τὸ σῶμα καταλήγουσι· μέλος δὲ καὶ ῥυθμὸς καὶ ὄρχησις καὶ ᾠδὴ παραμειψάμεναι τὴν αἴσθησιν, ἐν τῷ χαίροντι τῆς ψυχῆς ἀπερείδονται τὸ ἐπιτερπὲς καὶ γαργαλίζον. ὅθεν οὐδεμία τῶν τοιούτων ἡδονῶν ἀπόκρυφός ἐστιν οὐδὲ σκότους δεομένη καὶ τῶν τοίχων περιθεόντων, ὡς οἱ Κυρηναϊκοὶ[*](οἱ Κυρηναϊκοὶ Doehnerus: αἱ γυναῖκες) λέγουσιν· ἀλλὰ καὶ στάδια ταύταις καὶ θέατρα ποιεῖται· καὶ τὸ μετὰ πολλῶν θεάσασθαί τι καὶ ἀκοῦσαι ἐπιτερπέστερόν ἐστι καὶ σεμνότερον, οὐκ ἀκρασίας δήπου καὶ ἡδυπαθείας ἀλλʼ ἐλευθερίου[*](*: ἐλευθέρου vid. Symb.) διατριβῆς καὶ ἀστείας μάρτυρας ἡμῶν ὅτι πλείστους λαμβανόντων.