Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ὑπολαβὼν δʼ ὁ Λεύκιος ἔφη τῆς μάμμης ἀκηκοὼς μνημονεύειν, ὡς ἱερὸν μὲν ἡ τράπεζα, δεῖ δὲ τῶν ἱερῶν μηδὲν εἶναι κενόν. ἐμοὶ δʼ εἶπεν ἐδόκει καὶ μίμημα τῆς γῆς ἡ τράπεζʼ εἶναι· πρὸς γὰρ τῷ τρέφειν ἡμᾶς καὶ στρογγύλη καὶ μόνιμός ἐστι καὶ καλῶς ὑπʼ ἐνίων ἑστία καλεῖται. καθάπερ γὰρ τὴν γῆν ἀεί[*](αἰεὶ mei) τι χρήσιμον ἔχειν καὶ φέρειν ἡμῖν ἀξιοῦμεν, οὕτως οὐδὲ τὴν τράπεζαν οἰόμεθα δεῖν κενὴν ὁρᾶν καὶ ἀνερμάτιστον ἀπολειπομένην.

ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν[*](ὢν W) ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον· ἑστιῶν δʼ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς. καὶ νὴ Δία κομψὸν ἦν ἀκρόαμα τὸ πρῶτον· ἔπειτα διασείσας καὶ διακωδωνίσας τὸ συμπόσιον, ὡς ᾐσθάνετο τοὺς πολλοὺς ἐγκεκλικότας καὶ παρέχοντας ὑφʼ ἡδονῆς ὅ τι βούλοιτο χρῆσθαι, καὶ καταυλεῖν καὶ ἀκολασταίνειν, ἀποκαλυψάμενος παντάπασιν, ἐπεδείξατο τὴν μουσικὴν παντὸς οἴνου μᾶλλον μεθύσκουσαν τοὺς ὅπως ἔτυχε καὶ ἀνέδην αὐτῆς ἐμφορουμένους οὐδὲ γὰρ κατακειμένοις ἔτι βοᾶν ἐξήρκει καὶ κροτεῖν, ἀλλὰ τελευτῶντες ἀνεπήδων οἱ πολλοί, καὶ συνεκινοῦντο κινήσεις ἀνελευθέρους, πρεπούσας δὲ τοῖς κρούμασιν ἐκείνοις καὶ τοῖς μέλεσιν. ἐπεὶ δʼ ἐπαύσαντο καὶ κατάστασιν αὖθις ὥσπερ ἐκ μανίας ὁ πότος ἐλάμβανεν, ἐβούλετο μὲν ὁ Λαμπρίας εἰπεῖν τι καὶ παρρησιάσασθαι πρὸς τοὺς νέους

ὀρρωδοῦντι δʼ ὅμως αὐτῷ μὴ λίαν ἀηδὴς γένηται καὶ λυπηρός, οὔτως[*](Turnebus: οὗτος) ὁ Καλλίστρατος ὥσπερ ἐνδόσιμον παρέσχε τοιαῦτά τινα διαλεχθείς·