Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τοιαῦτα τοῦ Νικίου διεξιόντος, ὁ γραμματικὸς πρωτογένης ἔφη[*](ἔφη Turnebus) συνεωρακέναι πρῶτον Ὅμηρον, ὅτι τῆς μὲν τροφῆς ὁ στόμαχος ἀγγεῖόν ἐστι, τοῦ δὲ πνεύματος ὁ βρόγχος, ὃν[*](ὁ R) ἀσφάραγον ἐκάλουν οἱ παλαιοί· διὸ καὶ τοὺς μεγαλοφώνους ἐρισφαράγους ἐπονομάζειν εἰώθασιν· εἰπὼν[*](εἶπεν W) οὖν ὅτι τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἤλασε

  1. λευκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
  2. [*](Hom. X 325. 328. 329)
  3. οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
  4. ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
ὡς τὸν ἀσφάραγον ὄντα φωνῆς ἴδιον ὀχετὸν καὶ πνεύματος, τὴν δὲ λευκανίην· ἐσέθηκα.

[*](locum mutilum supplet W ita: τὴν δὲ λευκανίην τροφῆς ἀγγεῖον λέγει ἐν τούτοις ʼνῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον λευκανίην ἐσίθηκαʼ Sed in Hom. Ω 642 est: λαυκανίης καθέηκα Suppleverim: τὴν δὲ λευκανίην [λέγει πόρον τροφῆς ὡς ἐν τούτοις ʼνῦν δὲ καὶ σίτου - λευκανίης] καθέηκα' Unde signavi lacunam)

γενομένης οὖν ἐπὶ τῷ λόγῳ σιωπῆς, ὁ Φλῶρος εἶπεν οὕτως[*](εἶθʼ οὕτως R)ὑφησόμεθα τοῦ Πλάτωνος ἐρήμην ὀφλισκάνοντος;οὐχ ἡμεῖς γʼ ἔφην ἐγώ· προησόμεθα γὰρ ἅμα τῷ Πλάτωνι καὶ τὸν Ὅμηρον, ὃς τοσοῦτον ἀποδεῖ[*](ἀποδεῖ *: ἀποδέει) τοῦ τὸ ὑγρὸν ἀπελαύνειν καὶ ἀποστρέφειν τῆς ἀρτηρίας, ὥστε καὶ τὸ σιτίον ὁμοῦ συνεκβαλεῖν ἐνταῦθα.

  1. φάρυγος[*](φάρυγγος mei) ʽ γάρ φησινʼ ἐξέσσυτο οἶνος,
  2. [*](ι 373)
  3. ψωμοὶ τʼ ἀνδρόμεοι·
χωρὶς εἰ μὴ τὸν Κύκλωπα φήσει τις ὥσπερ ὀφθαλμὸν σχεῖν[*](σχεῖν R: ἔχει) ἕνα καὶ πόρον τροφῆς καὶ φωνῆς τὸν αὐτόν· ἢ τὸν φάρυγγα φήσει στόμαχον εἰρῆσθαι καὶ μὴ βρόγχον, ὥσπερ ὑπὸ πάντων καὶ πάλαι καὶ νῦν ὠνόμασται. ταῦτα δʼ οὐκ ἀπορίᾳ μαρτύρων, ἀλλʼ ὑπὸ τῆς ἀληθείας ἐπηγαγόμην ἐπεὶ μάρτυρὲς γε τῷ Πλάτωνι πολλοί τε κἀγαθοὶ πάρεισιν. Εὔπολιν μὲν γάρ, εἰ βούλει, πάρες ἐν Κόλαξιν εἰπόντα
  1. πίνειν γὰρ ὁ[*](ὁ] αὐτὸν Grotius) Πρωταγόρας ἐκέλευσʼ[*](ib. ἐκέλευσʼ scripsi ex ἐκέλευσεν Vd), ἵνα
  2. [*](Kock. 1 p. 297)
  3. πρὸ τοῦ[*](τοῦ Turnebus (cf. Athen. p. 22 f. Macrob. 7, 15, 22): τὸν) κυνὸς τὸν πλεύμονʼ ἔκκλυστον[*](ib. ἔκκλυστον R: ἔκλυρον) φορῇ·
πάρες δὲ καὶ τὸν κομψὸν Ἐρατοσθένην λέγοντα
καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος·
Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 677) δὲ σαφῶς δήπου λέγων
οἶνος περάσας πλευμόνων διαρροάς
δῆλός ἐστιν Ἐρασιστράτου βλέπων τι ὀξύτερον· εἶδε γὰρ ὅτι σήραγγας ὁ πλεύμων ἔχει καὶ πόροις κατατέτρηται , διʼ ὧν τὸ ὑγρὸν διίησιν. οὐ γὰρ τὸ πνεῦμα πόρων ἐδεῖτο πρὸς τὴν ἐξαγωγήν, ἀλλʼ ἕνεκα τῶν ὑγρῶν καὶ τῶν τοῖς ὑγροῖς συμπαρολισθαινόντων γέγονεν ἠθμοειδὴς[*](ἡθυμοειδὴς mei) καὶ πολύπορος. καὶ οὐδὲν ἧττον,
ὦ μακάριε, τῷ πλεύμονι προσῆκόν ἐστιν ἢ τῷ στομάχῳ συνεκδιδόναι τὸ ἄλφιτον καὶ τὸ κρίμνον οὐδὲ γὰρ ὁ στόμαχος ἡμῶν λεῖος, ὥς τινες[*](ὥς τινες οἴονται?), οὐδʼ ὀλισθηρός, ἀλλʼ ἔχει τραχύτητας, αἷς εἰκός ἐστι τὰ λεπτὰ καὶ μικρὰ περιπίπτοντα καὶ προσισχόμενα διαφεύγειν τὴν κατάποσιν. ἀλλʼ οὔτε τοῦτο λέγειν οὔτʼ ἐκεῖνο καλῶς ἔχον ἐστίν· ἡ γὰρ φύσις οὐκ ἐφικτὸν ἔχει τῷ λόγῳ τὸ περὶ τὰς ἐνεργείας εὐμήχανον· οὐδʼ ἔστι τῶν ὀργάνων αὐτῆς τὴν ἀκρίβειαν οἷς χρῆται λέγω δὲ τὸ πνεῦμα καὶ τὸ θερμόν ἀξίως διελθεῖν. ἔτι δὴ τῶν μαρτύρων τῷ Πλάτωνι προσκαλοῦμαι Φιλιστίωνά τε τὸν Λοκρόν, εὖ μάλα παλαιὸν ἄνδρα καὶ λαμπρὸν ἀπὸ τῆς τέχνης ὑμῶν γενόμενον; καὶ Ἱπποκράτη καὶ Διώξιππον τὸν Ἱπποκράτειον οὗτοι γὰρ οὐχ ἑτέραν ὁδόν, ἀλλʼ ἣν Πλάτων, ὑφηγοῦνται τοῦ πώματος[*](R: στόματος). ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι μέρος ὑποδέχεσθαι, πιθανὸν γάρ ἐστι τὴν μὲν[*](μὲν M: μ̀εν γὰρ) ἐπιγλωττίδα τῆς ἀρτηρίας προκεῖσθαι διάφραγμα καὶ ταμιεῖον, ὅπως ἀτρέμα καὶ κατʼ ὀλίγον διηθῆται τὸ ποτόν, ἀλλὰ μὴ ταχὺ μηδʼ ἄθρουν ἐπιρρακτὸν[*](R: ἐπιρραγκτὸν) ἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ. διὸ τοῖς
ὄρνισιν οὐ γέγονεν ἐπιγλωσσὶς οὐδʼ ἔστιν· οὐδὲ γὰρ σπῶντες οὐδὲ λάπτοντες, ἀλλὰ κάπτοντες καὶ[*](καὶ R) κατʼ ὀλίγον διιέντες[*](*: διέντες) τὸ ποτὸν ἡσυχῆ τὴν ἀρτηρίαν διαίνουσι καὶ τέγγουσι. μαρτύρων μὲν οὖν ἅλις. ὁ δὲ λόγος τῷ Πλάτωνι πρῶτον ἐκ τῆς αἰσθήσεως ἔχει τὴν πίστιν. τῆς γὰρ ἀρτηρίας τρωθείσης, οὐ καταπίνεται τὸ ὑγρόν, ἀλλʼ ὥσπερ ὀχετοῦ διακοπέντος, ἐκπῖπτον ἔξω καὶ ἀποκρουνίζον ὁρᾶται, καίπερ ὑγιοῦς καὶ ἀκεραίου τοῦ στομάχου μένοντος. ἔπειτα[*](ἔπειτα *: ἐπεὶ) πάντες ἴσμεν, ὅτι τοῖς περιπλευμονικοῖς πάθεσι δίψος ἕπεται περιφλεγέστατον ὑπὸ ξηρότητος ἢ θερμότητος, ἤ τινος ἄλλης αἰτίας ἅμα τῇ φλεγμονῇ τὴν ὄρεξιν ἐμποιούσης· ὃ δὲ τούτου μεῖζόν ἐστι τεκμήριον, ὅσοις πλεύμων οὐκ ἐμπέφυκε τῶν ζῴων ἢ σφόδρα μικρὸς ἐμπέφυκε, ταῦτʼ οὐ δεῖται ποτοῦ τὸ παράπαν οὐδʼ ὀρέγεται, διὰ τὸ τῶν μορίων ἑκάστῳ σύμφυτον ὑπάρχειν τὴν πρὸς τοὔργον[*](τοὔργον Doehnerus: τὸ ὑγρὸν) ἐπιθυμίαν· οἷς δʼ[*](οἷς δʼ] ὥστε W) οὐκ ἔστι μόρια, μηδὲ χρείαν παρεῖναι μηδὲ προθυμίαν[*](προθυμίαν] ἐπιθυμίαν?) τῆς διʼ αὐτῶν ἐνεργείας. ὅλως δὲ δόξει μάτην ἡ κύστις γεγονέναι τοῖς ἔχουσιν· εἰ γὰρ ὁ στόμαχος ἅμα τῷ σιτίῳ τὸ ποτὸν ἀναλαμβάνει καὶ τῇ κοιλίᾳ παραδίδωσιν, οὐθὲν ἰδίου πόρου δεῖται τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς, ἀλλʼ εἷς ἀρκεῖ καὶ κοινὸς ὥσπερ εὐδιαῖος ἀμφοτέροις εἰς ταὐτὸ διὰ ταὐτοῦ συνεισκομιζομένοις[*](Doehnerus: εἰσκομιζομένοις)· νῦν δὲ χωρὶς μὲν ἡ κύστις γέγονε, χωρὶς δὲ τὸ ἔντερον· ὅτι τὸ
μὲν ἐκ τοῦ πλεύμονος βαδίζει, τὸ δʼ ἐκ τοῦ στομάχου, διακρινόμενον εὐθὺς · περὶ τὴν κατάποσιν. ὅθεν οὐδʼ ἐπιφαίνεται τῷ ὑγρῷ τοῦ ξηροῦ περιττώματος οὐδέν, οὔτε χρόᾳ προσεοικὸς οὔτʼ ὀσμῇ τὸ παράπαν καίτοι φύσιν εἶχεν ἀναμιγνύμενον ἐν τῇ κοιλίᾳ καὶ ἀναδευόμενον ἀναπίμπλασθαι τῶν ἐκείνου ποιοτήτων καὶ μὴ καθαρὸν οὕτως ἀπηθεῖσθαι[*](Leonicus: ἀπηθῆσθαι) καὶ ἄχραντον. ἀλλʼ οὐδὲ λίθος ἐν κοιλίᾳ πώποτε συνέστη· καίτοι λόγον εἶχε μηδὲν ἧττον ἢ ἐν κύστει συνίστασθαι καὶ πήγνυσθαι τὸ ὑγρόν, εἴπερ εἰς κοιλίαν ἐχώρει διὰ στομάχου πᾶν τὸ πινόμενον. ἀλλʼ ἔοικεν ὁ μὲν στόμαχος ἐκ τῆς ἀρτηρίας εὐθὺς ἕλκων τοῦ παροδεύοντος ὑγροῦ τὸ ἱκανὸν καὶ τὸ μέτριον ἀποχρῆσθαι πρὸς μάλαξιν καὶ χύλωσιν τῆς τροφῆς, διὸ μηδὲν ὑγροῦ περίττωμα ποιεῖν· ὁ δὲ πλεύμων ὡσπερεὶ[*](ὥσπερ R) τὸ πνεῦμα καὶ τὸ ὑγρὸν ἐξ αὑτοῦ διανέμων τοῖς δεομένοις τὸ λοιπὸν ἐκκρίνειν εἰς τὴν κύστιν. εἰκότα γὰρ μακρῷ ταῦτα μᾶλλον ἐκείνων. τὸ δʼ ἀληθὲς ἴσως ἄληπτον ἔν γε τούτοις, καὶ οὐκ ἔδει πρὸς φιλόσοφον δόξῃ τε καὶ δυνάμει πρῶτον οὕτως ἀπαυθαδίσασθαι περὶ πράγματος ἀδήλου καὶ τοσαύτην ἀντιλογίαν[*](*: αἰτιολογίαν) ἔχοντος.

ἐν ταῖς Πλατωνικαῖς[*](Πλατωνικαῖς de Legg. p. 853d) συναναγνώσεσιν[*](ἀναγνώσεσιν R) ὁ λεγόμενος κερασβόλος καὶ ἀτεράμων ζήτησιν ἀεὶ παρεῖχεν, οὐχ ὅστις εἴη· δῆλον γὰρ ἦν, ὅτι τῶν σπερμάτων τὰ προσπίπτοντα τοῖς τῶν βοῶν κέρασιν ἀτεράμονα τὸν καρπὸν ἐκφύειν νομίζοντες, οὕτω τὸν αὐθάδη καὶ σκληρὸν ἄνθρωπον ἐκ μεταφορᾶς κερασβόλον καὶ ἀτεράμονα προσηγόρευον ἀλλὰ περὶ αὐτῆς διηπορεῖτο τῆς αἰτίας, καθʼ ἣν τοῦτο πάσχει τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν σπέρματα. καὶ πολλάκις ἀπειπάμεθα τοῖς φίλοις, οὐχ ἥκιστα Θεοφράστου δεδιττόμενοι[*](Emperius: δὲ αἰνιττομένου) τὸν λόγον, ἐν οἷς πολλὰ συναγήοχε καὶ ἱστόρηκε[*](Duebnerus: ἱστόρησεν) τῶν τὴν αἰτίαν ἀνεύρετον ἡμῖν ἐχόντων· οἷός ἐστιν ὁ τῶν ἀλεκτορίδων ὅταν τέκωσι περικαρφισμός, ἥ τε καταπίνουσα[*](καταπτύουσα Doehnerus) φώκη τὴν πιτύαν ἁλισκομένη[*](M: πύτον ἀναλισκομένη), καὶ τὸ κατορυσσόμενον ὑπὸ τῶν ἐλάφων κέρας καὶ τὸ ἠρύγγιον[*](X: ἠρύγκιον), ὃ μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, ἅπαν ἐφίσταται τὸ αἰπόλιον·

ἐν τούτοις γὰρ καὶ τὰ κερασβόλα τῶν σπερμάτων προτίθεται[*](προτίθεται] sc. ὁ Θεόφραστος), πρᾶγμα πίστιν ἔχον ὅτι γίγνεται, τὴν δʼ αἰτίαν ἔχον ἄπορον ἢ παγχάλεπον. ἀλλʼ ἔν γε Δελφοῖς παρὰ δεῖπνον ἐπέθεντό τινες ἡμῖν τῶν ἑταίρων, ὡς οὐ μόνον
γαστρὸς ἀπὸ[*](ἄπο) σξηνειδερυς μαμλεπλείης βουλὴν καὶ μῆτιν ἀμείνω
[*](cf. Callim. ed. Schn. p. 786) γιγνομένην ἀλλὰ καὶ τὰς ζητήσεις πολὺ προθυμοτέρας καὶ θρασυτέρας τὰς ἀποφάνσεις[*](Leonicus: ἀποφάσεις) τοῦ οἴνου ποιοῦντος, ἀξιοῦντες εἰπεῖν τι περὶ τοῦ προβλήματος.