Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
πρῶτον μὲν[*](μὲν] μὲν γὰρ?) ἡ λειότης αὐτοῦ τὴν ὁμαλότητα τῶν μορίων ἐπιδείκνυται· διʼ ὅλου γὰρ αὑτῷ συμπαθεῖ πρὸς τὴν ψαῦσιν[*](ψαῦσιν X: ψύξιν). ἔπειτα τῇ ὄψει παρέχει καθαρώτατον ἐνοπτρίσασθαι· τραχὺ γὰρ οὐδέν ἐστιν ὥστε διασπᾶν τὴν ἀνταύγειαν, ἀλλʼ ἀπὸ παντὸς μέρους διʼ ὑγρότητα καὶ σμικρότατον[*](κἂν σμικρότατον ᾗ?) ἀνακλᾷ τὸ φῶς ἐπὶ τὴν ὄψιν· ὥσπερ αὖ τοὐναντίον, τὸ γάλα τῶν ὑγρῶν μόνον οὐκ ἐσοπτρίζει[*](Basileensis: ἐσοπτρίζειν), πολλῆς ἀναμεμιγμένης αὐτῷ γεώδους συστάσεως[*](συστάσεως] om. mei). ἔτι δὲ κινούμενον, ἥκιστα ψοφεῖ ψἑἶζῖ τῶν ὑγρῶν· ὑγρὸν γάρ ἐστι διʼ ὅλου· τῶν δʼ[*](τῶν δʼ Turnebus: τῶν) ἄλλων ἐν τῷ ῥεῖν καὶ φέρεσθαι τὰ σκληρὰ καὶ γεώδη μέρη[*](idem: μέτρα) προσκρούσεις λαμβάνοντα καὶ πληγὰς ψοφεῖ διὰ τραχύτητα[*](idem: βραχύτητα). καὶ μὴν μόνον ἄκρατητον διαμένει καὶ ἄμικτον· ἔστι γὰρ πυκνότατον οὐ γὰρ ἔχει μεταξὺ τῶν ξηρῶν καὶ γεωδῶν ἐν αὑτῷ μερῶν κενώματα καὶ πόρους, οἷς δέξεται τὸ παρεμπῖπτον ἀλλὰ[*](ἀλλὰ idem: ἅμα) διʼ ὁμοιότητα[*](ὁμαλότητα W) τῶν μερῶν εὐάρμοστόν[*](ib. S: ἀνάρμοστον) ἐστι καὶ συνεχές· ὅταν δʼ ἀφρίζῃ τοὔλαιον, οὐ δέχεται τὸ πνεῦμα διὰ λεπτότητα καὶ συνέχειαν. τοῦτο δʼ αἴτιον καὶ τοῦ τρέφεσθαι τὸ πῦρ ὑπʼ αὐτοῦ· τρέφεται μὲν γὰρ οὐδενὶ πλὴν ὑγρῷ, καὶ τοῦτο μόνον καυστόν ἐστιν· ἐκ γοῦν τῶν ξύλων ὁ μὲν ἀὴρ
ἄπεισι καπνὸς γενόμενος, τὸ δὲ γεῶδες ἐκτεφρωθὲν ὑπολείπεται· μόνον δʼ ὑπὸ τοῦ πυρὸς τὸ νοτερὸν ἀναλοῦται· τούτῳ γὰρ τρέφεσθαι πέφυκεν. ὕδωρ μὲν οὖν καὶ οἶνος καὶ τὰ λοιπά, πολλοῦ μετέχοντα τοῦ θολεροῦ καὶ γεώδους, ἐμπίπτοντα τὴν φλόγα διασπᾷ καὶ τῇ τραχύτητι, καὶ τῷ βάρει θλίβει καὶ κατασβέννυσι· τὸ δʼ ἔλαιον, ὅτι μάλιστα εἰλικρινῶς ὑγρόν ἐστι, διὰ λεπτότητα μεταβάλλει καὶ κρατούμενον ἐκπυροῦται.μέγιστον δʼ αὐτοῦ τῆς ὑγρότητος τεκμήριον ἡ[*](ἡ M) ἐπὶ πλεῖστον ἐξ ὀλιγίστου διανομὴ καὶ χύσις· οὔτε γὰρ μέλιτος οὔθʼ ὕδατος οὔτʼ ἄλλου τινὸς ὑγροῦ βραχὺς οὕτως ὀπὸς[*](ὀπὸς] ὄγκος W) ἐπίδοσιν λαμβάνει τοιαύτην[*](τοσαύτην?), ἀλλʼ εὐθὺς ἐπιλείπων καταναλίσκεται[*](ἐπιλειπων καταναλίσκεται *: ἐπὶ πλεῖστον καὶ ἀναλίσκεται) διὰ ξηρότητα. τὸ δʼ ἔλαιον, ὅλκιμον πανταχῆ καὶ μαλακόν[*](μαλακὸν ὂν R), ἄγεται περὶ τὸ σῶμα χριομένοις καὶ συνεπιρρεῖ πορρωτάτω διʼ ὑγρότητα τῶν μερῶν μηκυνομένων, ὥστε καὶ παραμένειν δυσεξίτηλον. ὕδατι μὲν γὰρ[*](μὲν γὰρ R: μέν γε) βρεχθὲν ἱμάτιον ἀποξηραίνεται ῥᾳδίως, ἐλαίου δὲ κηλῖδας οὐ τῆς τυχούσης ἐστὶ πραγματείας[*](Leonicus: γραμματείας) ἐκκαθῆραι[*](ib. *: ἐκκαθᾶραι)· μάλιστα γὰρ ἐνδύεται τῷ μάλιστα λεπτὸν καὶ ὑγρὸν εἶναι. καὶ γὰρ οἶνον κεκραμένον δυσχερέστερον ἐξαιροῦσι[*](Duebnerus: ἐξαίρουσι) τῶν ἱματίων, ὡς Ἀριστοτέλης[*](Ἀριστοτέλης] p. 874, 30a) φησίν, ὅτι λεπτότερός[*](M: λεπτότερον) ἐστι καὶ μᾶλλον ἐνδύεται τοῖς πόροις.
ὁ Ἀριστίωνος εὐημέρει[*](εὐημερεῖ mei) παρὰ τοῖς δειπνοῦσι μάγειρος, ὡς τὰ τʼ ἄλλα χαριέντως ὀψοποιήσας καὶ τὸν ἄρτι[*](ἄρτι Doehnerus coll. Plin. 23, 130) τῷ Ἡρακλεῖ τεθυμένον ἀλεκτρυόνα παραθεὶς ἁπαλὸν ὥσπερ χθιζόν, νεαρὸν ὄντα καὶ πρόσφατον. εἰπόντος; οὖν τοῦ Ἀριστίωνος, ὅτι τοῦτο γίγνεται ταχέως, εἰ σφαγεὶς εὐθὺς ἀπὸ τῆς συκῆς κρεμασθείη, τὴν αἰτίαν ἐζητοῦμεν. ὅτι μὲν δὴ πνεῦμα τῆς συκῆς ἄπεισιν ἰσχυρὸν καὶ σφοδρόν, ἥ τʼ ὄψις ἐκμαρτυρεῖ καὶ τὸ περὶ τῶν ταύρων λεγόμενον, ὡς ἄρα συκῇ προσδεθεὶς ὁ χαλεπώτατος, ἡσυχίαν ἄγει καὶ ψαύσεως ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμενον[*](ἀπομαραινόμενος Duebnerus). τὴν δὲ πλείστην αἰτίαν καὶ δύναμιν ἡ δριμύτης εἶχε· τὸ γὰρ φυτὸν ἁπάντων ὀπωδέστατον, ὥστε καὶ τὸ σῦκον αὐτὸ καὶ τὸ ξύλον καὶ τὸ θρῖον[*](θρῖον Kaltwasserus: ἔργον) ἀναπεπλῆσθαι· διὸ καόμενόν τε τῷ καπνῷ δάκνει μάλιστα καὶ κατακαυθέντος ἡ τέφρα ῥυπτικωτάτην παρέχει κόνιν[*](κονίαν X)· ταὐτὰ δὲ πάντα θερμότητος[*](θερμότητος] δριμύτητος * * Doehnerus). καὶ τὴν[*](καὶ τὴν] ᾗ τὴν?) πῆξιν
ἐμποιεῖν τῷ γάλακτι τὸν ὀπὸν οἴονταί τινες, οὐ[*](οὐ] οὐ μόνον R) σκαληνίᾳ[*](ib. Basileensis: σκαλληνία) σχημάτων περιπλέκοντα καὶ κολλῶντα τὰ μέρη τοῦ γάλακτος, ἐκθλιβομένων ἐπιπολῆς τῶν λείων καὶ περιφερῶν[*](Turnebus: περιφέρων), ἀλλὰ καὶ ὑπὸ θερμότητος ἐκτήκοντα τοῦ ὑγροῦ τὸ ἀσύστατον καὶ[*](καὶ] del. W) ὑδατῶδες. τεκμήριον[*](scr. vid. τεκμήριον δὲ καὶ τὸ οὐ χρηστὸν εἶναι γλυκὺ τὸν ὀπὸν) δὲ καὶ τὸ ἄχρηστον γλυκὺ εἶναι τὸν ὀπόν, ἀλλὰ πωμάτων φαυλότατον· οὐ γὰρ τὸ λεῖον ὑπὸ τῶν σκαληνῶν[*](*: σκαλλήνων Post hanc vocem quaedam intercidisse putat Doehnerus), ἀλλὰ τὸ ψυχρὸν ἔστη καὶ[*](ἔστη καὶ] ἔστηκεν R) ἄπεπτον ὑπὸ τῆς θερμότητος. καὶ πρὸς τοῦτο συνεργοῦσιν οἱ ἅλες· θερμοὶ γάρ εἰσι· πρὸς δὲ τὴν λεγομένην περιπλοκὴν καὶ σύνδεσιν ἀντιπράττουσι διάλυσιν διαλύειν γὰρ μάλιστα πεφύκασι. θερμὸν οὖν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησιν ἡ συκῆ· καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σάρκα τοῦ ὄρνιθος. ταὐτὸ[*](Doehnerus: τὸ αὐτὸ) δὲ πάσχει καὶ πυρῶν ἐντεθεὶς σιρῷ[*](idem: σωρῷ) καὶ νίτρῳ συνημμένος, ὑπὸ θερμότητος. ὅτι δ̓ ὁ πυρὸς ἔχει τι θερμόν, τεκμαίρονται τοῖς ἀμφορεῦσιν, ὧν ἐντιθεμένων εἰς σιρὸν[*](σιρὸν Doehnerus σῖτον) ἐξαναλίσκεται[*](ib. ἐξίσταται R) ταχέως ὁ οἶνος.χαρίεντος ἀνδρός, ὦ Σόσσιε Σενεκίων, καὶ φιλανθρώπου λόγον ἔχουσι Ῥωμαῖοι διὰ στόματος, ὅστις ἦν ὁ εἰπών, ἐπεὶ μόνος ἐδείπνησε, βεβρωκέναι, μὴ δεδειπνηκέναι σήμερον· ὡς τοῦ δείπνου κοινωνίαν καὶ φιλοφροσύνην ἐφηδύνουσαν ἀεὶ ποθοῦντος. Εὔηνος[*](Εὔηνος] Bergk. 2 p. 271) μὲν γὰρ ἔλεγε τὸ πῦρ ἥδιστον εἶναι ἡδυσμάτων[*](ἡδυσμάτων εἶναι Doehnerus cf. p. 1010c), καὶ τὸν ἅλα θεῖον Ὅμηρος[*](Ὅμηρος] I 214) οἱ δὲ πολλοὶ χάριτας καλοῦσιν, ὅτι ἐπὶ[*](ὅτι ἐπὶ] ὅτι?) τὰ πλεῖστα μιγνύμενος εὐάρμοστα τῇ γεύσει καὶ προσφιλῆ ποιεῖ καὶ κεχαρισμένα· δείπνου δὲ καὶ τραπέζης θειότατον ὡς ἀληθῶς ἥδυσμα φίλος ἐστὶ παρὼν καὶ συνήθης καὶ γνώριμος οὐ τῷ συνεσθίειν καὶ συμπίνειν, ἀλλʼ ὅτι λόγου μεταλαμβάνει καὶ μεταδίδωσιν, ἄν γε δὴ χρήσιμον ἐνῇ τι καὶ πιθανὸν καὶ οἰκεῖον τοῖς λεγομένοις· ἐπεὶ τούς γε πολλοὺς αἱ παρʼ οἶνον ἀδολεσχίαι ληροῦντας ἐμβάλλουσι πρὸς τὰ πάθη[*](πρὸς τὰ αἴχιστα πάθη R. πρὸς τὴν μέθην?) καὶ προσδιαστρέφουσιν. ὅθεν ἄξιόν ἐστι μηδὲν ἧττον λόγους ἢ φίλους δεδοκιμασμένους παραλαμβάνειν ἐπὶ τὰ δεῖπνα, τοὐναντίον ἢ Λακεδαιμόνιοι
φρονοῦντας καὶ λέγοντας· ἐκεῖνοι μὲν γάρ, ὅταν[*](ὅταν *: ὅτε) νέον ἢ ξένον εἰς τὸ φιδίτιον[*](Basileensis: φιλέστιον) παραλάβωσι, τὰς θυρίδας δείξαντες ταύτῃ φασὶν οὐκ ἐξέρχεται λόγος· ἡμεῖς, δʼ ἑαυτοὺς χρῆσθαι λόγοις συνεθίζομεν[*](Anonymus: συνεθιζομένων), ὧν πᾶσὶν ἐστι καὶ πρὸς πάντας ἐξαγωγή, διὰ τὰς ὑποθέσεις μηδὲν ἀκόλαστον μηδὲ βλάσφημον μηδὲ κακόηθες ἐχούσας[*](Basileensis: ἔχουσα) μηδʼ ἀνελεύθερον. ἔξεστι δὲ κρίνειν τοῖς παραδείγμασιν, ὧν τὴν ἑβδόμην δεκάδα τουτὶ περιέχει τὸ βιβλίον.εἰσῆλθέ τινι τῶν συμποτῶν ὥρᾳ θέρους τουτὶ τὸ πρόχειρον ἅπασιν ἀναφθέγξασθαι
τέγγε πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·[*](Bergk. 3 p. 163) καὶ Νικίας ὁ Νικοπολίτης ἰατρὸς οὐδὲν ἔφη θαυμαστόν, εἰ ποιητικὸς ἀνὴρ Ἀλκαῖος ἠγνόησεν ὃ καὶ Πλάτων[*](Πλάτων cf. Tim. p. 70e. 91a ib. καίτοι τὸ μὲν Ἀλκαίου - εὐπορήσειειν ἂν (malim εὐπορήσειʼ ἂν) - ἀπολαύειν γὰρ ἰκμάδος Madvigius) ὁ φιλόσοφος. καίτοι τὸν[*](τὸν] τὸ mei) μὲν Ἀλκαῖον ἁμωσγέπως[*](R: ἄλλως γε πως) εὐπορήσειν βοηθείας, ἀπολαύειν ἰκμάδος τὸν πλεύμονα, γειτνιῶντα τῷ στομάχῳ, καὶ διὰ τοῦτο τέγγεσθαι πιθανόν ἐστιν· ὁ δὲ φιλόσοφος οὑτωσὶ σαφῶς ἔφη γράψας διεξιέναι τὰ ποτὰ[*](ποτὰ Turnebus: πολλὰ) διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπε. τὸ γὰρ ἀγνόημα μέγα. πρῶτον μέν, ὅτι τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστι ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον· ἔπειτα, τοῦ πλεύμονος λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησε. καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν, καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις[*](φύσις] κρίσις mei) χρείαν πεποίηκε βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι[*](εὖ παρίησι] εὐπάριστον (εὐπάριτον) mei) τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένον[*](τεταγμένης R), ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα· δεινὰς γὰρ ὑπὸ βηχὸς· ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ[*](Duebnerus: παρολισθῇ), φερομένου τοῦ πνεύματος· ἡ δὲ μέταυλος αὕτη[*](R: αὐτὴ) κλίσιν ἐπʼ ἀμφότερα λαμβάνουσα, φθεγγομένων μέν, ἐπιπίπτει τῷ στομάχῳ· σιτουμένων δὲ καὶ πινόντων, τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι τοίνυν ἔφη καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν[*](ἴσμεν M: ἴσμεν ὅτι) τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν· ὠθεῖ[*](ὠθεῖ] θεῖ Madvigius) γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν· ἐκείνως[*](ἐκείνως W: ἐκεῖνο) δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστʼ ἀναμίγνυσθαι καὶ παραμένειν. οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν ἀλλʼ οὐ[*](οὐ idem) συμπλεκομένων ἡμῶν ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον, οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατοσ.
τοιαῦτα τοῦ Νικίου διεξιόντος, ὁ γραμματικὸς πρωτογένης ἔφη[*](ἔφη Turnebus) συνεωρακέναι πρῶτον Ὅμηρον, ὅτι τῆς μὲν τροφῆς ὁ στόμαχος ἀγγεῖόν ἐστι, τοῦ δὲ πνεύματος ὁ βρόγχος, ὃν[*](ὁ R) ἀσφάραγον ἐκάλουν οἱ παλαιοί· διὸ καὶ τοὺς μεγαλοφώνους ἐρισφαράγους ἐπονομάζειν εἰώθασιν· εἰπὼν[*](εἶπεν W) οὖν ὅτι τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἤλασε
ὡς τὸν ἀσφάραγον ὄντα φωνῆς ἴδιον ὀχετὸν καὶ πνεύματος, τὴν δὲ λευκανίην· ἐσέθηκα. [*](locum mutilum supplet W ita: τὴν δὲ λευκανίην τροφῆς ἀγγεῖον λέγει ἐν τούτοις ʼνῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον λευκανίην ἐσίθηκαʼ Sed in Hom. Ω 642 est: λαυκανίης καθέηκα Suppleverim: τὴν δὲ λευκανίην [λέγει πόρον τροφῆς ὡς ἐν τούτοις ʼνῦν δὲ καὶ σίτου - λευκανίης] καθέηκα' Unde signavi lacunam)
- λευκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
[*](Hom. X 325. 328. 329)- οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
- ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
γενομένης οὖν ἐπὶ τῷ λόγῳ σιωπῆς, ὁ Φλῶρος εἶπεν οὕτως[*](εἶθʼ οὕτως R)ὑφησόμεθα τοῦ Πλάτωνος ἐρήμην ὀφλισκάνοντος;οὐχ ἡμεῖς γʼ ἔφην ἐγώ· προησόμεθα γὰρ ἅμα τῷ Πλάτωνι καὶ τὸν Ὅμηρον, ὃς τοσοῦτον ἀποδεῖ[*](ἀποδεῖ *: ἀποδέει) τοῦ τὸ ὑγρὸν ἀπελαύνειν καὶ ἀποστρέφειν τῆς ἀρτηρίας, ὥστε καὶ τὸ σιτίον ὁμοῦ συνεκβαλεῖν ἐνταῦθα.
χωρὶς εἰ μὴ τὸν Κύκλωπα φήσει τις ὥσπερ ὀφθαλμὸν σχεῖν[*](σχεῖν R: ἔχει) ἕνα καὶ πόρον τροφῆς καὶ φωνῆς τὸν αὐτόν· ἢ τὸν φάρυγγα φήσει στόμαχον εἰρῆσθαι καὶ μὴ βρόγχον, ὥσπερ ὑπὸ πάντων καὶ πάλαι καὶ νῦν ὠνόμασται. ταῦτα δʼ οὐκ ἀπορίᾳ μαρτύρων, ἀλλʼ ὑπὸ τῆς ἀληθείας ἐπηγαγόμην ἐπεὶ μάρτυρὲς γε τῷ Πλάτωνι πολλοί τε κἀγαθοὶ πάρεισιν. Εὔπολιν μὲν γάρ, εἰ βούλει, πάρες ἐν Κόλαξιν εἰπόντα
πάρες δὲ καὶ τὸν κομψὸν Ἐρατοσθένην λέγοντα
καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος·Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 677) δὲ σαφῶς δήπου λέγων
οἶνος περάσας πλευμόνων διαρροάςδῆλός ἐστιν Ἐρασιστράτου βλέπων τι ὀξύτερον· εἶδε γὰρ ὅτι σήραγγας ὁ πλεύμων ἔχει καὶ πόροις κατατέτρηται , διʼ ὧν τὸ ὑγρὸν διίησιν. οὐ γὰρ τὸ πνεῦμα πόρων ἐδεῖτο πρὸς τὴν ἐξαγωγήν, ἀλλʼ ἕνεκα τῶν ὑγρῶν καὶ τῶν τοῖς ὑγροῖς συμπαρολισθαινόντων γέγονεν ἠθμοειδὴς[*](ἡθυμοειδὴς mei) καὶ πολύπορος. καὶ οὐδὲν ἧττον, ὦ μακάριε, τῷ πλεύμονι προσῆκόν ἐστιν ἢ τῷ στομάχῳ συνεκδιδόναι τὸ ἄλφιτον καὶ τὸ κρίμνον οὐδὲ γὰρ ὁ στόμαχος ἡμῶν λεῖος, ὥς τινες[*](ὥς τινες οἴονται?), οὐδʼ ὀλισθηρός, ἀλλʼ ἔχει τραχύτητας, αἷς εἰκός ἐστι τὰ λεπτὰ καὶ μικρὰ περιπίπτοντα καὶ προσισχόμενα διαφεύγειν τὴν κατάποσιν. ἀλλʼ οὔτε τοῦτο λέγειν οὔτʼ ἐκεῖνο καλῶς ἔχον ἐστίν· ἡ γὰρ φύσις οὐκ ἐφικτὸν ἔχει τῷ λόγῳ τὸ περὶ τὰς ἐνεργείας εὐμήχανον· οὐδʼ ἔστι τῶν ὀργάνων αὐτῆς τὴν ἀκρίβειαν οἷς χρῆται λέγω δὲ τὸ πνεῦμα καὶ τὸ θερμόν ἀξίως διελθεῖν. ἔτι δὴ τῶν μαρτύρων τῷ Πλάτωνι προσκαλοῦμαι Φιλιστίωνά τε τὸν Λοκρόν, εὖ μάλα παλαιὸν ἄνδρα καὶ λαμπρὸν ἀπὸ τῆς τέχνης ὑμῶν γενόμενον; καὶ Ἱπποκράτη καὶ Διώξιππον τὸν Ἱπποκράτειον οὗτοι γὰρ οὐχ ἑτέραν ὁδόν, ἀλλʼ ἣν Πλάτων, ὑφηγοῦνται τοῦ πώματος[*](R: στόματος). ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι μέρος ὑποδέχεσθαι, πιθανὸν γάρ ἐστι τὴν μὲν[*](μὲν M: μ̀εν γὰρ) ἐπιγλωττίδα τῆς ἀρτηρίας προκεῖσθαι διάφραγμα καὶ ταμιεῖον, ὅπως ἀτρέμα καὶ κατʼ ὀλίγον διηθῆται τὸ ποτόν, ἀλλὰ μὴ ταχὺ μηδʼ ἄθρουν ἐπιρρακτὸν[*](R: ἐπιρραγκτὸν) ἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ. διὸ τοῖς ὄρνισιν οὐ γέγονεν ἐπιγλωσσὶς οὐδʼ ἔστιν· οὐδὲ γὰρ σπῶντες οὐδὲ λάπτοντες, ἀλλὰ κάπτοντες καὶ[*](καὶ R) κατʼ ὀλίγον διιέντες[*](*: διέντες) τὸ ποτὸν ἡσυχῆ τὴν ἀρτηρίαν διαίνουσι καὶ τέγγουσι. μαρτύρων μὲν οὖν ἅλις. ὁ δὲ λόγος τῷ Πλάτωνι πρῶτον ἐκ τῆς αἰσθήσεως ἔχει τὴν πίστιν. τῆς γὰρ ἀρτηρίας τρωθείσης, οὐ καταπίνεται τὸ ὑγρόν, ἀλλʼ ὥσπερ ὀχετοῦ διακοπέντος, ἐκπῖπτον ἔξω καὶ ἀποκρουνίζον ὁρᾶται, καίπερ ὑγιοῦς καὶ ἀκεραίου τοῦ στομάχου μένοντος. ἔπειτα[*](ἔπειτα *: ἐπεὶ) πάντες ἴσμεν, ὅτι τοῖς περιπλευμονικοῖς πάθεσι δίψος ἕπεται περιφλεγέστατον ὑπὸ ξηρότητος ἢ θερμότητος, ἤ τινος ἄλλης αἰτίας ἅμα τῇ φλεγμονῇ τὴν ὄρεξιν ἐμποιούσης· ὃ δὲ τούτου μεῖζόν ἐστι τεκμήριον, ὅσοις πλεύμων οὐκ ἐμπέφυκε τῶν ζῴων ἢ σφόδρα μικρὸς ἐμπέφυκε, ταῦτʼ οὐ δεῖται ποτοῦ τὸ παράπαν οὐδʼ ὀρέγεται, διὰ τὸ τῶν μορίων ἑκάστῳ σύμφυτον ὑπάρχειν τὴν πρὸς τοὔργον[*](τοὔργον Doehnerus: τὸ ὑγρὸν) ἐπιθυμίαν· οἷς δʼ[*](οἷς δʼ] ὥστε W) οὐκ ἔστι μόρια, μηδὲ χρείαν παρεῖναι μηδὲ προθυμίαν[*](προθυμίαν] ἐπιθυμίαν?) τῆς διʼ αὐτῶν ἐνεργείας. ὅλως δὲ δόξει μάτην ἡ κύστις γεγονέναι τοῖς ἔχουσιν· εἰ γὰρ ὁ στόμαχος ἅμα τῷ σιτίῳ τὸ ποτὸν ἀναλαμβάνει καὶ τῇ κοιλίᾳ παραδίδωσιν, οὐθὲν ἰδίου πόρου δεῖται τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς, ἀλλʼ εἷς ἀρκεῖ καὶ κοινὸς ὥσπερ εὐδιαῖος ἀμφοτέροις εἰς ταὐτὸ διὰ ταὐτοῦ συνεισκομιζομένοις[*](Doehnerus: εἰσκομιζομένοις)· νῦν δὲ χωρὶς μὲν ἡ κύστις γέγονε, χωρὶς δὲ τὸ ἔντερον· ὅτι τὸ μὲν ἐκ τοῦ πλεύμονος βαδίζει, τὸ δʼ ἐκ τοῦ στομάχου, διακρινόμενον εὐθὺς · περὶ τὴν κατάποσιν. ὅθεν οὐδʼ ἐπιφαίνεται τῷ ὑγρῷ τοῦ ξηροῦ περιττώματος οὐδέν, οὔτε χρόᾳ προσεοικὸς οὔτʼ ὀσμῇ τὸ παράπαν καίτοι φύσιν εἶχεν ἀναμιγνύμενον ἐν τῇ κοιλίᾳ καὶ ἀναδευόμενον ἀναπίμπλασθαι τῶν ἐκείνου ποιοτήτων καὶ μὴ καθαρὸν οὕτως ἀπηθεῖσθαι[*](Leonicus: ἀπηθῆσθαι) καὶ ἄχραντον. ἀλλʼ οὐδὲ λίθος ἐν κοιλίᾳ πώποτε συνέστη· καίτοι λόγον εἶχε μηδὲν ἧττον ἢ ἐν κύστει συνίστασθαι καὶ πήγνυσθαι τὸ ὑγρόν, εἴπερ εἰς κοιλίαν ἐχώρει διὰ στομάχου πᾶν τὸ πινόμενον. ἀλλʼ ἔοικεν ὁ μὲν στόμαχος ἐκ τῆς ἀρτηρίας εὐθὺς ἕλκων τοῦ παροδεύοντος ὑγροῦ τὸ ἱκανὸν καὶ τὸ μέτριον ἀποχρῆσθαι πρὸς μάλαξιν καὶ χύλωσιν τῆς τροφῆς, διὸ μηδὲν ὑγροῦ περίττωμα ποιεῖν· ὁ δὲ πλεύμων ὡσπερεὶ[*](ὥσπερ R) τὸ πνεῦμα καὶ τὸ ὑγρὸν ἐξ αὑτοῦ διανέμων τοῖς δεομένοις τὸ λοιπὸν ἐκκρίνειν εἰς τὴν κύστιν. εἰκότα γὰρ μακρῷ ταῦτα μᾶλλον ἐκείνων. τὸ δʼ ἀληθὲς ἴσως ἄληπτον ἔν γε τούτοις, καὶ οὐκ ἔδει πρὸς φιλόσοφον δόξῃ τε καὶ δυνάμει πρῶτον οὕτως ἀπαυθαδίσασθαι περὶ πράγματος ἀδήλου καὶ τοσαύτην ἀντιλογίαν[*](*: αἰτιολογίαν) ἔχοντος.