Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐπειδὴ δʼ[*](ἐπειδὴ δʼ Benselerus: ἐπεὶ δὲ δὴ) ἡπτόμεθα τῆς αἰτίας τοῦ πάθους, πρῶτον μὲν ἠπορήθη τὸ μάλιστα[*](τοʼ αἴτιον τοῦ μάλιστα R) βουλιμιᾶν τοὺς διὰ χιόνος πολλῆς βαδίζοντας, ὥσπερ καὶ Βροῦτος ἐκ Δυρραχίου πρὸς Ἀπολλωνίαν ἰὼν[*](ἰὼν Madvigius) ἐκινδύνευσεν ὑπὸ τοῦ πάθους· ἦν δὲ νιφετὸς πολὺς καὶ τῶν τὰ σιτία κομιζόντων οὐδεὶς ἐξηκολούθει· λιποθυμοῦντος[*](*: λειποθυμοῦντος) οὖν αὐτοῦ καὶ ἀπολιπόντος[*](pro ἀπολιπόντος dat μηδενὸς ἔχοντος - μηδὲν ἐδώδιμον Vit. Brut. c. 26), ἠναγκάσθησαν οἱ στρατιῶται προσδραμόντες τοῖς τείχεσιν ἄρτον αἰτῆσαι παρὰ τῶν τειχοφυλάκων πολεμίων[*](τοῖς τείχεσι τῶν πολεμίων ἄρτ. αἰτ. παρὰ τῶν τειχοφυλάκων Doehnerus)· καὶ λαβόντες εὐθὺς ἀνεκτήσαντο τὸν Βροῦτον· διὸ καὶ φιλανθρώπως ἐχρήσατο πᾶσι κύριος τῆς πόλεως γενόμενος. πάσχουσι δὲ τοῦτο καὶ ἵπποι καὶ ὄνοι[*](ὄνοι] ἡμίονοι Psellus), καὶ μάλισθʼ ὅταν[*](ὅταν idem: ὅταν ἢ) ἰσχάδας ἢ[*](ἢ] καὶ idem) μῆλα κομίζωσιν. ὃ δὲ θαυμασιώτατόν ἐστιν, οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ κτήνη μάλιστα πάντων ἐδωδίμων ἀναρρώννυσιν ἄρτος ὥστε, κἂν ἐλάχιστον ἐμφάγωσιν[*](ἐμφάγωσιν] ἐὰν φάγωσιν mei), ἰῶνται[*](ἰῶνται] εὐθὺς ἵστανται Psellus Fort. ἰῶνται ortum est ex ἱστῶνται (pro ἵστανται cf. Praefat. p. LXXXII). De re eadem Xen. Exped. 4, 5, 9 dixit: ἐπειδὴ δέ τι ἐμφάγοιεν, ἀνίσταντο καὶ ἐπορεύοντο) καὶ βαδίζουσι.
γενομένης δὲ σιωπῆς, ἐγὼ συννοῶν ὅτι τὰ τῶν πρεσβυτέρων ἐπιχειρήματα τοὺς μὲν ἀργοὺς καὶ ἀφυεῖς οἷον ἀναπαύει καὶ ἀναπίμπλησι, τοῖς δὲ φιλοτίμοις καὶ φιλολόγοις ἀρχὴν ἐνδίδωσιν οἰκείαν καὶ τόλμαν ἐπὶ τὸ ζητεῖν καὶ ἀνιχνεύειν τὴν ἀλήθειαν, ἐμνήσθην τῶν Ἀριστοτελικῶν[*](Ἀριστοτελικῶν] cf. p. 884, 13a) ἐν οἷς λέγεται, ὅτι, πολλῆς περιψύξεως γενομένης ἔξωθεν, ἐκθερμαίνεται σφόδρα τὰ ἐντὸς καὶ πολὺ σύντηγμα ποιεῖ· τοῦτο δʼ, ἐὰν μὲν ἐπὶ τὰ σκέλη ῥυῇ, κόπους ἀπεργάζεται καὶ βαρύτητας, ἐὰν δʼ ἐπὶ τὰς τῆς κινήσεως καὶ τῆς ἀναπνοῆς ἀρχάς, ἀψυχίαν ἢ καὶ[*](ἢ καὶ] ἢ aut καὶ R) ἀσθένειαν. ὅπερ οὖν εἰκός, τοῦ λόγου λεχθέντος, ἐπεραίνετο, τῶν μὲν ἐπιφυομένων τῷ δόγματι τῶν δʼ ὑπερδικούντων.
Σώκλαρος δὲ τὴν ἀρχὴν ἔφη τοῦ λόγου κάλλιστα κεῖσθαι· περιψύχεσθαι γὰρ ἱκανῶς[*](ἱκανῶς] ἰσχυρῶς Psellus) καὶ πυκνοῦσθαι τὰ σώματα τῶν βαδιζόντων διὰ χιόνος· τὸ δὲ σύντηγμα τὴν θερμότητα ποιεῖν καὶ τοῦτο καταλαμβάνειν τὰς ἀρχὰς τῆς ἀναπνοῆς αἰτηματῶδες εἶναι μᾶλλον οὖν δοκεῖν αὐτῷ τὴν θερμότητα συστελλομένην καὶ πλεονάζουσαν ἐντὸς ἀναλίσκειν τὴν τροφήν, εἶτʼ, ἐπιλειπούσης καὶ[*](καὶ] om. Psellus) αὐτὴν, ὥσπερ πῦρ[*](τὸ πῦρ idem) ἀπομαραίνεσθαι· διὸ πεινῶσι[*](πεινῶσι] add. οἱ τοῦτο παθόντες Psellus; fortasse Plutarchus scripserat πειν[ΩΞΙΝ οἳ ἄν τοῦτο πάθ]ΩΞΙ) σφόδρα καὶ βραχὺ παντελῶς ἐμφαγόντες εὐθὺς ἀναλάμπουσι· γίγνεται
γὰρ ὥσπερ ὑπέκκαυμα[*](Iunius: ὑπέκλυμα) τῆς θερμότητος τὸ προσφερόμενον.Κλεομένης δʼ ὁ ἰατρὸς ἄλλως ἔφη τῷ[*](τῷ Basileensis: τὸ aut τοι) ὀνόματι τὸν λιμὸν συντετάχθαι δίχα τοῦ πράγματος, ὥσπερ τῷ καταπίνειν τὸ πίνειν καὶ τῷ[*](καὶ τῷ - τὸ Turnebus: καὶ τὸ - τῷ cf. Symb. ) ἀνακύπτειν τὸ κύπτειν· οὐ γὰρ εἶναι λιμόν, ὥσπερ δοκεῖ, τὴν βουλιμίαν, ἀλλὰ πάθος ἐν τῷ[*](τῷ Psellus) στομάχῳ διὰ συνδρομὴν θερμοῦ[*](θερμοῦ idem: λιμοῦ) λιποψυχίαν[*](λιποψυχίαν *: λειποψυχίαν) ποιοῦν. ὥσπερ οὖν τὰ ὀσφραντὰ πρὸς τὰς λιποθυμίας[*](λιποθυμίας * hic et infra: λειποθυμίας) βοηθεῖν, καὶ τὸν ἄρτον[*](ἄρτον Turnebus: αὐτὸν) ἀναλαμβάνειν τοὺς[*](τοὺς Basileensis: καὶ τοὺς) βουλιμιῶντας, οὐχ ὅτι τροφῆς ἐνδεεῖς εἰσι μικρὸν γοῦν παντάπασι λαβόντες[*](λαβόντες W: ἀναλαβόντες propter ἀναζωπυροῦσιν) ἀναζωπυροῦσιν, ἀλλʼ ὅτι τὸ πνεῦμα καὶ τὴν δύναμιν ἀνακαλεῖται καταφερομένην. ὅτι δʼ ἔστι λιποθυμία καὶ οὐ πεῖνα, μηνύει τὸ τῶν ὑποζυγίων· ἥ τε γὰρ[*](γὰρ Duebnerus) τῶν ἰσχάδων ἀποφορὰ καὶ ἡ τῶν μήλων ἔνδειαν μὲν οὐ ποιεῖ, καρδιωγμὸν δέ τινα μᾶλλον καὶ νὴ Δίʼ εἴλιγγον[*](νὴ Δίʼ εἴλιγγον scripsi cum R: διειλιγμόν cf. Schol. Arist. Acharn. vs. 581: ὅταν δὲ περὶ τὴν καρδίαν στρόφος γένηται, ἐπακολουθεῖ σκότος, καὶ τοῦτο τὸ πάθος καλοῦσιν ἐλιγγον κἑ. cf. etiam vs. 1218. Ceterum εἰλιγμός cum εἴλιγγος etiam alibi confunditur.).