Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

κομιδῇ γʼ ἔφην εἴπερ ἀληθές ἐστιν· οὐκ ἔχει δʼ οὕτως, ἀλλʼ αὑτοὺς[*](αὐτοὺς mei) παραλογιζόμεθα, θερμὸν εὐθὺς[*](εὐθὺ iidem) εἶναι τὸ θερμαῖνον[*](τὸ θερμαῖνον Basileensis: τὸ θερμαίνει Malim γʼ ὃ θερμαίνει) ὑπολαμβάνοντες· καὶ ταῦθʼ ὁρῶντες ὅτι ταὐτὸν ἱμάτιον ἐν χειμῶνι θερμαίνειν ἐν δʼ ἡλίῳ ψύχειν γέγονεν[*](γέγονεν Duebnerus: λέγομεν)· ὥσπερ ἡ τραγικὴ τροφὸς ἐκείνη τὰ τῆς Νιόβης τέκνα τιθηνεῖται

  1. λεπτοσπαθήτων[*](em. S: λεπτὸς πάθη τῶν) χλανιδίων ἐρειπίοις
  2. [*](Nauck. p. 839)
  3. θάλπουσα καὶ ψύχουσα.
Γερμανοὶ μὲν οὖν κρύους πρόβλημα ποιοῦνται τὴν ἐσθῆτα μόνον, Αἰθίοπες δὲ θάλπους μόνον, ἡμεῖς δʼ ἀμφοῖν. ὥστε τί μᾶλλον, εἰ θάλπει, θερμὴν ἤπερ ψυχρὰν[*](ἢ περίψυχρον Doehnerus) ἀπὸ τοῦ περιψύχειν λεκτέον; εἰ δὲ δεῖ τῇ αἰσθήσει τεκμαίρεσθαι, μᾶλλον ἂν ψυχρὰ γένοιτο· καὶ γὰρ ὁ χιτὼν ψυχρὸς ἡμῖν προσπίπτει τὸ πρῶτον ἐνδυσαμένοις καὶ τὰ στρώματα κατακλινεῖσιν
εἶτα μέντοι συναλεαίνει τῆς ἀφʼ[*](ἀφʼ Psellus: ὑφʼ) ἡμῶν πιμπλάμενα[*](ἐμπιπλάμενα idem) θερμασίας, καὶ ἅμα μὲν περιστέλλοντα καὶ κατέχοντα τὸ θερμόν, ἅμα δʼ ἀπείργοντα τὸ κρύος καὶ τὸν ἔξωθεν[*](ἔξωθεν Benselerus: ἐξω) ἀέρα τοῦ σώματος. οἱ μὲν οὖν πυρέττοντες καυματιζόμενοι συνεχῶς[*](συχνῶς Doehnerus) ἀλλάττουσι τὰ ἱμάτια τῷ[*](τῷ] τὸ mei) ψυχρὸν εἶναι τὸ ἐπιβαλλόμενον ἂν δʼ ἐπιβληθῇ, παραχρῆμα γίγνεται θερμὸν ὑπὸ τοῦ σώματος. ὥσπερ οὖν ἡμᾶς θερμαινόμενον θερμαίνει θοἰμάτιον[*](*: τὸ ἱμάτιον), οὕτω τὴν χιόνα ψυχόμενον ἀντιπεριψύχει· ψύχεται δʼ ὑπʼ αὐτῆς ἀφιείσης[*](Psellus: ἀφείσης) πνεῦμα λεπτόν· τοῦτο γὰρ συνέχει τὴν πῆξιν αὐτῆς ἐγκατακεκλεισμένον[*](idem: ἐγκατακείμενον)· ἀπελθόντος δὲ τοῦ πνεύματος, ὕδωρ οὖσα ῥεῖ καὶ διατήκεται, καὶ ἀπανθεῖ τὸ λευκὸν ὅπερ ἡ τοῦ πνεύματος πρὸς τὸ ὑγρὸν ἀνάμιξις ἀφρώδης; γενομένη παρεῖχεν ἅμα τʼ οὖν τὸ ψυχρὸν ἐγκατέχεται περιστεγόμενον τῷ ἱματίῳ, καὶ ὁ ἔξωθεν ἀὴρ ἀπειργόμενος οὐ τέμνει τὸν πάγον οὐδʼ ἀνίησιν. ἀγνάπτοις δὲ τούτοις[*](τούτοις] add. χρῶνται W. Fort. add. περιστέλλουσι) πρὸς τοῦτο διὰ τὴν τραχύτητα καὶ ξηρότητα τῆς κροκύδος οὐκ ἐώσης ἐπιπεσεῖν βαρὺ θοἰμάτιον[*](*: τὸ ἱμάτιον) οὐδὲ συνθλῖψαι τὴν χαυνότητα τῆς χιόνος· ὥσπερ καὶ τὸ ἄχυρον διὰ κουφότητα μαλακῶς περιπῖπτον οὐ θρύπτει τὸν πάγον, ἄλλως δὲ πυκνόν ἐστι καὶ στεγανόν, ὥστε[*](ὥστε] ὥσπερ mei) καὶ τὴν[*](τὴν Leonicus) θερμότητα τοῦ ἀέρος ἀπείργειν καὶ τὴν ψυχρότητα
κωλύειν ἀπιέναι τῆς χιόνος. ὅτι δʼ ἡ τοῦ πνεύματος διάκρισις ἐμποιεῖ τὴν τῆξιν, ἐμφανές ἐστι τῇ αἰσθήσει τηκομένη γὰρ ἡ χιὼν πνεῦμα ποιεῖ.

Νίγρος[*](X: νίκρος) ὁ πολίτης ἡμῶν[*](ἡμῶν] fort. add. μετʼ ἄλλων aut μετὰ τῶν ἑταίρων) ἀπὸ σχολῆς ἀφῖκτο συγγεγονὼς ἐνδόξῳ φιλοσόφῳ χρόνον οὐ πολύν, ἀλλʼ ἐν ὅσῳ τὰ τάνδρὸς[*](*: τοῦ ἀνδρὸς) οὐ καταλαμβάνοντες[*](em. R: καταλαμβάνοντος) ἀνεπίμπλαντο τῶν ἐπαχθῶν ἀπʼ αὐτοῦ μιμούμενοι[*](Basileensis: μιμουμένου) τὸ ἐπιτιμητικὸν καὶ ἐλέγχοντες[*](eadem: λέγοντος vel ψέγοντος) ἐπὶ παντὶ πράγματι τοὺς συνόντας. ἑστιῶντος οὖν ἡμῖἱς Ἀριστίωνος[*](X: ἀρίστωνος), τὴν τʼ ἄλλην χορηγίαν ὡς πολυτελῆ καὶ περίεργον ἐμέμφετο καὶ τὸν οἶνον οὐκ ἔφη δεῖν ἐγχεῖσθαι[*](Turnebus: ἐλέγχεσθαι) διηθημένον[*](Doehnerus: ἠθημένον), ἀλλʼ, ὥσπερ Ἡσίοδος[*](Ἡσίοδος] cf. OD 368) ἐκέλευσεν, ἀπὸ τοῦ πίθου πίνεσθαι τὴν σύμφυτον ἔχοντα ῥώμην καὶ δύναμιν. ἡ δὲ τοιαύτη κάθαρσις αὐτοῦ πρῶτον μὲν ἐκτέμνει τὰ νεῦρα καὶ τὴν θερμότητα κατασβέννυσιν· ἐξανθεῖ γὰρ καὶ ἀποπνεῖ διερωμένου[*](idem: διεωρωμένου) πολλάκις· ἔπειτα περιεργίαν καὶ καλλωπισμὸν ἐμφαίνει

καὶ τρυφὴν εἰς τὸ ἡδὺ καταναλίσκουσα τὸ χρήσιμον. ὥσπερ γὰρ τὸ τοὺς ἀλεκτρυόνας ἐκτεμεῖν[*](ἐκτέμνειν?) καὶ τοὺς χοίρους, ἁπαλὴν αὐτῶν παρὰ φύσιν τὴν σάρκα ποιοῦντας καὶ θήλειαν, οὐχ ὑγιαινόντων ἐστὶν ἀνθρώπων ἀλλὰ διεφθαρμένων ὑπὸ λιχνείας· οὕτως, εἰ δεῖ μεταφορᾷ χρησάμενον λέγειν[*](λέγειν] ἔχειν mei. ἐλέγχειν Turnebus), ἐξευνουχίζουσι[*](ib. Leonicus: ἐξονυχίζουσι) τὸν ἄκρατον καὶ ἀποθηλύνουσιν οἱ διηθοῦντες, οὔτε φορεῖν[*](φορεῖν] φρονεῖν mei. add. τὸν ἂκρατον R) ὑπʼ ἀσθενείας οὔτε πίνειν τὸν[*](τὸν] malim αὐτὸν cum Doehnero) μέτριον δυνάμενοι διὰ τὴν ἀκρασίαν· ἀλλὰ σόφισμα τοῦτʼ ἐστὶν αὐτοῖς καὶ μηχάνημα πολυποσίας ἐξαιροῦσι[*](Duebnerus: ἐξαίρουσι) δὲ τοῦ οἴνου τὸ ἐμβριθές, τὸ λεῖον[*](τὸ λεῖοντέλειον mei) ἀπολιπόντες, ὥσπερ οἱ τοῖς ἀκρατῶς[*](em. W: ἀκράτως) ἔχουσι πρὸς ψυχροποσίαν ἀρρώστοις ἀφεψημένον διδόντες· ὅ τι γὰρ στόμωμα τοῦ οἴνου καὶ κράτος ἐστί, τοῦτʼ ἐν τῷ διυλίζειν ἐξαιροῦσι[*](Duebnerus: ἐξαίρουσι) καὶ ἀποκρίνουσι. μέγα δὲ[*](δὲ] om. mei) τεκμήριον ἡ διαφθορὰ καὶ[*](ἡ διαφθορὰ καὶ] malim cum R νὴ Δία φθορᾶς) τὸ μὴ διαμένειν, ἀλλʼ ἐξίστασθαι καὶ μαραίνεσθαι, καθάπερ ἀπὸ ῥίζης κοπέντα τῆς τρυγός· οἱ δὲ παλαιοὶ καὶ τρύγα τὸν οἶνον[*](τὸν νέον οἶνον Doehnerus) ἄντικρυς ἐκάλουν, ὥσπερ ψυχὴν καὶ κεφαλὴν τὸν ἄνθρωπον εἰώθαμεν ἀπὸ τῶν κυριωτάτων ὑποκορίζεσθαι, καὶ[*](καὶ] ἣν καὶ idem) τρυγᾶν λέγομεν τοὺς δρεπομένους τὴν ἀμπελίνην ὀπώραν, καὶ διατρύγιόν που Ὅμηρος[*](Ὁμηρος] ω 342) εἴρηκεν, αὐτὸν δὲ τὸν οἶνον αἴθοπα καί ἐρυθρὸν εἴωθε · καλεῖν· οὐχ ὡς
Ἀριστίων ἡμῖν ὠχριῶντα καὶ χλωρὸν ὑπὸ τῆς πολλῆς καθάρσεως παρέχεται.