Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
μικρὸν οὖν ὁ ξένος διαλιπών οἱ ἐρῶντες ἔφη μάλιστα μὲν αὐτοῖς τοῖς παιδικοῖς, εἰ δὲ μή,
περὶ αὐτῶν ἐπιθυμοῦσι διαλέγεσθαι· τοῦτο[*](τοῦτο Basileensis: τούτοις codd. τούτοις ταὐτὸ Doehnerus. τοῦτʼ ἐγὼ?) πέπονθα περὶ τῆς χιόνος. ἐπεὶ γὰρ οὐ πάρεστιν οὐδʼ ἔχομεν, ἐπιθυμοίην ἂν[*](ἐπιθυμοίην ἂν *: ἐπιθυμίαν) μαθεῖν τίς αἰτία, διʼ ἣν ὑπὸ τῶν θερμοτάτων φυλάσσεται. καὶ γὰρ ἀχύροις σπαργανοῦντες αὐτὴν καὶ περιστέλλοντες ἱματίοις ἀγνάπτοις ἐπὶ πολὺν χρόνον ἄπταιστον διατηροῦσι. θαυμαστὸν οὖν, εἰ συνεκτικὰ τὰ θερμότατα τῶν ψυχροτάτων ἐστί.