Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ῥηθέντων δὲ τούτων, ὁ ἑστιῶν ἡμᾶς καὶ ταῦτʼ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν[*](τὴν W) ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις[*](ἀναπληρώσεις] add. ποιεῖν, διὰ τό τοῖς μὲν πεινῶσιν ἐὰν πίωσιν, παύεται ἡ πεῖνα ἐν τῷ παραυτίκα κἑ Madvigius), ἐν τῷ παραυτίκα ---[*](lac. 2-3 litt. addidi ex Vd) τοῖς δὲ διψῶσι τοὐναντίον[*](τοὐναντίον Emperius: ἐναντίον), ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ[*](δὲ] δὴ W) τὸ πάθος οἱ τοὺς πόρους διαφόρους[*](ib. διαφόρους *) ὑποτιθέμενοι[*](ib. Turnebus: ἐπιτιθέμενοι) ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα[*](τἄλλα *: πολλὰ) μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει[*](ἔχει· ὧν Duebnerus: ἐχόντων)· ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν, οἱ δʼ ἰσχνότεροι[*](οἱ δὲ στενώτεροι R) τὸ μὲν ποτὸν[*](τὸ μὲν ποτὸν] μόνον τὸ ποτὸν W. Fort. τὸ ποτὸν μόνον οὐχὶ δὲ καὶ τὸ σιτίον) παραδέχονται[*](παραδέχονται] add. τὸ δὲ σιτίον οὐ παραδέχονται Madvigius), ποιεῖ δὲ τὴν μὲν δίψαν ἡ τούτων κένωσις, ἡ δʼ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν

μὲν φάγωσιν[*](ἐὰν ἐμφάγωσιν, οἱ μὲν διψῶντες οὐ βοηθοῦνται Doehnerus; malim οἱ μὲν διψῶντες ἐὰν φάγωσιν οὐ βοηθοῦνται) οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλʼ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων· οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν[*](πίασιν?), ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης.