Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐδόκει δή μοι ταῦτα πιθανῶς μὲν ἐπικεχειρῆσθαι[*](em. Madvigius: ἐγκεχειρῆσθαι), πρὸς δὲ τὸ μέγιστον ἐναντιοῦσθαι τῆς φύσεως τέλος, ἐφʼ ὃ πᾶν ἄγει ζῷον ὄρεξις, ἀναπλήρωσιν τοῦ ἐνδεοῦς ποθοῦσα καὶ τὸ[*](καὶ τὸ] αὐτὸ mei) ἐκλεῖπον[*](ἐλλεῖπον Emperius hic et infra) ἀεὶ τοῦ οἰκείου διώκουσα· τὸ γὰρ ᾧ διαφέρει μάλιστα τὸ ζῷον τοῦ ἀψύχου, τοῦτο μὴ φάναι πρὸς σωτηρίαν καὶ διαμονὴν ὑπάρχειν ἡμῖν, ὥσπερ ὄμμα τῶν[*](ὄμμα τῶν R: ὀμμάτων Cf. p. 738 c: καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος, ubi genetivus est obiectivus) οἰκείων τῷ σώματι καὶ δεόντων[*](καὶ δεόντων Madvigius: καὶ δεη τῶν) ἐγγεγενημένον[*](em. Doehnerus: ἐγγεγενημένων), ἀλλὰ πάθος εἶναι καὶ τροπήν τινα πόρων οἴεσθαι μεγέθεσι καὶ μικρότησι συμβαίνουσαν, εἰς οὐδένʼ ἦν λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν. ἔπειτα ῥιγοῦν[*](ῥιγοῦν μὲν Hirschigius) ἐνδείᾳ θερμότητος οἰκείας τὸ σῶμα, μηκέτι δὲ[*](δὲ X) διψῆν μηδὲ πεινῆν ὑγρότητος ἐνδείᾳ τῆς[*](τῆς M: τῇ) κατὰ φύσιν καὶ τροφῆς, ἄλογόν ἐστι· τούτου δʼ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν ἡ φύσις, πληρώσεως δʼ οὐ διὰ κένωσιν, ἀλλʼ ἑτέρου τινὸς πάθους ἐγγενομένου. καὶ μὴν αἵ γε τοιαῦται περὶ τὰ ζῷα χρεῖαι καὶ ἀναπληρώσεις οὐθέν τι τῶν περὶ τὰς γεωργίας γιγνομένων διαφέρουσι· πολλὰ γὰρ ὅμοια[*](ὅμοια] add. τοῖς ζῴοις τὰ φυτὰ idem) πάσχει καὶ βοηθεῖται· πρὸς μὲν γὰρ[*](γὰρ] del. Salmasius) τὰς ξηρότητας ἀρδείαις ποτιζόμενα, καὶ ψυχόμενα[*](ποτίζομεν καὶ ψύχομεν Madvigius) μετρίως, ὅταν φλέγηται· ῥιγοῦντα δʼ αὐτὰ[*](αὐτὰ] αὖ R. Malim αὖ ταῦτα) θάλπειν πειρώμεθα καὶ
σκέπειν πόλλʼ ἄττα[*](πόλλʼ ἄττα scripsi cum Doehnero: πολλοστὰ) περιβάλλοντες· καὶ ὅσα μὴ παρʼ ἡμᾶς[*](παρʼ ἡμῖν R) ἐστιν, εὐχόμεθα τὸν θεὸν διδόναι, δρόσους μαλακὰς καὶ εἰλήσεις ἐν[*](ἐν] σὺν W) πνεύμασι μετρίοις[*](idem: μετρίως), ὡς ἀεὶ τοῦ ἀπολείποντος ἀναπλήρωσιν ἡ φύσις ἔχοι[*](ib. malim ὡς ἂν ἀεὶ - ἔχῃ), διατηροῦσα τὴν κρᾶσιν. οὕτω γὰρ οἶμαι καὶ τροφὴν ὠνομάσθαι τὸ τηροῦν τὴν φύσιν· τηρεῖται δὲ τοῖς μὲν φυτοῖς ἀναισθήτως ἐκ τοῦ περιέχοντος, ὥς φησιν Ἐμπεδοκλῆς[*](Ἐμπεδοκλῆς] om. Mullach.), ὑδρευομένοις τὸ πρόσφορον· ἡμᾶς δʼ ἡ ὄρεξις ζητεῖν διδάσκει καὶ διώκειν τὸ ἐκλεῖπον τῆς κράσεως. οὐ μὴν ἀλλὰ καὶ τῶν εἰρημένων ἕκαστον ἴδωμεν ὡς οὐκ ἀληθές ἐστι. τὰ μὲν γὰρ εὐστομίαν ἔχοντα καὶ δριμύτητα τάχα μὲν οὐκ ὄρεξιν, ἀλλὰ δηγμὸν ἐμποιεῖ τοῖς δεκτικοῖς μέρεσι τῆς τροφῆς, οἷον κνησμοὶ[*](κνησμὸν Emperius) κατὰ θίξιν[*](ib. M: κατάθιξιν) ἐνίων ἀμυσσόντων· εἰ δὲ καὶ τοῦτο τὸ πάθος ὀρεκτικόν ἐστιν, εἰκός ἐστιν ὑπὸ τῶν τοιούτων βρωμάτων λεπτυνόμενα διακρίνεσθαι τὰ προϋπόντα[*](Doehnerus: πρέποντα), καὶ ποιεῖν μὲν ἔνδειαν, οὐ μεταρρυθμιζομένων δὲ τῶν[*](δὲ τῶν M: τῶν) πόρων ἀλλὰ κενουμένων καὶ καθαιρομένων τὰ γὰρ ὀξέα καὶ δριμέα καὶ ἁλμυρὰ θρύπτοντα τὴν ὕλην διαφορεῖ[*](διαφέρει mei) καὶ σκίδνησιν, ὥστε νεαρὰν ποιεῖν τὴν ὄρεξιν ἐκθλιβομένων[*](R: εἰσθλιβομένων) τῶν ἑώλων καὶ χθιζῶν. τῶν δὲ λουομένων οὐ μετασχηματιζόμενοι παύουσιν οἱ πόροι τὸ δίψος, ἀλλʼ ἰκμάδα διὰ τῆς[*](διὰ τῆς Doehnerus: τῆς) σαρκὸς ἀναλαμβάνοντες καὶ ἀναπιμπλάμενοι νοτερᾶ ἀτμίδος. οἱ δʼ ἔμετοι τἀλλότριον[*](Doehnerus *: τὸ ἀλλότριον) ἐκβάλλοντες ἀπόλαυσιν τῇ φύσει τοῦ οἰκείου παρέσχον. οὐ γὰρ ἁπλῶς τοῦ[*](ἁπλῶς τοῦ M: ἀπλήστου) ὑγροῦ τὸ δίψος, ἀλλὰ τοῦ κατὰ φύσιν καὶ οἰκείου διό, κἂν πολὺ παρῇ τὸ ἀλλόφυλον, ἐνδεὴς ὁ ἄνθρωπός ἐστιν· ἐνίσταται[*](R: ἐφίσταται) γὰρ τοῖς κατὰ φύσιν ὑγροῖς, ὧν ἡ ὄρεξίς ἐστι, καὶ οὐ δίδωσιν ἀνάμιξιν οὐδὲ κατάκρασιν, ἄχρι ἂν ἐκστῇ καὶ ἀποχωρήσῃ· τότε δʼ οἱ πόροι τὸ σύμφυλον ἀναλαμβάνουσιν. οἱ δὲ πυρετοὶ τὸ ὑγρὸν εἰς βάθος ἀπωθοῦσι· καὶ τῶν μέσων φλεγομένων, ἐκεῖ πᾶν ἀποκεχώρηκε καὶ κρατεῖται πεπιεσμένον ὅθεν ἐμεῖν τε πολλοὺς ἅμα συμβαίνει, πυκνότητι τῶν ἐντὸς ἀναθλιβόντων τὰ ὑγρά, καὶ διψῆν[*](δίψαν mei) διʼ ἔνδειαν καὶ ξηρότητα τοῦ λοιποῦ σώματος. ὅταν οὖν ἄνεσις γένηται καὶ τὸ θερμὸν ἐκ τῶν μέσων ἀπίῃ, σκιδνάμενον αὖθις ὑπονοστεῖ[*](Basileensis: ὑπονοστεῖν) καὶ διιόν[*](Turnebus: ἴδιον), ὡς πέφυκε, πάντῃ τὸ νοτερὸν[*](τὸ νοτερὸν Basileensis: τὸν ἕτερον) ἅμα τοῖς· τε μέσοις ῥᾳστώνην παρέσχε, καὶ τὴν σάρκα λείαν καὶ ἁπαλὴν ἀντὶ τραχείας καὶ αὐχμώδους γενομένην ἐμάλαξε, πολλάκις δὲ καὶ ἱδρῶτας ἐπήγαγεν· ὅθεν ἡ ποιοῦσα διψῆν ἔνδεια λήγει καὶ παύεται, τῆς ὑγρότητος ἀπὸ τοῦ βαρυνομένου καὶ δυσαναβλαυτοῦντος[*](em. Duebnerus: δυσαναβλαστοῦντος) ἐπὶ τὸν δεόμενον καὶ ποθοῦντα μεθισταμένης τόπον. ὡς γὰρ ἐν κήπῳ, φρέατος ἄφθονον ὕδωρ ἔχοντος, εἰ μὴ τις ἐπαντλοῖ καὶ ἄρδοι τὰ φυτά[*](τὰ φυτὰ X (E): αὐτὰ), διψῆν καὶ ἀτροφεῖν ἀναγκαῖόν ἐστιν· οὕτως ἐν σώματι, τῶν ὑγρῶν εἰς ἕνα κατασπωμένων τόπον, οὐ θαυμαστὸν ἔνδειαν εἶναι περὶ τὰ λοιπὰ καὶ ξηρότητα, μέχρι οὗ πάλιν ἐπιρροὴ καὶ διάχυσις γένηται· καθάπερ καὶ ἐπὶ τῶν πυρεττόντων, ὅταν ἀνεθῶσι, συμβαίνει καὶ τῶν ἐγκαταδαρθανόντων τῷ διψῆν· καὶ γὰρ τούτοις ὁ ὕπνος ἐκ μέσων ἐπανάγων τὰ ὑγρὰ καὶ διανέμων πάντῃ τοῖς μέρεσιν ὁμαλισμὸν ἐμποιεῖ καὶ ἀναπλήρωσιν. ὁ γὰρ δὴ λεγόμενος τῶν πόρων μετασχηματισμὸς οὗτος, ᾧ τὸ πεινῆν ἢ τὸ διψῆν ἐγγίνηται[*](ἐγγεγένηται?), ποῖὸς τίς ἐστιν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ περὶ πόρους[*](περὶ πόρους *: περὶ πόρου ἢ πόρων) διαφορὰς ἄλλας[*](ἄλλας Doehnerus: ἀλλὰ) κατὰ πάθος[*](πάθος *: πλῆθος cf. p. 687 e) ἢ τὸ συμπίπτειν καὶ τὸ διίστασθαι· καὶ συμπίπτοντες μὲν· οὔτε ποτὸν οὔτε τροφὴν δέχεσθαι δύνανται, διιστάμενοι δὲ κενότητα καὶ χώραν ποιοῦσιν, ἔνδειαν οὖσαν τοῦ κατὰ φύσιν καὶ οἰκείου. καὶ γὰρ αἱ στύψεις, ὦ βέλτιστε, τῶν βαπτομένων ἔφην τόπων[*](τόπων] πόκων?) ἔχουσι τὸ[*](τὸ] τι?) δριμὺ καὶ ῥυπτικόν, ᾧ τῶν περισσῶν ἐκκρινομένων καὶ ἀποτηκομένων, οἱ πόροι δέχονται μᾶλλον καὶ στέγουσι[*](M: στέργουσι) δεξάμενοι τὴν βαφὴν ὑπʼ ἐνδείας καὶ κενότητος.ῥηθέντων δὲ τούτων, ὁ ἑστιῶν ἡμᾶς καὶ ταῦτʼ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν[*](τὴν W) ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις[*](ἀναπληρώσεις] add. ποιεῖν, διὰ τό τοῖς μὲν πεινῶσιν ἐὰν πίωσιν, παύεται ἡ πεῖνα ἐν τῷ παραυτίκα κἑ Madvigius), ἐν τῷ παραυτίκα ---[*](lac. 2-3 litt. addidi ex Vd) τοῖς δὲ διψῶσι τοὐναντίον[*](τοὐναντίον Emperius: ἐναντίον), ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ[*](δὲ] δὴ W) τὸ πάθος οἱ τοὺς πόρους διαφόρους[*](ib. διαφόρους *) ὑποτιθέμενοι[*](ib. Turnebus: ἐπιτιθέμενοι) ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα[*](τἄλλα *: πολλὰ) μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει[*](ἔχει· ὧν Duebnerus: ἐχόντων)· ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν, οἱ δʼ ἰσχνότεροι[*](οἱ δὲ στενώτεροι R) τὸ μὲν ποτὸν[*](τὸ μὲν ποτὸν] μόνον τὸ ποτὸν W. Fort. τὸ ποτὸν μόνον οὐχὶ δὲ καὶ τὸ σιτίον) παραδέχονται[*](παραδέχονται] add. τὸ δὲ σιτίον οὐ παραδέχονται Madvigius), ποιεῖ δὲ τὴν μὲν δίψαν ἡ τούτων κένωσις, ἡ δʼ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν
μὲν φάγωσιν[*](ἐὰν ἐμφάγωσιν, οἱ μὲν διψῶντες οὐ βοηθοῦνται Doehnerus; malim οἱ μὲν διψῶντες ἐὰν φάγωσιν οὐ βοηθοῦνται) οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλʼ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων· οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν[*](πίασιν?), ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης.