Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ταῦτα μὲν οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι· τοῦ δʼ Ἐμπεδοκλέους εἰρηκότος
οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια[*](ὑπέρφλοα Karstenus. vid. Mullach. 1 p. 8 v. 287) μῆλα,τὸ μὲν τῶν σιδῶν ἐπίθετον[*](ἐπίθετον] add. ῥᾴδιον ἔφην (malim ἔφην ῥᾴδιον) R) νοεῖν, ὅτι, τοῦ φθινοπώρου λήγοντος ἤδη καὶ τῶν καυμάτων μαραινομένων, ἐκπέττουσι τὸν καρπόν· ἀσθενῆ γὰρ αὐτῶν τὴν ὑγρότητα καὶ γλίσχραν οὖσαν οὐκ ἐᾷ λαβεῖν σύστασιν ὁ ἥλιος, ἂν μὴ μεταβάλλειν ὁ ἀὴρ ἐπὶ τὸ ψυχρότερον ἄρχηται· διὸ καὶ μόνον τοῦτό φησι Θεόφραστος τὸ δένδρον ἐν τῇ σκιᾷ βέλτιον ἐκπέττειν τὸν καρπὸν καὶ τάχιον. τὰ δὲ μῆλα καθʼ ἥντινα διάνοιαν ὁ σοφὸς ὑπέρφλοια προσειρήκοι, διαπορεῖν[*](δεῖ διαπορεῖν R), καὶ μάλιστα τἀνδρὸς[*](*: τοῦ ἀνδρὸς) οὐ καλλιγραφίας ἕνεκα τοῖς εὐπροσωποτάτοις τῶν ἐπιθέτων, ὥσπερ ἀνθηροῖς χρώμασι, τὰ πράγματα γανοῦν εἰωθότος, ἀλλʼ ἕκαστον οὐσίας τινὸς ἢ δυνάμεως δήλωμα ποιοῦντος, οἷον ἀμφιβρότην χθόνα τὸ τῇ ψυχῇ[*](τῇ ψυχῇ Turnebus: τὴν ψυχὴν) περικείμενον σῶμα, καί νεφεληγερέτην τὸν ἀέρα καὶ πολυαίματον[*](πολυαίματον] vid. Mullach. 1 p. 9 vs. 306 et adnot. p. 12 vs. 415) τὸ ἧπαρ,