Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ἐμοῦ δὲ παυσαμένου, Γάιος ὁ Φλώρου γαμβρὸς τῶν δὲ Δημοκρίτου[*](Δημοκρίτου] Mullach. 1 p. 258. 259) ἔφη εἰδώλων, ὥσπερ Αἰγιέων[*](῞ὥσπερ Αἰγιέων] Mueller. 2 p. 51) ἢ Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος· ἅ φησιν ἐκεῖνος ἐξιέναι τοὺς φθονοῦντας, οὔτʼ αἰσθήσεως ἄμοιρα παντάπασιν οὔτθʼ ὁρμῆς, ἀνάπλεὰ τε τῆς ἀπὸ τῶν προϊεμένων μοχθηρίας καὶ βασκανίας· μεθʼ ἧς ἐμπλασσόμενα καὶ παραμένοντα καὶ συνοικοῦντα τοῖς βασκαινομένοις ἐπιταράττειν καὶ

κακοῦν αὐτῶν τό τε σῶμα καὶ τὴν διάνοιαν; οὕτω γὰρ οἶμαί πως τὸν ἄνδρα τῇ δόξῃ, τῇ δὲ λέξει δαιμονίως λέγειν καὶ μεγαλοπρεπῶς.πάνυ μὲν οὖν ἔφην ἀλλὰ θαυμάζω, πῶς ἔλαθον ὑμᾶς οὐδὲν ἄλλο τῶν ῥευμάτων τούτων ἢ τὸ ἔμψυχον ἀφελὼν καὶ προαιρετικὸν ἵνα μή με δόξητε πόρρω νυκτῶν[*](νυκτῶν Herwerdenus: βυκτῶν οὐσῶν) ὑμῖν ἐπάγοντα φάσματα καὶ εἴδωλα πεπνυμένα καὶ φρονοῦντα μορμολύττεσθαι καὶ διαταράττειν. ἕωθεν οὖν, ἐὰν δοκῇ, περὶ τούτων σκεψώμεθα.

ἑστιωμένων ἡμῶν ποτʼ ἐν Χαιρωνείᾳ καὶ παρατεθείσης παντοδαπῆς ὀπώρας, ἐπῆλθέ τινι τῶν κατακειμένων ἀναφθέγξασθαι τὸν στίχον ἐκεῖνον

συκέαι[*](συκέαι Homerus η 116: συκαῖ) τε γλυκεραὶ καὶ μηλέαι ἀγλαόκαρποι
καὶ ἐλαῖαι τηλεθόωσαι ζήτησις οὖν ἦν, διὰ τί τὰς μηλέας ὁ ποιητὴς ἀγλαοκάρπους ἐξαιρέτως προσεῖπεν. καὶ Τρύφων μὲν ὁ ἰατρὸς ἔλεγε κατὰ τὴν
πρὸς τὸ δένδρον εἰρῆσθαι σύγκρισιν, ὅτι μικρὸν ὂν κομιδῇ καὶ τὴν ὄψιν εὐτελὲς καλὸν καὶ μέγαν ἐκφέρει τὸν καρπόν. ἄλλος δέ τις ἔφη τὸ καλὸν ἐκ πάντων συντεθὲν[*](συντεθέντων aut συντεθέντα codd.) μόνῳ τούτῳ τῶν ἀκροδρύων ὁρᾶν ὑπάρχον καὶ γὰρ τὴν ψαῦσιν ἔχει καθάριον[*](καθάριον R: καθάπερ ἴον), ὥστε μὴ μολύνειν ἀλλʼ εὐωδίας ἀναπιμπλάναι τὸν ἁπτόμενον, καὶ τὴν γεῦσιν ἡδεῖαν, ὀσφραίνεσθαί τε καὶ ἰδεῖν ἐπιτερπέστατόν ἐστι· διὸ καὶ πάσας ὁμοῦ τι τὰς αἰσθήσεις προσαγόμενον εἰκότως ἐπαινεῖσθαι.