Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

καὶ ὁ Σώκλαρος ἂν γʼ ἔφη πρότερον ἡμεῖς αὐτὰ[*](αὐτὰς R) δοκιμάσωμεν· ἔστι γὰρ ὅ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ ἃ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μηδὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι· πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος εἶναι; τί δʼ, πρὸς τοῦ Διός, ἐρεῖς περὶ τῶν ἑαυτοὺς καταβασκαίνειν λεγομένων; καὶ γὰρ τοῦτʼ ἀκήκοας· εἰ δὲ μή, πάντως ταῦτʼ ἀνέγνωκας

  1. καλαὶ μέν ποτʼ ἔσαν, καλαί, φόβαι[*](καλαὶ φόβαι Emperius: καὶ φόβαι) Εὐτελίδαο·
  2. ἀλλʼ αὑτὸν[*](αὑτὸν X: αὐτὸν) βάσκαινεν ἰδὼν ὀλοφώιος ἀνὴρ
  3. δίνῃ ἐν ποταμῷ[*](idem: δινήεντι ποταμῷ)· τὸν δʼ αὐτίκα νοῦσος ἀεικής[*](ἀεικής] puncta add. Duebnerus)---
ὁ γὰρ Εὐτελίδας λέγεται, καλὸς ἑαυτῷ φανεὶς· καὶ παθών τι[*](παθόντι mei) πρὸς τὴν ὄψιν, ἐκ τούτου νοσῆσαι καὶ
τὴν εὐεξίαν μετὰ τῆς ὥρας ἀποβαλεῖν. ἀλλʼ ὅρα πῶς ἔχεις εὑρησιλογίας[*](*: εὐρεσιλογίας) πρὸς τὰς τοιαύτας ἀτοπίας.

ἄλλως μέν ἔφην[*](ἔφην Vulcobius: ἔφη)οὐ[*](οὐ W: καὶ) μάλʼ ἱκανῶς· πίνων δ̓ ὡς ὁρᾷς ἐκ τῆς τηλικαύτης κύλικος, οὐκ ἀτόλμως· λέγω δʼ ὅτι[*](δὲ ὅτι idem: διότι) τὰ μὲν πάθη πάντα, ταῖς ψυχαῖς ἐμμείναντα πολὺν χρόνον, ἕξεις ἐνεργάζεται πονηράς· αὗται δʼ, ὅταν ἰσχὺν φύσεως λάβωσιν, ὑπὸ τῆς τυχούσης κινούμεναι προφάσεως, πολλάκις καὶ ἄκοντας ἐπὶ τὰ οἰκεῖα καὶ συνήθη καταφέρουσι πάθη. σκόπει δὲ τοὺς δειλοὺς ὅτι καὶ τὰ σῴζοντα φοβοῦνται, καὶ τοὺς ὀργίλους ὅτι καὶ τοῖς φιλτάτοις δυσκολαίνουσι, καὶ τοὺς ἐρωτικοὺς καὶ ἀκολάστους ὅτι τελευτῶντες οὐδὲ τῶν ἁγιωτάτων ἀπέχεσθαι δύνανται σωμάτων. ἡ γὰρ συνήθεια δεινὴ πρὸς τὸ οἰκεῖον ἐξάγειν τὴν διάθεσιν, καὶ τὸν ἀκροσφαλῶς ἔχοντα πᾶσι προσπταίειν ἀνάγκη τοῖς ὑποπίπτουσιν· ὥστʼ οὐκ ἄξιον θαυμάζειν τοὺς τὴν φθονητικὴν καὶ βασκαντικὴν ἀπειργασμένους ἐν ἑαυτοῖς ἕξιν, εἰ καὶ πρὸς τὰ οἰκεῖα κατὰ τὴν τοῦ πάθους ἰδιότητα κινοῦνται· κινούμενοι δʼ οὕτως ὃ πεφύκασιν οὐχ ὃ βούλονται ποιοῦσιν. ὡς γὰρ ἡ σφαῖρα κινεῖσθαι σφαιρικῶς καὶ κυλινδρικῶς ὁ[*](ὁ R: ἡ) κύλινδρος ἀναγκάζετει κατὰ τὴν τοῦ σχήματος διαφοράν, οὕτως[*](*: οὕτως) τὸν οὕτω[*](οὕτω del. R) φθονερὸν ἡ διάθεσις φθονητικῶς πρὸς ἅπαντα κινεῖ. οὐ μὴν ἀλλὰ καὶ καταβλέπειν εἰκός ἐστιν αὐτοὺς τὰ οἰκεῖα καὶ ποθούμενα μᾶλλον· διὸ καὶ

βλάπτουσι μᾶλλον. ὁ δὲ βέλτιστος Εὐτελίδας καὶ[*](καὶ M: ὃ καὶ) ὅσοι λέγονται καταβασκαίνειν ἑαυτοὺς οὐκ ἀλόγως μοι δοκοῦσι τοῦτο πάσχειν. σφαλερὸν γὰρ ἡ ἐπʼ ἄκρον εὐεξία κατὰ τὸν Ἱπποκράτην[*](Ἱπποκράτην] Aphor. 3, 1), καὶ τὰ σώματα προελθόντα μέχρι τῆς ἄκρας ἀκμῆς οὐχ ἕστηκεν, ἀλλὰ ῥέπει καὶ ταλαντεύεται πρὸς τοὐναντίον· ὅταν οὖν ἐπίδοσιν ἀθρόαν λάβωσι καὶ[*](καὶ Vulcobius) βέλτιον ἢ προσεδόκων ἔχοντας ἑαυτοὺς; ἐπιβλέπωσιν, ὥστε θαυμάζειν καὶ κατασκοπεῖν τὸ σῶμα τῆς μεταβολῆς, ἐγγὺς εἰσι καταφερόμενοι[*](καταφερόμενοι *: καὶ φερόμενοι) ταῖς ἕξεσι πρὸς τὸ χεῖρον, ἑαυτοὺς καταβασκαίνειν. τοῦτο δὲ γίγνεται μᾶλλον ἀπὸ τῶν πρὸς ὕδασιν ἤ τισιν ἄλλοις ἐσόπτροις ὑφισταμένων ῥευμάτων ἀναπνεῖ γὰρ ἐπʼ αὐτοὺς τοὺς ὁρῶντας, ὥσθʼ οἷς ἑτέρους ἔβλαπτον, αὐτοὺς κακοῦσθαι[*](verba τοῦτο δὲ γίνεται - - αὐτοὺς κακοῦσθαι transponit post μεγαλοπρεπῶς (p. 206, 3) E. Grafius). τοῦτο δʼ ἴσως καὶ περὶ τὰ παιδία γιγνόμενον καταψεύδεται πολλάκις τὴν αἰτίαν τῶν ἐνορώντων.

ἐμοῦ δὲ παυσαμένου, Γάιος ὁ Φλώρου γαμβρὸς τῶν δὲ Δημοκρίτου[*](Δημοκρίτου] Mullach. 1 p. 258. 259) ἔφη εἰδώλων, ὥσπερ Αἰγιέων[*](῞ὥσπερ Αἰγιέων] Mueller. 2 p. 51) ἢ Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος· ἅ φησιν ἐκεῖνος ἐξιέναι τοὺς φθονοῦντας, οὔτʼ αἰσθήσεως ἄμοιρα παντάπασιν οὔτθʼ ὁρμῆς, ἀνάπλεὰ τε τῆς ἀπὸ τῶν προϊεμένων μοχθηρίας καὶ βασκανίας· μεθʼ ἧς ἐμπλασσόμενα καὶ παραμένοντα καὶ συνοικοῦντα τοῖς βασκαινομένοις ἐπιταράττειν καὶ

κακοῦν αὐτῶν τό τε σῶμα καὶ τὴν διάνοιαν; οὕτω γὰρ οἶμαί πως τὸν ἄνδρα τῇ δόξῃ, τῇ δὲ λέξει δαιμονίως λέγειν καὶ μεγαλοπρεπῶς.πάνυ μὲν οὖν ἔφην ἀλλὰ θαυμάζω, πῶς ἔλαθον ὑμᾶς οὐδὲν ἄλλο τῶν ῥευμάτων τούτων ἢ τὸ ἔμψυχον ἀφελὼν καὶ προαιρετικὸν ἵνα μή με δόξητε πόρρω νυκτῶν[*](νυκτῶν Herwerdenus: βυκτῶν οὐσῶν) ὑμῖν ἐπάγοντα φάσματα καὶ εἴδωλα πεπνυμένα καὶ φρονοῦντα μορμολύττεσθαι καὶ διαταράττειν. ἕωθεν οὖν, ἐὰν δοκῇ, περὶ τούτων σκεψώμεθα.