Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ὁ μέντοι Λουκάνιος εἰς ἐμὲ βλέψας ἅμα καὶ μειδιῶν ὦ Πόσειδον[*](*: ὦ Ποσειδῶν)· ἔφη τοῦ πλήθους τῶν γραμμάτων· ἕτεροι δʼ ἡμῶν τῆς ἀμαθίας ὡς ἔοικε καὶ τῆς ἀνηκοΐας ἀπέλαυον[*](em. Turnebus (P): ἀπέλαβον) ἀναπείθοντες τοὐναντίον, ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον ὁ τοῦ σελίνου στέφανος[*](στέφανος S) ξένος ὢν ἐπεισῆλθε διʼ Ἡρακλέα, καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειον[*](ὡς ἱερὸν ἐπιτήδειον] ὡς ἱεροῖς ἀνεπιτήδειον R. καί (=ὡς) περ ὢν ἐπικήδειος?)· εἶτα
μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον γέρας ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγονταΚαλλίμαχον[*](Καλλίμαχον] fr. 103 ed. Schneideri) δὲ μᾶλλον διασαφοῦντα· λέγει δʼ ὁ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου
- κλαίοντες δέ τε κοῦρον ἐπ αἰλίσι πιτύεσσι[*](ἐπʼ αἰλίσι πιτύεσσι] ἐπʼ αἰγιαλῖσι πίτυσσι S. cf. Paus. 2, 1, 3. ὑπʼ αἰτεινῇσι πίτυσσι?)
- κάτθεσαν, ὁκκότε[*](ὁκκόθε R) δὴ στεφάνων[*](στεφάνους idem. malim στεφάνωμʼ) ἄθλοις φορέονται.
- οὐ γάρ πω τρηχεῖα λαβὴ[*](λαβὴ Turnebus: λάβη mei) κατεμήσατο[*](καταμήσατο Duebnerus) χειρῶν
- μήνης[*](Μήνης idem: μίμης (μήμης P)) παῖδα χάρωνα παρʼ Ἀσωποῦ γενετείρῃ,
- ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο·
ἔτι δʼ οἶμαι Προκλέους[*](Turnebus: περικλέους) ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυΐνου· ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως; μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου στέφανον. ὁ δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν Ἀκαδημείᾳ[*](*: ἀκαδημίᾳ)Εενοκράτει συσχολασάντων.
γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων ὁ Ἀχιλλεύς, ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτʼ αἰτίαν τοιαύτην ἐπιλέγων
οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.[*](cf. Hom. I 201) Νικήρατος μὲν οὖν ὁ ἑταῖρος ἡμῶν, ὁ Μακεδὼν, ἄντικρυς ἀπισχυρίζετο[*](em. R: ἐπισχυρίζεται) μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸ ζωρόν ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, ὃ δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων, νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα· καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα ποιεῖν. Σωσικλῆς δʼ ὁ ποιητὴς, τοῦ Ἐμπεδοκλέους[*](Ἐμπεδοκλέους] Mullach. 1 p. 6 vs. 203) ἐπιμνησθεὶς εἰρηκότος ἐν τῇ καθόλου μεταβολῇ γίγνεσθαι
ζωρά τε τὰ πρὶν ἄκρητα,μᾶλλον ἔφη τὸ εὔκρατον ἢ τὸ ἄκρατον ὑπὸ τἀνδρὸς[*](*: τοῦ ἀνδρὸς) ζωρὸν λέγεσθαι, καὶ μηδέν γε κωλύειν ἐπικελεύεσθαι τῷ Πατρόκλῳ τὸν Ἀχιλλέα παρασκευάζειν ᾖ εὔκρατον εἰς πόσιν τὸν οἶνον· εἰ δʼ ἀντὶ τοῦ ζωροῦ ζωρότερον εἶπεν, ὥσπερ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ καὶ θηλύτερον ἀντὶ τοῦ θήλεος, οὐκ ἄτοπον εἶναι χρῆσθαι γὰρ ἐπιεικῶς ἀντὶ τῶν ἁπλῶν τοῖς συγκριτικοῖς, Ἀντίπατρος δʼ ὁ ἑταῖρος ἔφη τοὺς μὲν ἐνιαυτοὺς ἀρχαϊκῶς ὥρους λέγεσθαι, τὸ δὲ[*](δὲ Turnebus) ζα μέγεθος εἰωθέναι[*](εἰωθέναι R: εἴωθεν) σημαίνειν· ὅθεν τὸν πολυετῆ[*](πολυετῆ] πολυτελῆ mei) καὶ οἶνον ὑπὸ τοῦ Ἀχιλλέως ζωρὸν ὠνομάσθαι.
ἐγὼ δʼ ἀνεμίμνησκον αὐτούς, ὅτι τῷ ζωρότερον τὸ θερμὸν ἔνιοι σημαίνεσθαι λέγουσι τῷ δὲ θερμοτέρῳ τὸ τάχιον· ὥσπερ ἡμεῖς ἐγκελευόμεθα πολλάκις τοῖς διακονοῦσι θερμότερον ἅπτεσθαι τῆς διακονίας. ἀλλὰ μειρακιώδη τὴν φιλοτιμίαν αὐτῶν ἀπέφαινον, δεδιότων ὁμολογεῖν ἀκρατότερον εἰρῆσθαι τὸ ζωρότερον, ὡς ἐν ἀτόπῳ τινὶ τοῦ Ἀχιλλέως; ἐσομένου καθάπερ ὁ Ἀμφιπολίτης Ζωίλος ὑπελάμβανεν, ἀγνοῶν ὅτι πρῶτον μὲν ὁ Ἀχιλλεὺς τὸν Φοίνικα καὶ τὸν Ὀδυσσέα πρεσβυτέρους ὄντας εἰδὼς οὐχ ὑδαρεῖ χαίροντας ἀλλʼ ἀκρατοτέρῳ καθάπερ οἱ ἄλλοι γέροντες, ἐπιτεῖναι κελεύει τὴν κρᾶσιν. ἔπειτα Χείρωνος ὢν μαθητὴς καὶ τῆς περὶ τὸ σῶμα διαίτης οὐκ ἄπειρος ἐλογίζετο δήπουθεν, ὅτι τοῖς ἀργοῦσι καὶ σχολάζουσι παρὰ τὸ εἰωθὸς σώμασιν ἀνειμένη καὶ μαλακωτέρα κρᾶσις ἁρμόζει. καὶ γὰρ τοῖς ἵπποις ἐμβάλλει μετὰ τῶν ἄλλων χορτασμάτων
τὸ σέλινον οὐκ ἀλόγως, ἀλλʼ ὅτι βλάπτονται μὲν οἱ σχολάζοντες ἀσυνήθως; ἵπποι τοὺς πόδας· ἔστι δὲ τούτου μάλιστʼ ἴαμα τὸ σέλινον. ἄλλοις γοῦν οὐκ ἂν εὕροις παραβαλλόμενον ἵπποις ἐν Ἰλιάδι σέλινον ἤ τινα. τοιοῦτον χιλόν. ἀλλʼ ἰατρὸς ὢν ὁ Ἀχιλλεὺς τῶν θʼ ἵππων πρὸς τὸν καιρὸν οἰκείως ἐπεμέλετο[*](*: ἐπεμελεῖτο) καὶ τῷ σώματι τὴν ἐλαφροτάτην δίαιταν, ὡς ὑγιεινοτάτην ἐν τῷ σχολάζειν, παρεσκεύαζεν· ἄνδρας δʼ ἐν μάχῃ καὶ ἀγῶνι διʼ ἡμέρας γεγενημένους οὐχ ὁμοίως ἀξιῶν διαιτᾶν τοῖς ἀργοῦσιν ἐπιτεῖναι τὴν κρᾶσιν ἐκέλευσε. καὶ μὴν οὐδὲ φύσει φαίνεται φίλοινος ἀλλʼ ἀπηνὴς ὁ Ἀχιλλεύςκαί που παρρησιαζόμενος ὑπὲρ αὑτοῦ πολλάς[*](I 325) φησὶν ἀύπνους νύκτας ἰαῦσαι· βραχὺς δʼ ὕπνος οὐκ ἐξαρκεῖ τοῖς χρωμένοις ἀκράτῳ. λοιδορούμενος δὲ τῷ Ἀγαμέμνονι πρῶτον αὐτὸν οἰνοβαρῆ[*](A 225) προσείρηκεν, ὡς μάλιστα τῶν νοσημάτων τὴν οἰνοφλυγίαν προβαλλόμενος. διὰ ταῦτα δὴ πάντα λόγον · εἶχεν αὐτὸν ἐννοῆσαι, τῶν ἀνδρῶν ἐπιφανέντων, μή ποτε ἡ συνήθης κρᾶσις αὐτῷ τοῦ οἴνου πρὸς ἐκείνους ἀνειμένη καὶ ἀνάρμοστός ἐστιν.
- οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,[*](Hom. Ψ 467)
- ἀλλὰ μάλʼ ἐμμεμαώς·