Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ὁ μέντοι Λουκάνιος εἰς ἐμὲ βλέψας ἅμα καὶ μειδιῶν ὦ Πόσειδον[*](*: ὦ Ποσειδῶν)· ἔφη τοῦ πλήθους τῶν γραμμάτων· ἕτεροι δʼ ἡμῶν τῆς ἀμαθίας ὡς ἔοικε καὶ τῆς ἀνηκοΐας ἀπέλαυον[*](em. Turnebus (P): ἀπέλαβον) ἀναπείθοντες τοὐναντίον, ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον ὁ τοῦ σελίνου στέφανος[*](στέφανος S) ξένος ὢν ἐπεισῆλθε διʼ Ἡρακλέα, καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειον[*](ὡς ἱερὸν ἐπιτήδειον] ὡς ἱεροῖς ἀνεπιτήδειον R. καί (=ὡς) περ ὢν ἐπικήδειος?)· εἶτα

μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον γέρας ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγοντα
  1. κλαίοντες δέ τε κοῦρον ἐπ αἰλίσι πιτύεσσι[*](ἐπʼ αἰλίσι πιτύεσσι] ἐπʼ αἰγιαλῖσι πίτυσσι S. cf. Paus. 2, 1, 3. ὑπʼ αἰτεινῇσι πίτυσσι?)
  2. κάτθεσαν, ὁκκότε[*](ὁκκόθε R) δὴ στεφάνων[*](στεφάνους idem. malim στεφάνωμʼ) ἄθλοις φορέονται.
  3. οὐ γάρ πω τρηχεῖα λαβὴ[*](λαβὴ Turnebus: λάβη mei) κατεμήσατο[*](καταμήσατο Duebnerus) χειρῶν
  4. μήνης[*](Μήνης idem: μίμης (μήμης P)) παῖδα χάρωνα παρʼ Ἀσωποῦ γενετείρῃ,
  5. ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο·
Καλλίμαχον[*](Καλλίμαχον] fr. 103 ed. Schneideri) δὲ μᾶλλον διασαφοῦντα· λέγει δʼ ὁ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου
  1. καί μιν Ἀλητιάδαι[*](em. Bentleius: ἀλητίδαι), πουλὺ γεγειότερον
  2. τοῦδε παρʼ Αἰγαίωνι[*](em. Bachmannus: παρἀγεῶνι E. παρʼ αἰγέωνι P) θεῷ τελέοντες ἀγῶνα,
  3. θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος,
  4. ζήλῳ τῶν Νεμέηθε· πίτυν δʼ ἀποτιμήσουσιν,
  5. ἣ πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ.
ἔτι δʼ οἶμαι Προκλέους[*](Turnebus: περικλέους) ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυΐνου· ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως; μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου
στέφανον. ὁ δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν Ἀκαδημείᾳ[*](*: ἀκαδημίᾳ)Εενοκράτει συσχολασάντων.

γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων ὁ Ἀχιλλεύς, ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτʼ αἰτίαν τοιαύτην ἐπιλέγων

οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
[*](cf. Hom. I 201) Νικήρατος μὲν οὖν ὁ ἑταῖρος ἡμῶν, ὁ Μακεδὼν, ἄντικρυς ἀπισχυρίζετο[*](em. R: ἐπισχυρίζεται) μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸ ζωρόν ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, ὃ δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων, νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα· καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα ποιεῖν. Σωσικλῆς δʼ ὁ ποιητὴς, τοῦ Ἐμπεδοκλέους[*](Ἐμπεδοκλέους] Mullach. 1 p. 6 vs. 203) ἐπιμνησθεὶς εἰρηκότος ἐν τῇ καθόλου μεταβολῇ γίγνεσθαι
ζωρά τε τὰ πρὶν ἄκρητα,
μᾶλλον ἔφη τὸ εὔκρατον ἢ τὸ ἄκρατον ὑπὸ τἀνδρὸς[*](*: τοῦ ἀνδρὸς)
ζωρὸν λέγεσθαι, καὶ μηδέν γε κωλύειν ἐπικελεύεσθαι τῷ Πατρόκλῳ τὸν Ἀχιλλέα παρασκευάζειν ᾖ εὔκρατον εἰς πόσιν τὸν οἶνον· εἰ δʼ ἀντὶ τοῦ ζωροῦ ζωρότερον εἶπεν, ὥσπερ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ καὶ θηλύτερον ἀντὶ τοῦ θήλεος, οὐκ ἄτοπον εἶναι χρῆσθαι γὰρ ἐπιεικῶς ἀντὶ τῶν ἁπλῶν τοῖς συγκριτικοῖς, Ἀντίπατρος δʼ ὁ ἑταῖρος ἔφη τοὺς μὲν ἐνιαυτοὺς ἀρχαϊκῶς ὥρους λέγεσθαι, τὸ δὲ[*](δὲ Turnebus) ζα μέγεθος εἰωθέναι[*](εἰωθέναι R: εἴωθεν) σημαίνειν· ὅθεν τὸν πολυετῆ[*](πολυετῆ] πολυτελῆ mei) καὶ οἶνον ὑπὸ τοῦ Ἀχιλλέως ζωρὸν ὠνομάσθαι.