Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐν Πυθίοις ἐγίγνοντο λόγοι περὶ τῶν ἐπιθέτων ἀγωνισμάτων, ὡς ἀναιρετέα[*](ἀναιρετέων?). παραδεξάμενοι γὰρ ἐπὶ τρισὶ τοῖς καθεστῶσιν ἐξ ἀρχῆς, αὐλητῇ Πυθικῷ καὶ κιθαριστῇ καὶ κιθαρῳδῷ, τὸν τραγῳδόν, ὥσπερ πύλης ἀνοιχθείσης οὐκ ἀντέσχον ἀθρόοις συνεπιτιθεμένοις καὶ συνεισιοῦσι παντοδαποῖς ἀκροάμασιν ὑφʼ ὧν ποικιλίαν μὲν ἔσχεν οὐκ ἀηδῆ καὶ πανηγυρισμὸν ὁ ἀγών, τὸ δʼ αὐστηρὸν καὶ μουσικὸν οὐ διεφύλαξεν, ἀλλὰ καὶ πράγματα τοῖς κρίνουσι παρέσχε καὶ πολλὰς ὡς εἰκὸς ἡττωμένων πολλῶν ἀπεχθείας. οὐχ ἥκιστα δὲ τὸ τῶν λογογράφων καὶ ποιητῶν ἔθνος ᾤοντο δεῖν ἀποσκευάσασθαι τοῦ ἀγῶνος, οὐχ ὑπὸ μισολογίας, ἀλλὰ πολὺ πάντων τῶν ἀγωνιστῶν γνωριμωτάτους ὄντας ἐδυσωποῦντο
τούτους καὶ ἤχθοντο, πάντας ἡγούμενοι χαρίεντας, οὐ πάντων δὲ νικᾶν δυναμένων. ἡμεῖς οὖν ἐν τῷ συνεδρίῳ παρεμυθούμεθα τοὺς τὰ[*](τὰ R) καθεστῶτα κινεῖν βουλομένους καὶ τῷ ἀγῶνι καθάπερ ὀργάνῳ πολυχορδίαν καὶ πολυφωνίαν ἐπικαλοῦντας. καὶ παρὰ τὸ δεῖπνον, ἐστιῶντος ἡμᾶς Πετραίου τοῦ ἀγωνοθέτου, πάλιν ὁμοίων[*](Turnebus: ὁμοίως) λόγων προσπεσόντων, ἠμύνομεν τῇ μουσικῇ· τήν τε ποιητικὴν ἀπεφαίνομεν[*](W: ἀποφαίνομεν) οὐκ ὄψιμον οὐδὲ νεαρὰν ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἀφιγμένην, ἀλλὰ πρόπαλαι στεφάνων ἐπινικίων τυγχάνουσαν. ἐνίοις μὲν οὖν ἐπίδοξος ἤμην ἕωλα παραθήσειν πράγματα, τὰς Οἰολύκου τοῦ Θετταλοῦ ταφὰς καὶ τὰς Ἀμφιδάμαντος τοῦ Χαλκιδέως ἐν αἷς Ὅμηρον καὶ Ἡσίοδον ἱστοροῦσιν ἔπεσι διαγωνίσασθαι. καταβαλὼν δὲ ταῦτα τῷ διατεθρυλῆσθαι πάνθʼ ὑπὸ τῶν γραμματικῶν, καὶ τοὺς ἐπὶ ταῖς Πατρόκλου ταφαῖς ἀναγιγνωσκομένους ὑπό τινων οὐχ ἥμονας[*](οὐχ ἥμονας W ex Hom. Ψ 886: οὐχημονας (Vd)) ἀλλὰ ῥήμονας, ὡς δὴ καὶ λόγων ἆθλα[*](ἆθλα *: ἄθλα) τοῦ Ἀχιλλέως προθέντος, ἀφείς, εἶπον ὅτι καὶ Πελίαν θάπτων Ἄκαστος ὁ υἱὸς ἀγῶνα ποιήματος[*](ποιημάτων Herwerdenus) παράσχοι καὶ Σίβυλλα νικήσειεν. ἐπιφυομένων δὲ πολλῶν καὶ[*](καὶ] om. mei) τὸν βεβαιωτὴν ὡς ἀπίστου καὶ παραλόγου τῆς ἱστορίας ἀπαιτούντων, ἐπιτυχῶς ἀναμνησθεὶς ἀπέφαινον Ἀκέσανδρον[*](Ἀκέσανδρον] Mueller. 4 p. 285) ἐν τῷ περὶ Λιβύης ταῦθʼ ἱστοροῦντα. καὶ τοῦτο μέν ἔφην τὸ ἀνάγνωσμα τῶν οὐκ ἐν μέσῳ ἐστί[*](ἐστί] fort. transpon. ante τῶν)· τοῖς δὲ Πολέμωνος[*](Πολέμωνος] Mueller. 3 p. 123) τοῦ Ἀθηναίου περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν οἶμαι ὅτι[*](ὅτι] del. vid.) πολλοῖς ὑμῶν ἐντυγχάνειν ἐπιμελές ἐστι, καὶ χρή, πολυμαθοῦς καὶ οὐ νυστάζοντος ἐν τοῖς Ἑλληνικοῖς πράγμασιν ἀνδρός· ἐκεῖ τοίνυν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῷ Σικυωνίῳ[*](Σικυωνίων Preilerus) θησαυρῷ χρυσοῦν ἀνέκειτο βιβλίον Ἀριστομάχης ἀνάθημα τῆς Ἐρυθραίας ἐπικῷ ποιήματι[*](ποιήματι δὶς *: ποιηματίαις cf. Mueller. 3 p. 123)[*](ante ποιήματι lac. 2 litt. dat Vd 3 P sed nulla esse vid. cum pro επικω quod praebent Vd P fuerit ut vid ἐπικωι) δὶς Ἴσθμια νενικηκυίας. οὐ μὴν οὐδὲ τὴν Ὀλυμπίαν ἔφην ἄξιόν ἐστιν ὥσπερ εἱμαρμένην ἀμετάστατον καὶ, ἀμετάθετον ἐν τοῖς ἀθλήμασιν ἐκπεπλῆχθαι. τὰ μὲν γὰρ[*](γὰρ M: γε) Πύθια τῶν μουσικῶν ἔσχε τρεῖς ἢ τέτταρας ἐπεισοδίους ἀγῶνας, ὁ δὲ γυμνικὸς ἀπʼ ἀρχῆς ὡς ἐπὶ τὸ πλεῖστον οὕτω κατέστη, τοῖς δʼ Ὀλυμπίοις πάντα προσθήκη πλὴν τοῦ δρόμου γέγονε· πολλὰ δὲ καὶ θέντες ἔπειτʼ ἀνεῖλον, ὥσπερ τὸν τῆς κάλπης ἀγῶνα καὶ τὸν τῆς ἀπήνης· ἀνῃρέθη δὲ καὶ παισὶ πεντάθλοις στέφανος τεθείς· καὶ ὅλως πολλὰ περὶ τὴν πανήγυριν νενεωτέρισται[*](νενετεωρισται: νετεώρισται: ἐνεωτέρισται mei). δέδια δʼ εἰπεῖν[*](εἰπεῖν R: εἶπεν) ὅτι πάλαι καὶ μονομαχίας ἀγὼν περὶ Πῖσαν ἤγετο μέχρι φόνου καὶ σφαγῆς τῶν ἡττωμένων καὶ ὑποπιπτόντων, μή με πάλιν ἀπαιτῆτε[*](X: ἀπατᾶτε) τῆς ἱστορίας βεβαιωτήν, κἂν διαφύγῃ τὴν μνήμην ἐν οἴνῳ τοὔνομα[*](*: τὸ ὄνομα), καταγέλαστος γένωμαι.ἡ πίτυς ἐζητεῖτο καθʼ ὃν λόγον ἐν Ἰσθμίοις[*](ἰσθμοῖς mei) στέμμα γέγονε· καὶ γὰρ ἦν τὸ δεῖπνον ἐν Κορίνθῳ, Ἰσθμίων ἀγομένων ἑστιῶντος ἡμᾶς[*](ἡμᾶς Turnebus: ἡμῖν) Λουκανίου τοῦ ἀρχιερέως. Πραξιτέλης μὲν οὖν ὁ περιηγητὴς τὸ μυθῶδες ἐπῆρεν, ὡς· λεγόμενον εὑρεθῆναι τὸ σῶμα τοῦ Μελικέρτου πίτυι προσβεβρασμένον ὑπὸ τῆς θαλάττης καὶ γὰρ οὐ πρόσω Μεγάρων εἶναι τόπον, ὃς καλῆς δρόμος ἐπονομάζεται, διʼ οὗ φάναι Μεγαρεῖς τὴν Ἰνὼ τὸ παιδίον ἔχουσαν δραμεῖν ἐπὶ τὴν θάλασσαν. κοινῶς δʼ ὑπὸ πολλῶν λεγόμενον[*](corr. X: λεγομένων) ὡς ἴδιόν ἐστι στέμμα Ποσειδῶνος ἡ πίτυς, Λουκανίου δὲ προστιθέντος ὅτι καὶ τῷ Διονύσῳ καθωσιωμένον τὸ φυτὸν οὐκ ἀπὸ τρόπου ταῖς περὶ τὸν Μελικέρτην συνῳκείωται τιμαῖς, αὐτὸ τοῦτο ζήτησιν παρεῖχεν, ᾧτινι λόγῳ Ποσειδῶνι καὶ Διονύσῳ τὴν πίτυν οἱ παλαιοὶ καθωσίωσαν. ἐδόκει δʼ ἡμῖν[*](δʼ ἡμῖν *: δέ μιν) μηδὲν εἶναι παράλογον· ἀμφότεροι γὰρ οἱ θεοὶ τῆς ὑγρᾶς καὶ γονίμου κύριοι δοκοῦσιν ἀρχῆς εἶναι·
καὶ Ποσειδῶνί γε Φυταλμίῳ Διονύσῳ δὲ Δενδρίτῃ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες θύουσιν. οὐ μὴν ἀλλὰ κατʼ ἰδίαν τῷ Ποσειδῶνι φαίη τις ἂν τὴν πίτυν προσήκειν, οὐχ ὡς Ἀπολλόδωρος[*](Ἀπολλόδωρος] om. Mueller. 1 p. 428) οἴεται παράλιον φυτὸν οὖσαν οὐδʼ ὅτι φιλήνεμός ἐστιν ὥσπερ ἡ θάλασσα καὶ γὰρ τοῦτό τινες λέγουσιν, ἀλλὰ διὰ τὰς ναυπηγίας μάλιστα, καὶ γὰρ αὐτὴ[*](αὕτη *: αὐτὴ) καὶ τὰ ἀδελφὰ δένδρα, πεῦκαι καὶ στρόβιλοι, τῶν τε ξύλων παρέχει τὰ πλοϊμώτατα, πίττης τε καὶ ῥητίνης ἀλοιφήν, ἧς ἄνευ τῶν συμπαγέντων ὄφελος οὐδὲν ἐν τῇ θαλάττῃ. τῷ δὲ Διονύσῳ τὴν πίτυν ἀνιέρωσαν, ὡς ἐφηδύνουσαν τὸν οἶνον· τὰ γὰρ πιτυώδη χωρία λέγουσιν ἡδύοινον[*](ʽἡδύοινον Turnebus: ἡδὺ οἶνον) τὴν· ἄμπελον φέρειν. καὶ τὴν θερμότητα τῆς γῆς Θεόφραστος αἰτιᾶται· καθόλου γὰρ ἐν ἀργιλώδεσι τόποις φύεσθαι τὴν πίτυν· εἶναι δὲ τὴν ἄργιλον θερμήν, διὸ καὶ συνεκπέττειν[*](συνεκπέπτειν mei) τὸν οἶνον, ὥσπερ καὶ τὸ ὕδωρ ἐλαφρότατον καὶ ἥδιστον ἡ ἄργιλος ἀναδίδωσιν. ἔτι δὲ καὶ καταμιγνυμένη πρὸς σῖτον ἐπίμετρον ποιεῖ δαψιλές, ἁδρύνουσα καὶ διογκοῦσα τῇ θερμότητι τὸν πυρόν. οὐ μὴν ἀλλὰ καὶ τῆς πίτυος αὐτῆς εἰκὸς ἀπολαύειν τὴν ἄμπελον, ἐχούσης ἐπιτηδειότητα πολλὴν πρὸς σωτηρίαν οἴνου καὶ διαμονήν· τῇ τε γὰρ πίττῃ πάντες ἐξαλείφουσι τὰ ἀγγεῖα, καὶ τῆς ῥητίνης ὑπομιγνύουσι πολλοὶ τῷ οἴνῳ καθάπερ Εὐβοεῖς τῶν Ἑλλαδικῶν καὶ τῶν Ἰταλικῶν οἱ περὶ τὸν Πάδον οἰκοῦντες· ἐκ δὲ τῆς περὶ Βίενναν Γαλατίας ὁ πισσίτης οἶνος κατακομίζεται, διαφερόντως; τιμώμενος ὑπὸ Ῥωμαίων, οὐ γὰρ μόνον εὐωδίαν τινὰ τὰ τοιαῦτα προσδίδωσιν, ἀλλὰ καὶ τὸν οἶνον εὔποτον[*](εὔποτον W: ἐμποιεῖ(ν)) παρίστησι ταχέως ἐξαιροῦντα[*](ib. ἐξαιροῦντα Madvigius: ἐξαιρῶν) τῇ θερμότητι τοῦ οἴνου τὸ νεαρὸν καὶ ὑδατῶδες.ὡς δὲ ταῦτʼ ἐρρήθη, τῶν ῥητόρων ὁ μάλιστα δοκῶν ἀναγνώσμασιν ἐντυγχάνειν ἐλευθερίοις[*](Ἐλευθέριος R)ὦ πρὸς θεῶν εἶπεν, οὐ γὰρ ἐχθὲς ἡ πίτυς ἐνταῦθα καὶ πρῴην στέμμα γέγονε τῶν Ἰσθμίων, πρότερον δὲ τοῖς[*](δὲ τοῖς] αὐτοῖς mei) σελίνοις ἐστέφοντο; καὶ τοῦτʼ ἔστι μὲν ἐν τῇ κωμῳδίᾳ φιλαργύρου τινὸς ἀκοῦσαι λέγοντος
ἱστορεῖ δὲ καὶ Τίμαιος[*](Τίμαιος] om. Mueller. (1 p. 193 sqq.)) ὁ συγγραφεύς, ὅτι Κορίνθιοι ὁπηνίκα μαχούμενοι πρὸς Καρχηδονίους ἐβάδιζον ὑπὲρ τῆς Σικελίας, ἐνέβαλόν τινες οὐ[*](τινες οὐ] τινες ὄνοι R. ἡμίονοι διὰ μέσου? cf. Vit. Timol. c. 26) σέλινα κομίζοντες· οἰωνισαμένων δὲ τῶν πολλῶν τὸ σύμβολον ὡς οὐ χρηστόν, ὅτι δοκεῖ τὸ σέλινον ἐπικήδειον[*](ἐπικήδειον Duebnerus: ἀνεπιτήδειον) εἶναι, καὶ τοὺς[*](καὶ τοὺς] καὶ τὸ mei) ἐπισφαλῶς νοσοῦντας δεῖσθαι τοῦ σελίνου φαμένων[*](φαμένων *: φαμὲν ὡς), ὁ Τιμολέων ἐθάρρυνεν αὐτοὺς καὶ ἀνεμίμνησκε τῶν Ἰσθμοῖ[*](Ἰσθμοῖ Turnebus: ἰσθμοῖς) σελίνων, οἷς ἀναστέφουσι Κορίνθιοι τοὺς νικῶντας. ἔτι τοίνυν ἡ Ἀντιγόνου ναυαρχὶς ἀναφύσασα περὶ πρύμναν αὐτομάτως σέλινον Ἰσθμία ἐπωνομάσθη. καὶ τοῦτο δὴ τὸ σκολιὸν ἐπίγραμμα δῆλον κεραμέα νομίζει διαβεβυσμένην σελίνῳ[*](scripserum cum Madvigio δηλοῖ κεραμεᾶν ἀμύστιδα βεβυσμένην σελίνῳ. Accusativus ἀμύστιδα (pro ἄμυστιν) non est alienus a more Plutarcheo, cf. ex. c. Λευκομάντιδα p. 766d)· σύγκειται δʼ οὕτω
- τὰ δʼ Ἴσθμιʼ ἀποδοίμην ἂν ἡδέως ὅσου
[*](cf. Kock. 3 p. 438)- ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος.
ἦ[*](ἦ Turnebus: ἢ (ἧ P)) ταῦθʼ εἶπεν οὐκ ἀνεγνώκαθʼ ὑμεῖς οἱ[*](ἀνεγνώκατε ὑμεῖς οἱ Madvigius: ἀνέγνω κατευμαί σοι) τὴν πίτυν ὡς οὐκ ἐπείσακτον οὐδὲ νέον ἀλλὰ πάτριον καὶ παλαιὸν δὴ στέμμα τῶν[*](δὴ στέμμα τῶν Bryanus: δὲ στεμμάτων) Ἰσθμίων σεμνύνοντες; ἐκίνησεν οὖν τοὺς νέους[*](οὖν τοὺς νέους idem: οὐ νέους) ὡς ἂν πολυμαθὴς ἀνὴρ καὶ πολυγράμματος
ὁ μέντοι Λουκάνιος εἰς ἐμὲ βλέψας ἅμα καὶ μειδιῶν ὦ Πόσειδον[*](*: ὦ Ποσειδῶν)· ἔφη τοῦ πλήθους τῶν γραμμάτων· ἕτεροι δʼ ἡμῶν τῆς ἀμαθίας ὡς ἔοικε καὶ τῆς ἀνηκοΐας ἀπέλαυον[*](em. Turnebus (P): ἀπέλαβον) ἀναπείθοντες τοὐναντίον, ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον ὁ τοῦ σελίνου στέφανος[*](στέφανος S) ξένος ὢν ἐπεισῆλθε διʼ Ἡρακλέα, καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειον[*](ὡς ἱερὸν ἐπιτήδειον] ὡς ἱεροῖς ἀνεπιτήδειον R. καί (=ὡς) περ ὢν ἐπικήδειος?)· εἶτα
μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον γέρας ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγονταΚαλλίμαχον[*](Καλλίμαχον] fr. 103 ed. Schneideri) δὲ μᾶλλον διασαφοῦντα· λέγει δʼ ὁ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου
- κλαίοντες δέ τε κοῦρον ἐπ αἰλίσι πιτύεσσι[*](ἐπʼ αἰλίσι πιτύεσσι] ἐπʼ αἰγιαλῖσι πίτυσσι S. cf. Paus. 2, 1, 3. ὑπʼ αἰτεινῇσι πίτυσσι?)
- κάτθεσαν, ὁκκότε[*](ὁκκόθε R) δὴ στεφάνων[*](στεφάνους idem. malim στεφάνωμʼ) ἄθλοις φορέονται.
- οὐ γάρ πω τρηχεῖα λαβὴ[*](λαβὴ Turnebus: λάβη mei) κατεμήσατο[*](καταμήσατο Duebnerus) χειρῶν
- μήνης[*](Μήνης idem: μίμης (μήμης P)) παῖδα χάρωνα παρʼ Ἀσωποῦ γενετείρῃ,
- ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο·
ἔτι δʼ οἶμαι Προκλέους[*](Turnebus: περικλέους) ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυΐνου· ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως; μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου στέφανον. ὁ δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν Ἀκαδημείᾳ[*](*: ἀκαδημίᾳ)Εενοκράτει συσχολασάντων.
γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων ὁ Ἀχιλλεύς, ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτʼ αἰτίαν τοιαύτην ἐπιλέγων
οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.[*](cf. Hom. I 201) Νικήρατος μὲν οὖν ὁ ἑταῖρος ἡμῶν, ὁ Μακεδὼν, ἄντικρυς ἀπισχυρίζετο[*](em. R: ἐπισχυρίζεται) μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸ ζωρόν ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, ὃ δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων, νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα· καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα ποιεῖν. Σωσικλῆς δʼ ὁ ποιητὴς, τοῦ Ἐμπεδοκλέους[*](Ἐμπεδοκλέους] Mullach. 1 p. 6 vs. 203) ἐπιμνησθεὶς εἰρηκότος ἐν τῇ καθόλου μεταβολῇ γίγνεσθαι
ζωρά τε τὰ πρὶν ἄκρητα,μᾶλλον ἔφη τὸ εὔκρατον ἢ τὸ ἄκρατον ὑπὸ τἀνδρὸς[*](*: τοῦ ἀνδρὸς) ζωρὸν λέγεσθαι, καὶ μηδέν γε κωλύειν ἐπικελεύεσθαι τῷ Πατρόκλῳ τὸν Ἀχιλλέα παρασκευάζειν ᾖ εὔκρατον εἰς πόσιν τὸν οἶνον· εἰ δʼ ἀντὶ τοῦ ζωροῦ ζωρότερον εἶπεν, ὥσπερ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ καὶ θηλύτερον ἀντὶ τοῦ θήλεος, οὐκ ἄτοπον εἶναι χρῆσθαι γὰρ ἐπιεικῶς ἀντὶ τῶν ἁπλῶν τοῖς συγκριτικοῖς, Ἀντίπατρος δʼ ὁ ἑταῖρος ἔφη τοὺς μὲν ἐνιαυτοὺς ἀρχαϊκῶς ὥρους λέγεσθαι, τὸ δὲ[*](δὲ Turnebus) ζα μέγεθος εἰωθέναι[*](εἰωθέναι R: εἴωθεν) σημαίνειν· ὅθεν τὸν πολυετῆ[*](πολυετῆ] πολυτελῆ mei) καὶ οἶνον ὑπὸ τοῦ Ἀχιλλέως ζωρὸν ὠνομάσθαι.
ἐγὼ δʼ ἀνεμίμνησκον αὐτούς, ὅτι τῷ ζωρότερον τὸ θερμὸν ἔνιοι σημαίνεσθαι λέγουσι τῷ δὲ θερμοτέρῳ τὸ τάχιον· ὥσπερ ἡμεῖς ἐγκελευόμεθα πολλάκις τοῖς διακονοῦσι θερμότερον ἅπτεσθαι τῆς διακονίας. ἀλλὰ μειρακιώδη τὴν φιλοτιμίαν αὐτῶν ἀπέφαινον, δεδιότων ὁμολογεῖν ἀκρατότερον εἰρῆσθαι τὸ ζωρότερον, ὡς ἐν ἀτόπῳ τινὶ τοῦ Ἀχιλλέως; ἐσομένου καθάπερ ὁ Ἀμφιπολίτης Ζωίλος ὑπελάμβανεν, ἀγνοῶν ὅτι πρῶτον μὲν ὁ Ἀχιλλεὺς τὸν Φοίνικα καὶ τὸν Ὀδυσσέα πρεσβυτέρους ὄντας εἰδὼς οὐχ ὑδαρεῖ χαίροντας ἀλλʼ ἀκρατοτέρῳ καθάπερ οἱ ἄλλοι γέροντες, ἐπιτεῖναι κελεύει τὴν κρᾶσιν. ἔπειτα Χείρωνος ὢν μαθητὴς καὶ τῆς περὶ τὸ σῶμα διαίτης οὐκ ἄπειρος ἐλογίζετο δήπουθεν, ὅτι τοῖς ἀργοῦσι καὶ σχολάζουσι παρὰ τὸ εἰωθὸς σώμασιν ἀνειμένη καὶ μαλακωτέρα κρᾶσις ἁρμόζει. καὶ γὰρ τοῖς ἵπποις ἐμβάλλει μετὰ τῶν ἄλλων χορτασμάτων
τὸ σέλινον οὐκ ἀλόγως, ἀλλʼ ὅτι βλάπτονται μὲν οἱ σχολάζοντες ἀσυνήθως; ἵπποι τοὺς πόδας· ἔστι δὲ τούτου μάλιστʼ ἴαμα τὸ σέλινον. ἄλλοις γοῦν οὐκ ἂν εὕροις παραβαλλόμενον ἵπποις ἐν Ἰλιάδι σέλινον ἤ τινα. τοιοῦτον χιλόν. ἀλλʼ ἰατρὸς ὢν ὁ Ἀχιλλεὺς τῶν θʼ ἵππων πρὸς τὸν καιρὸν οἰκείως ἐπεμέλετο[*](*: ἐπεμελεῖτο) καὶ τῷ σώματι τὴν ἐλαφροτάτην δίαιταν, ὡς ὑγιεινοτάτην ἐν τῷ σχολάζειν, παρεσκεύαζεν· ἄνδρας δʼ ἐν μάχῃ καὶ ἀγῶνι διʼ ἡμέρας γεγενημένους οὐχ ὁμοίως ἀξιῶν διαιτᾶν τοῖς ἀργοῦσιν ἐπιτεῖναι τὴν κρᾶσιν ἐκέλευσε. καὶ μὴν οὐδὲ φύσει φαίνεται φίλοινος ἀλλʼ ἀπηνὴς ὁ Ἀχιλλεύςκαί που παρρησιαζόμενος ὑπὲρ αὑτοῦ πολλάς[*](I 325) φησὶν ἀύπνους νύκτας ἰαῦσαι· βραχὺς δʼ ὕπνος οὐκ ἐξαρκεῖ τοῖς χρωμένοις ἀκράτῳ. λοιδορούμενος δὲ τῷ Ἀγαμέμνονι πρῶτον αὐτὸν οἰνοβαρῆ[*](A 225) προσείρηκεν, ὡς μάλιστα τῶν νοσημάτων τὴν οἰνοφλυγίαν προβαλλόμενος. διὰ ταῦτα δὴ πάντα λόγον · εἶχεν αὐτὸν ἐννοῆσαι, τῶν ἀνδρῶν ἐπιφανέντων, μή ποτε ἡ συνήθης κρᾶσις αὐτῷ τοῦ οἴνου πρὸς ἐκείνους ἀνειμένη καὶ ἀνάρμοστός ἐστιν.
- οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,[*](Hom. Ψ 467)
- ἀλλὰ μάλʼ ἐμμεμαώς·
τὸ περὶ τὰς κατακλίσεις φαινόμενον ἄτοπον πλείονα λόγον παρέσχεν ἐν ταῖς ὑποδοχαῖς, ἃς ἐποιεῖτο τῶν φίλων ἕκαστος ἑστιῶν ἡμᾶς ἣκοντας ἀπὸ τῆς Ἀλεξανδρείας· ἐκαλοῦντο γὰρ ἀεὶ πολλοὶ τῶν ὁπωσοῦν προσήκειν δοκούντων, καὶ τὰ συμπόσια θορυβώδεις εἶχε τὰς συμπεριφορὰς καὶ τὰς διαλύσεις ταχείας. ἐπειδὴ δʼ Ὀνησικράτης ὁ ἰατρὸς οὐ πολλοὺς ἀλλὰ[*](ἀλλὰ] ἀλλʼ ἢ?) τοὺς σφόδρα συνήθεις καὶ οἰκειοτάτους παρέλαβεν ἐπὶ τὸ δεῖπνον, ἐφάνη μοι τὸ λεγόμενον ὑπὸ Πλάτωνος[*](Πλάτωνος] Rep. p. 422 e. 423 b)αὐξομένην πόλιν[*](αὐξομένην πόλιν (sc. εἶναι) Benselerus: αὐξομένῃ πόλει) οὐ πόλιν συμποσίω[*](συμποσίῳ idem cum W: συμπόσια) δεδόσθαι[*](δεδόσθαι] λελέχθαι W). καὶ γὰρ συμποσίου μέγεθος ἱκανόν ἐστιν, ἄχρι οὗ συμπόσιον[*](συμπόσιον ἓν Kaltwasserus) ἐθέλει μένειν· ἐὰν δʼ ὑπερβάλῃ διὰ πλῆθος, ὡς μηκέτι προσήγορον ἑαυτῷ μηδὲ συμπαθὲς εἶναι ταῖς φιλοφροσύναις μηδὲ γνώριμον, οὐδὲ συμπόσιόν ἐστι. δεῖ γὰρ οὐχ ὥσπερ ἐν στρατοπέδῳ διαγγέλοις οὐδʼ ὥσπερ ἐν τριήρει χρῆσθαι κελευσταῖς· αὐτοὺς δὲ διʼ ἑαυτῶν ἐντυγχάνειν ἀλλήλοις, ὥσπερ χοροῦ τοῦ συμποσίου τὸν κρασπεδίτην τῷ κορυφαίῳ συνήκοον ἔχοντος.
ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, εἰς μέσον ἤδη φθεγξάμενος ὁ πάππος ἡμῶν Λαμπρίας ἆρʼ οὖν εἶπεν[*](συνεῖπεν mei)οὐ περὶ τὰ δεῖπνα μόνον, ἀλλὰ καὶ περὶ τὰς κλήσεις[*](κλίσεις iidem) δεόμεθα τῆς ἐγκρατείας; ἔστι γάρ τις οἶμαι καὶ φιλανθρωπίας ἀκρασία, μηδένα παρερχομένης τῶν συμποτῶν ἀλλὰ πάντας ἑλκούσης ὡς ἐπὶ θέαν ἢ ἀκρόασιν. ἔμοιγʼ οὖν οὔτʼ ἄρτος οὔτʼ οἶνος ἐπιλείπων τοῖς κεκλημένοις οὕτω δοκεῖ τὸν κεκληκότα ποιεῖν γελοῖον, ὡς χώρα καὶ τόπος· ὧν καὶ μὴ κεκλημένοις ἀλλʼ ἐπελθοῦσιν αὐτομάτως ξένοις καὶ ἀλλοτρίοις ἀεὶ παρεσκευασμένην ἀφθονίαν ὑπάρχειν δεῖ. ἔτι δʼ ἄρτου μὲν καὶ οἴνου ἐπιλιπόντων[*](ἐπιλειπόντων?), ἔστι καὶ τοὺς οἰκέτας ὡς κλέπτοντας αἰτιᾶσθαι· τόπου δὲ πενία καὶ κατανάλωσις εἰς πλῆθος ὀλιγωρία τίς ἐστι τοῦ καλοῦντος. εὐδοκιμεῖ δὲ θαυμαστῶς καὶ Ἡσίοδος[*](Ἡσίοδος Theog. 116) εἰπών
ἤτοι μὲν πρώτιστα χάος γένετʼ·χώραν γὰρ ἔδει καὶ τόπον προϋποκεῖσθαι τοῖς γενομένοις, οὐχ ὡς χθὲς οὑμὸς υἱός ἔφη τὸ Ἀναξαγόρειον ἦν ὁμοῦ πάντα χρήματα τὸ σύνδειπνον ἐποίησεν. οὐ μὴν ἀλλὰ κἂν τόπος ὑπάρχῃ καὶ παρασκευή, τὸ πλῆθος αὐτὸ φυλακτέον, ὡς ἄμικτον τὴν συνουσίαν ποιοῦν καὶ ἀπροσήγορον· οἴνου γὰρ ἀνελεῖν ἧττόν ἐστι κακὸν ἢ λόγου κοινωνίαν ἐκ δείπνου. διὸ καὶ Θεόφραστος ἄοινα συμπόσια παίζων ἐκάλει τὰ κουρεῖα διὰ τὴν λαλιὰν τῶν προσκαθιζόντων. λόγων δὲ κοινωνίαν ἀναιροῦσιν οἱ πολλοὺς εἰς ταὐτὸ συμφοροῦντες, μᾶλλον δʼ ὀλίγους ποιοῦσιν ἀλλήλοις συνεῖναι· καὶ κατὰ δύο γὰρ ἢ τρεῖς ἀπολαμβάνοντες ἐντυγχάνουσι καὶ προσδιαλέγονται, τοὺς δὲ πόρρω κατακειμένους οὐδʼ ἴσασιν οὐδὲ προσορῶσιν ἵππου δρόμον ἀπέχοντας
ὅθεν οὐκ ὀρθῶς οἱ πλούσιοι νεανιεύονται κατασκευάζοντες οἴκους τριακοντακλίνους καὶ μείζους· ἀμίκτων γὰρ αὕτη καὶ ἀφίλων δείπνων ἡ παρασκευὴ καὶ πανηγυριάρχου μᾶλλον ἢ συμποσιάρχου δεομένων. ἀλλʼ ἐκείνοις μὲν ταῦτα συγγνώμη ποιεῖν· ἄπλουτον γὰρ οἴονται τὸν πλοῦτον καὶ τυφλὸν ἀληθῶς καὶ ἀνέξοδον[*](ἀνέξοδον Herwerdenus: ἀδιέξοδον), ἂν μὴ μάρτυρας ἔχῃ, καθάπερ τραγῳδία, θεατάς· ἡμῖν δʼ ἂν ἴαμα γένοιτο τοῦ πολλοὺς ὁμοῦ συνάγειν τὸ πολλάκις κατʼ ὀλίγους παραλαμβάνειν. οἱ γὰρ σπανίως καί διʼ Ἅρματος[*](ἐκ διάρματος S. Sed proverbium esse vid. cf. Eust. p. 266, 41) ὥς φασιν ἑστιῶντες ἀναγκάζονται τὸν ὁπωσοῦν ἐπιτήδειον ἢ γνώριμον καταγράφειν οἱ δὲ συνεχέστερον κατὰ τρεῖς ἤ τέτταρας ἀναλαμβάνοντες, ὥσπερ πορθμεῖα τὰ συμπόσια κοῦφά τε[*](κοῦφά τε] κουφότερα Herwerdenus) ποιοῦσι. ποιεῖ δέ τινα τοῦ πολλοῦ τῶν φίλων πλήθους διάκρισιν καὶ ὁ τῆς αἰτίας διηνεκὴς ἐπιλογισμός· ὡς γὰρ ἐπὶ τὰς χρείας οὐ πάντας ἀλλὰ τοὺς ἁρμόττοντας ἑκάστῃ παρακαλοῦμεν, βουλευόμενοι μὲν τοὺς φρονίμους δικαζόμενοι δὲ τοὺς λέγοντας, ἀποδημοῦντες δὲ τοὺς ἐλαφροὺς μάλιστα τοῖς βιωτικοῖς καὶ σχολὴν ἄγοντας· οὕτως ἐν ταῖς ὑποδοχαῖς ἑκάστοτε τοὺς ἐπιτηδείους[*](Basileensis: ἐπιτηδείως) παραληπτέον. ἐπιτήδειοι δὲ τῷ μὲν ἡγεμόνι δειπνίζοντι συνδειπνεῖν οἵ τʼ ἄρχοντες, ἐὰν ὦσι φίλοι, καὶ οἱ πρῶτοι τῆς πόλεως ἐν δὲ γάμοις ἢ καὶ γενεθλίοις οἱ κατὰ γένος προσήκοντες καὶ Διὸς ὁμογνίου κοινωνοῦντες· ἐν δὲ ταῖς τοιαύταις ὑποδοχαῖς ἢ προπομπαῖς τοὺς[*](τοὺς] ταῖς mei) ἐκείνων[*](ἐκείνῳ Turnebus. ἐκείνοις?) μάλιστα κεχαρισμένους εἰς ταὐτὸ συνακτέον. οὐδὲ γὰρ θεῷ θύοντες πᾶσι τοῖς[*](μάλιστα δὲ τοῖς (malim καὶ) συννάοις R) ἄλλοις θεοῖς, μάλιστα καὶ συννάοις καὶ συμβώμοις, κατευχόμεθα, ἀλλὰ τριῶν κρατήρων[*](τριῶν κρατήρων] cf. Polluc. 6, 15) κιρναμένων, τοῖς μὲν[*](τοῖς μὲν] τῷ μὲν R) ἀπὸ τοῦ πρώτου σπένδομεν τοῖς δʼ ἀπὸ τοῦ δευτέρου τοῖς δʼ ἀπὸ τοῦ τελευταίου· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται[*](φθόνος - ἵσταται] ex Plat. Phaedr. p. 247a)· θεῖος δέ που καὶ ὁ τῶν φίλων χορὸς εὐγνωμόνως διανεμόμενος ἐν ταῖς συμπεριφοραῖς.
- ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
[*](Hom. Λ 7)- ἠδʼ ἐπʼ Ἀχιλλῆος.
ῥηθέντων δὲ τούτων, εὐθὺς ἐζητεῖτο περὶ τῆς ἐν ἀρχῇ στενοχωρίας τῶν κατακειμένων εἶτʼ ἀνέσεως· οὗ τοὐναντίον εἰκὸς ἦν συμβαίνειν διὰ τὴν ἀπὸ[*](ἀπὸ M: ἐπὶ) τοῦ δείπνου πλήρωσιν. ἔνιοι μὲν οὖν ἡμῶν τὸ σχῆμα τῆς κατακλίσεως ᾐτιῶντο πλατεῖς γὰρ ὡς ἐπίπαν κατακειμένους δειπνεῖν, ἅτε δὴ τὴν δεξιὰν προτείνοντας ἐπὶ τὰς τραπέζας· δειπνήσαντας δʼ ἀναστρέφειν αὑτοὺς[*](αὑτοὺς Vulcobius: αὐτοὺς) μᾶλλον ἐπὶ πλευράν, ὀξὺ τὸ σχῆμα ποιοῦντας τοῦ σώματος καὶ οὐκέθʼ ὡς εἰπεῖν κατʼ ἐπίπεδον, ἀλλὰ κατὰ γραμμὴν τῆς χώρας ἁπτομένους· ὥσπερ οὖν οἱ ἀστράγαλοι τόπον ἐλάττω κατέχουσιν ὀρθοὶ πίπτοντες ἢ πρηνεῖς, οὕτως ἡμῶν ἕκαστον ἐν ἀρχῇ μὲν ἐπὶ στόμα προνεύειν ἀποβλέποντα πρὸς τὴν τράπεζαν ὕστερον δὲ μετασχηματίζειν ἐπὶ βάθος ἐκ πλάτους τὴν κατάκλισιν. οἱ δὲ πολλοὶ τὴν συνένδοσιν τῆς στρωμνῆς προυφέροντο[*](*: προεφέροντο)· θλιβομένην γὰρ ἐν τῇ κατακλίσει πλατύνεσθαι καὶ διαχωρεῖν, ὥσπερ τῶν ὑποδημάτων τὰ τριβόμενα, κατὰ μικρὸν ἐνδιδόντα[*](em. Hirschigius: ἐπιδιδόντα) καὶ χαλῶντα τοῖς πόροις,
εὐρυχωρίαν τῷ ποδὶ καὶ ἀναστροφὴν παρέχει. ὁ δὲ πρεσβύτης ἅμα παίζων δύʼ ἔφη ταὐτὸ[*](*: τὸ αὐτὸ) συμπόσιον ἀνομοίους ἔχειν ἐπιστάτας τε καὶ ἡγεμόνας, ἐν ἀρχῇ μὲν τὸν λιμὸν ᾧ τῶν τακτικῶν οὐδὲν μέτεστιν, ὕστερον δὲ τὸν Διόνυσον ὃν πάντες ἄριστον γεγονέναι στρατηγὸν ὁμολογοῦσιν ὥσπερ οὖν ὁ Ἐπαμεινώνδας, εἴς τινα δυσχωρίαν τῶν στρατηγῶν ὑπʼ ἀπειρίας εἰσβαλλόντων τὴν φάλαγγα περιπίπτουσαν ἑαυτῇ καὶ ταρασσομένην ὑπολαβών, ἐξέλυσε καὶ κατέστησεν εἰς τάξιν· οὕτως ἡμᾶς ἐν ἀρχῇ συμπεφορημένους ὑπὸ τοῦ λιμοῦ κυνηδὸν ἄρτι παραλαμβάνων ὁ Λυαῖος θεὸς καὶ Χορεῖος εἰς τάξιν ἱλαρὰν καὶ φιλάνθρωπον καθίστησιν.περὶ τῶν καταβασκαίνειν, καὶ βάσκανον ἔχειν ὀφθαλμὸν ἐμπεσόντος λόγου παρὰ δεῖπνον, οἱ μὲν ἄλλοι παντάπασιν ἐξεφλαύριζον[*](em. Turnebus: ἐξεφλυάριζον) τὸ πρᾶγμα καὶ κατεγέλων· ὁ δʼ ἑστιῶν ἡμᾶς Μέστριος[*](Vulcobius: μέτριος) Φλῶρος ἔφη τὰ μὲν γιγνόμενα τῇ φήμῃ θαυμαστῶς
βοηθεῖν· τῷ δʼ αἰτίας ἀπορεῖν ἀπιστεῖσθαι τὴν ἱστορίαν οὐ δικαίως, ὅπου, μυρίων ἐμφανῆ τὴν οὐσίαν ἐχόντων, ὁ τῆς αἰτίας λόγος ἡμᾶς διαπέφευγεν· ὅλως δʼ εἶπεν ὁ ζητῶν ἐν ἑκάστῳ τὸ εὔλογον ἐκ πάντων ἀναιρεῖ τὸ θαυμάσιον. ὅπου γὰρ ὁ τῆς αἰτίας ἐπιλείπει λόγος, ἐκεῖθεν ἄρχεται τὸ ἀπορεῖν, τουτέστι τὸ φιλοσοφεῖν· ὥστε τρόπον τινὰ φιλοσοφίαν ἀναιροῦσιν οἱ τοῖς θαυμασίοις ἀπιστοῦντες. δεῖ δʼ ἔφη τὸ μὲν διὰ τί γίγνεται τῷ λόγῳ μετιέναι[*](Anonymus: μετεῖναι), τὸ δʼ ὅτι γίγνεται παρὰ τῆς ἱστορίας λαμβάνειν. ἱστορεῖται δὲ πολλὰ τοιαῦτα· γιγνώσκομεν γὰρ ἀνθρώπους τῷ καταβλέπειν τὰ παιδία μάλιστα βλάπτοντας, ὑγρότητι τῆς ἕξεως καὶ ἀσθενείᾳ τρεπομένης ὑπʼ αὐτῶν καὶ κινουμένης ἐπὶ τὸ χεῖρον, ἧττον δὲ τῶν στερεῶν καὶ πεπηγότων ἤδη τοῦτο πασχόντων. καίτοι τούς γε περὶ τὸν Πόντον οἰκοῦντας πάλαι Θιβεῖς[*](Θιβεῖς Hesychius: Θηβεῖς cf. Plin. H. N. 7, 2, 17 'in Ponto Thibiorum genus') προσαγορευομένους ἱστορεῖ Φύλαρχος[*](Φύλαρχος] Mueller. 1 p. 354) οὐ παιδίοις μόνον ἀλλὰ καὶ τελείοις ὀλεθρίους εἶναι· καὶ γὰρ τὸ βλέμμα καὶ τὴν ἀναπνοὴν καὶ τὴν διάλεκτον αὐτῶν παραδεχομένους τήκεσθαι καὶ νοσεῖν· ᾔσθοντο δʼ ὡς ἔοικε τὸ γιγνόμενον οἱ μιγάδες, οἰκέτας[*](οἱ μιγάδας οἰκέτας Valesius) ἐκεῖθεν ὠνίους ἐξάγοντες. ἀλλὰ τούτων τὸ μὲν ἴσως ἧττόν ἐστι θαυμαστὸν ἡ γὰρ ἐπαφὴ καὶ συνανάχρωσις ἔχει τινὰ φαινομένην πάθους ἀρχήν· καὶ καθάπερ τὰ τῶν ἄλλων ὀρνέων πτερὰ τοῖς τοῦ ἀετοῦ συντεθέντα διόλλυται ψηχόμενα[*](ψηχόμενα Doehnerus: ψυχόμενα) καὶ ἀπανθεῖ τῶν πτίλων μυδώντων, οὕτως οὐδὲν ἀπέχει καὶ ἀνθρώπου ψαῦσιν τὴν μὲν ὠφέλιμον εἶναι τὴν δʼ ἀπηνῆ καὶ βλαβεράν· τὸ δὲ καὶ προσβλεφθέντας ἀδικεῖσθαι συμβαίνει μὲν ὥσπερ εἴρηκα, τῷ δὲ τὴν αἰτίαν ἔχειν δυσθήρατον ἀπιστεῖται.καὶ μήν ἔφην ἐγώ τρόπον τινὰ τῆς αἰτίας αὐτὸς[*](αὐτὸς X: αὐτοῖς) ἴχνος τι καὶ τρίβον ἀνεύρηκας, ἐπὶ τὰς ἀπορροὰς[*](*: ἀπορροίας) τῶν σωμάτων ἀφικόμενος· καὶ γὰρ ἡ ὀσμὴ καὶ ἡ φωνὴ καὶ τὸ ῥεῦμα τῆς ἀναπνοῆς ἀποφοραὶ τινές εἰσι τῶν ζῴων καὶ μέρη κινοῦντα τὰς αἰσθήσεις, ὅταν ὑπʼ αὐτῶν προσπεσόντων[*](προπεσόντων mei) πάθωσι. πολὺ δὲ μᾶλλον εἰκός ἐστι τῶν ζῴων ἀποφέρεσθαι τὰ τοιαῦτα διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν, οἱονεί τινα σφυγμὸν καὶ κλόνον ἔχοντος τοῦ πνεύματος, ὑφʼ οὗ τὸ σῶμα κρουόμενον ἐνδελεχῶς ἐκπέμπει τινὰς ἀπορροάς[*](*: ἀπορροίας);. · μάλιστα δὲ τοῦτο γίγνεσθαι διὰ τῶν ὀφθαλμῶν εἰκός ἐστι· πολυκίνητος γὰρ ἡ ὄψις οὖσα μετὰ πνεύματος αὐγὴν[*](αὐγὴν Turnebus: αὐτὴν) ἀφιέντος πυρώδη θαυμαστήν τινα διασπείρει δύναμιν, ὥστε πολλὰ καὶ πάσχειν καὶ ποιεῖν διʼ αὐτῆς τὸν ἄνθρωπον. ἡδοναῖς τε γὰρ συμμέτροις[*](συμμέτροις] οὐ μετρίοις M. Malim οὐ μετρίαις vel ἀσυμμέτροις) καὶ ἀηδίαις ὑπὸ τῶν ὁρατῶν τρεπόμενος συνέχεται· καὶ τῶν ἐρωτικῶν, ἃ δὴ μέγιστα καὶ σφοδρότατα παθήματα τῆς ψυχῆς ἐστιν,
ἀρχὴν ἡ ὄψις ἐνδίδωσιν ὥστε ῥεῖν καὶ λείβεσθαι τὸν ἐρωτικόν, ὅταν ἐμβλέπῃ τοῖς καλοῖς, οἷον ἑλκόμενον[*](ἑλκόμενον W: ἐρχόμενον. Num ἐγχεόμενον?) εἰς αὐτούς. διὸ καὶ θαυμάσειεν ἄν· τις οἶμαι μάλιστα τῶν πάσχειν μὲν καὶ κακοῦσθαι τὸν ἄνθρωπον διὰ τῆς ὄψεως οἰομένων, οὐκέτι δὲ δρᾶν καὶ βλάπτειν. αἱ γὰρ ἀντιβλέψεις τῶν ἐν ὥρᾳ καὶ τὸ διὰ τῶν ὀμμάτων ἐκπῖπτον, εἴτʼ ἄρα φῶς εἴτε ῥεῦμα, τοὺς ἐρῶντας ἐκτήκει[*](ἐκτήκει Psellus: ἐντήκει) καὶ ἀπόλλυσι μεθʼ ἡδονῆς ἀλγηδόνι μεμιγμένης, ἣν αὐτοὶ γλυκύπικρον ὀνομάζουσιν· οὔτε γὰρ ἁπτομένοις οὔτʼ ἀκούουσιν οὕτω τιτρώσκεσθαι συμβαίνει καὶ πάσχειν, ὡς προσβλεπομένοις καὶ προσβλέπουσι. τοιαύτη γὰρ γίγνεται διάδοσις καὶ ἀνάφλεξις ἀπὸ τῆς ὄψεως, ὥστε παντελῶς ἀπειράτους ἔρωτος ἡγεῖσθαι τοὺς τὸν Μη Μηδικὸν νάφθαν θαυμάζοντας ἐκ διαστήματος ὑπὸ τοῦ πυρὸς ἀναφλεγόμενον αἱ γὰρ τῶν καλῶν ὄψεις, κἂν πάνυ πόρρωθεν ἀντιβλέπωσι[*](idem: ἀντιβλέψωσι), πῦρ ἐν ταῖς τῶν ἐρωτικῶν ψυχαῖς ἀνάπτουσι. καὶ μὴν τό γε τῶν ἰκτερικῶν βοήθημα πολλάκις ἱστοροῦμεν· ἐμβλέποντες γὰρ τῷ χαραδριῷ θεραπεύονται· τοιαύτην ἔοικε τὸ ζῷον φύσιν καὶ κρᾶσιν ἔχειν, ὥσθʼ ἕλκειν καὶ δέχεσθαι τὸ πάθος ἐκπίπτον[*](ἔκλιπτον (ἔκλειπτον E) mei. Num ἔκλειπτον ab ἐκλείβω?), ὥσπερ ῥεῦμα, διὰ τῆς ὄψεως· ὅθεν οὐ προσβλέπουσιν οἱ χαραδριοὶ[*](*: χαράδριοι) τοὺς τὸν ἴκτερον ἔχοντας οὐδὲ καρτεροῦσιν, ἀλλʼ ἀποστρέφονται καὶ τὰ ὄμματα συγκλείσαντες ἔχουσιν· οὐ φθονοῦντες·, ὡς ἔνιοι νομίζουσι, τῆς ἀπʼ αὐτῶν ἰάσεως ἀλλʼ ὥσπερ ὑπὸ πληγῆς τιτρωσκόμενοι. τῶν δʼ ἄλλων νοσημάτων μάλιστα καὶ τάχιστα τὰς ὀφθαλμίας ἀναλαμβάνουσιν οἱ συνόντες· οὕτω δύναμιν ἔχει ὀξεῖαν ἡ ὄψις ἐνδοῦναι καὶ προσβαλεῖν ἑτέρῳ πάθους ἀρχήν.καὶ μάλʼ ἔφη λέγεις ὀρθῶς ὁ Πατροκλέας ἐπί γε τῶν σωματικῶν τὰ δὲ[*](τὰ δὲ Turnebus: τάδε) τῆς ψυχῆς, ὧν ἐστι καὶ τὸ βασκαίνειν, τίνα τρόπον καὶ πῶς διὰ τῆς ὄψεως τὴν βλάβην εἰς τοὺς ὁρωμένους διαδίδωσιν; οὐκ οἶσθʼ ἔφην ὅτι πάσχουσʼ ἡ ψυχὴ τὸ σῶμα συνδιατίθησιν; ἐπίνοιαι γὰρ ἀφροδισίων ἐγείρουσιν αἰδοῖα, καὶ θυμοὶ κυνῶν ἐν ταῖς πρὸς τὰ θηρία γιγνομέναις ἁμίλλαις ἀποσβεννύουσι τὰς ὁράσεις πολλάκις καὶ τυφλοῦσι· λῦπαι δὲ καὶ φιλαργυρίαι καὶ ζηλοτυπίαι τὰ χρώματα τρέπουσι καὶ καταξαίνουσι τὰς ἕξεις· ὧν οὐδενὸς ὁ φθόνος ἧττον ἐνδύεσθαι τῇ ψυχῇ πεφυκὼς ἀναπίμπλησι καὶ τὸ σῶμα πονηρίας, ἣν οἱ ζωγράφοι καλῶς ἐπιχειροῦσιν ἀπομιμεῖσθαι τὸ τοῦ φθόνου πρόσωπον ὑπογράφοντες. ὅταν οὖν οὕτως ὑπὸ τοῦ φθονεῖν διατεθέντες[*](corr. X: διατιθέντες) ἀπερείδωσι τὰς ὄψεις, αἱ δʼ ἔγγιστα τεταγμέναι τῆς ψυχῆς σπάσασαι[*](σπάσωσι) τὴν κακίαν ὥσπερ πεφαρμαγμένα βέλη προσπίπτωσιν[*](Turnebus: προπίπτωσιν), οὐδὲν οἶμαι συμβαίνει παράλογον οὐδʼ ἄπιστον, εἰ κινοῦσι[*](εἰ κινοῦσι M: ἐκείνους ὃ) τοὺς προσορωμένους· καὶ γὰρ τὰ δήγματα τῶν κυνῶν χαλεπώτερα γίγνεται μετʼ
ὀργῆς δακνόντων· καὶ τὰ σπέρματα τῶν ἀνθρώπων μᾶλλον ἅπτεσθαί φασιν, ὅταν ἐρῶντες πλησιάζωσι· καὶ ὅλως τὰ πάθη τὰ τῆς ψυχῆς ἐπιρρώννυσι καὶ ποιεῖ σφοδροτέρας τὰς τοῦ σώματος δυνάμεις. διὸ καὶ τὸ τῶν λεγομένων προβασκανίων γένος οἴονται πρὸς τὸν φθόνον ὠφελεῖν, ἑλκομένης διὰ τὴν ἀτοπίαν τῆς ὄψεως, ὥσθʼ ἧττον ἐπερείδειν τοῖς πάσχουσιν. αὗταί σοι εἶπον ὦ Φλῶρε, συμβολαὶ τῆς εὐωχίας ἀπηριθμήσθωσαν.καὶ ὁ Σώκλαρος ἂν γʼ ἔφη πρότερον ἡμεῖς αὐτὰ[*](αὐτὰς R) δοκιμάσωμεν· ἔστι γὰρ ὅ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ ἃ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μηδὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι· πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος εἶναι; τί δʼ, πρὸς τοῦ Διός, ἐρεῖς περὶ τῶν ἑαυτοὺς καταβασκαίνειν λεγομένων; καὶ γὰρ τοῦτʼ ἀκήκοας· εἰ δὲ μή, πάντως ταῦτʼ ἀνέγνωκας
ὁ γὰρ Εὐτελίδας λέγεται, καλὸς ἑαυτῷ φανεὶς· καὶ παθών τι[*](παθόντι mei) πρὸς τὴν ὄψιν, ἐκ τούτου νοσῆσαι καὶ τὴν εὐεξίαν μετὰ τῆς ὥρας ἀποβαλεῖν. ἀλλʼ ὅρα πῶς ἔχεις εὑρησιλογίας[*](*: εὐρεσιλογίας) πρὸς τὰς τοιαύτας ἀτοπίας.