Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

σιωπήσαντος δʼ ἐμοῦ[*](δʼ ἐμοῦ *: δέ μου), Φιλῖνος ὑπολαβών τὸ δὲ γόνιμον οὐ δοκεῖ σοι ἔφη θεῖον εἶναι, εἴπερ ἄρχει ὁ θεὸς[*](ἀρχὴ ὁ θεὸς M) πάντων; ὁμολογήσαντος δʼ ἐμοῦ[*](δʼ ἐμοῦ *: δέ μου)καὶ μήν ἔφη τὸν ἅλα οὐκ ὀλίγον πρὸς γένεσιν συνεργεῖν οἴονται, καθάπερ αὐτὸς ἐμνήσθης τῶν Αἰγυπτίων[*](ἐπὶ τῶν Αἰγυπτίων R)· οἱ γοῦν τὰς κύνας φιλοτροφοῦντες, ὅταν ἀργότεραι πρὸς συνουσίαν ὦσιν, ἄλλοις τε βρώμασιν ἁλμυροῖς καὶ ταριχευτοῖς κρέασι κινοῦσι καὶ παροξύνουσι τὸ σπερματικὸν αὐτῶν ἡσυχάζον. τὰ δʼ ἁληγὰ πλοῖα πλῆθος ἐκφύει μυῶν ἄπλετον, ὡς μὲν ἔνιοι λέγουσι, τῶν θηλειῶν καὶ δίχα συνουσίας κυουσῶν, ὅταν τὸν ἅλα λείχωσιν· εἰκὸς δὲ μᾶλλον ἐμποιεῖν τὴν ἁλμυρίδα τοῖς μορίοις ὀδαξησμοὺς[*](em. W: ὀδαξισμοὺς) καὶ συνεξορμᾶν τὰ ζῷα πρὸς τοὺς συνδυασμούς. διὰ τοῦτο δʼ ἴσως καὶ κάλλος γυναικὸς τὸ μήτʼ ἀργὸν μήτʼ ἀπίθανον, ἀλλὰ μεμιγμένον χάριτι καὶ

κινητικόν , ἁλμυρὸν καὶ δριμὺ καλοῦσιν. οἶμαι δὲ καὶ τὴν Ἀφροδίτην ἁλιγενῆ τοὺς ποιητὰς προσαγορεύειν καὶ μῦθον ἐπʼ αὐτῇ πεπλασμένον ἐξενεγκεῖν, ὡς ἀπὸ θαλάττης ἐχούσης τὴν γένεσιν, εἰς τὸ τῶν ἁλῶν γόνιμον αἰνιττομένους. καὶ γὰρ αὐτὸν τὸν Ποσειδῶνα καὶ ὅλως[*](καὶ ὅλως W: ἀλλὰ καὶ ὅλως) τοὺς πελαγικοὺς θεοὺς πολυτέκνους καὶ πολυγόνους ἀποφαίνουσιν. αὐτῶν δὲ τῶν ζῴων οὐδὲν ἂν χερσαῖον ἢ πτηνὸν εἰπεῖν ἔχοις οὕτω γόνιμον, ὡς πάντα τὰ[*](τὰ Emperius) θαλάττια· πρὸς ὃ καὶ πεποίηκεν ὁ Ἐμπεδοκλῆς[*](Ἐμπεδοκλῆς] Mullach. 1 p. 7 vs. 256)
  1. φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων[*](em. idem: καμασηνῶν).