Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
περὶ τῶν τῆς ψυχῆς καὶ σώματος[*](τοῦ σώματος? ) ἡδονῶν, ὦ Σόσσιε Σενεκίων, ἣν σὺ νῦν ἔχεις γνώμην, ἐμοὶ γοῦν[*](γοῦν] μὲν R) ἄδηλόν ἐστιν,
πάλαι γε μὴν ἐδόκεις μὴ πάνυ τι συμφέρεσθαι μηδʼ ἐπαινεῖν τοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐδὲ χαρτὸν οὐδʼ αἱρετὸν ὅλως[*](ὅλως] add. ὑπάρχειν vel εἶναι Turnebus) ἀλλʼ ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους τοῖς ἐκείνου συνεπιμειδιᾶν πάθεσι καὶ πάλιν αὖ συνεπισκυθρωπάζειν, ὥσπερ ἐκμαγεῖον ἢ κάτοπτρον εἰκόνας καὶ εἴδωλα τῶν ἐν σαρκὶ γιγνομένων αἰσθήσεων ἀναδεχομένην. ἄλλοις τε γὰρ πολλοῖς ἁλίσκεται ψεύδους[*](ψεύδους M: ψεῦδος) τὸ ἀφιλόκαλον τοῦ δόγματος, ἔν τε τοῖς πότοις οἱ ἀστεῖοι καὶ χαρίεντες εὐθὺς μετὰ τὸ δεῖπνον ἐπὶ τοὺς λόγους ὥσπερ δευτέρας τραπέζας φερόμενοι καὶ διὰ λόγων εὐφραίνοντες ἀλλήλους, ὧν σώματι μέτεστιν οὐδὲν ἢ βραχὺ παντάπασιν, ἴδιόν τι τοῦτο τῇ ψυχῇ ταμιεῖον εὐπαθειῶν ἀποκεῖσθαι μαρτυροῦσι, καὶ ταύτας[*](ταύτας W: τὰς) ἡδονὰς μόνας εἶναι τῆς ψυχῆς, ἐκείνας δʼ ἀλλοτρίας, προσαναχρωννυμένας τῷ σώματι. ὥσπερ οὖν αἱ τὰ βρέφη ψωμίζουσαι τροφοὶ μικρὰ μετέχουσι τῆς ἡδονῆς ὅταν δʼ ἐκεῖνα κορέσωσι[*](Turnebus: κορεσθῦσι) καὶ κοιμίσωσι παυσάμενα κλαυθμυρισμῶν, τηνικαῦτα καθʼ ἑαυτὰς γιγνόμεναι τὰ πρόσφορα σιτία καὶ ποτὰ λαμβάνουσι καὶ ἀπολαύουσιν· οὕτως ἡ ψυχὴ τῶν περὶ πόσιν καὶ βρῶσιν ἡδονῶν μετέχει, ταῖς τοῦ σώματος ὀρέξεσι δίκην τίτθης[*](τίτθης *: τιτθῆς) ὑπηρετοῦσα καὶ χαριζομένη δεομένῳ καὶ πραΰνουσα τὰς ἐπιθυμίας ὅταν δʼ ἐκεῖνο μετρίως ἔχῃ καὶ ἡσυχάσῃ, πραγμάτων ἀπαλλαγεῖσα καὶ λατρείας ἤδη τὸ λοιπὸν ἐπὶ τὰς αὑτῆς[*](αὐτῆς mei) ἡδονὸις τρέπεται, λόγοις εὐωχουμένη καὶ μαθήμασι καὶ ἱστορίαις καὶ τῷ ζητεῖν τι ἀκούειν τῶν περιττῶν. καί τί[*](τι] τι ἢ Madvigius. Malim τι καὶ) ἄν τις λέγοι περὶ τούτων, ὁρῶν ὅτι καὶ οἱ φορτικοὶ καὶ ἀφιλόλογοι μετὰ τὸ δεῖπνον ἐφʼ ἡδονὰς ἑτέρας τοῦ σώματος ἀπωτάτω τὴν διάνοιαν ἀπαίρουσιν, αἰνίγματα καὶ γρίφους καὶ θέσεις ὀνομάτων ἐν ἀριθμοῖς[*](ἐναρίθμοις mei) ὑποσύμβολα[*](ἀπὸ συμβολῆς?) προβάλλοντες; ἐκ τούτου δὲ καὶ μίμοις καὶ ἠθολόγοις καὶ Μενάνδρῳ καὶ τοῖς Μενάνδρῳ ὑποκρινομένοις τὰ συμπόσια χώραν ἔδωκεν, οὐδεμίαν ἀλγηδόνα τοῦ σώματος[*](em. Turnebus: ὄμματος) ὑπεξαιρουμένοις οὐδὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλʼ ὅτι τὸ φύσει φιλοθέαμον[*](Anonymus: φιλόθεσμον) ἐν ἑκάστῳ καὶ φιλόσοφον τῆς ψυχῆς ἰδίαν χάριν ζητεῖ καὶ τέρψιν, ὅταν τῆς περὶ τὸ σῶμα θεραπείας καὶ ἀσχολίας ἀπαλλαγῶμεν.
- ἐπειὴ μάλα πολλὰ μεταξὺ
[*](Hom. A 156)- οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
περὶ ὧν[*](περὶ ὧν] nonnulla excidisse putat R. Fort. corr. πρῴην) ἐγένοντο λόγοι καὶ σοῦ παρόντος ἐν Ἀθήναις ἡμῖν, ὅτε Στράτων ὁ κωμῳδὸς εὐημέρησεν ἦν γὰρ αὐτοῦ πολὺς λόγος, ἑστιωμένων ἡμῶν παρὰ Βοήθῳ τῷ Ἐπικουρείῳ συνεδείπνουν δʼ οὐκ ὀλίγοι τῶν ἀπὸ τῆς αἱρέσεως[*](τῶν ἀπὸ διαιρέσεως mei). εἶθʼ οἱονεὶ[*](οἱονεὶ] malim οἶον ἐν) φιλολόγοις περιέστησεν ἡ τῆς κωμῳδίας μνήμη τὸν λόγον εἰς ζήτησιν αἰτίας, διʼ ἣν ὀργιζομένων ἢ λυπουμένων ἢ δεδιότων φωνὰς ἀκούοντες ἀχθόμεθα. καὶ δυσκολαίνομεν, οἱ δʼ ὑποκρινόμενοι ταῦτα τὰ πάθη καὶ μιμούμενοι τὰς φωνὰς αὐτῶν καὶ τὰς διαθέσεις εὐφραίνουσιν ἡμᾶς. ἐκείνων μὲν οὖν ἁπάντων σχεδὸν εἷς ἦν λόγος· ἔφασαν γάρ, ἐπειδὴ κρείττων ὁ μιμούμενός ἐστι τοῦ πάσχοντος ἀληθῶς καὶ τῷ μὴ πεπονθέναι διαφέρει, συνιέντας ἡμᾶς τούτου[*](τούτου] τοῦ mei) τέρπεσθαι καὶ χαίρειν.
ἐγὼ δέ, καίπερ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθείς, εἶπον ὅτι φύσει λογικοὶ καὶ φιλότεχνοι γεγονότες πρὸς τὸ λογικῶς καὶ τεχνικῶς πραττόμενον οἰκείως διακείμεθα καὶ θαυμάζομεν, ἂν ἐπιτυγχάνηται. καθάπερ γὰρ ἡ μέλιττα τῷ φιλόγλυκυς εἶναι πᾶσαν ὕλην, ᾗ τι[*](ᾗ τι X: ἥ τινι) μελιτῶδες ἐγκέκραται, περιέπει καὶ διώκει· οὕτως ὁ ἄνθρωπος, γεγονὼς φιλότεχνος καὶ φιλόκαλος, πᾶν ἀποτέλεσμα καὶ πρᾶγμα νοῦ καὶ λόγου μετέχον ἀσπάζεσθαι καὶ ἀγαπᾶν πέφυκεν. εἰ γοῦν παιδίῳ μικρῷ[*](μικρῷ] del. W. Non opus idem: προσθείη) προθείη τις ὁμοῦ μικρὸν[*](μικρὸν] del. R) μὲν ἄρτον, ὁμοῦ δὲ πεπλασμένον ἐκ τῶν αὐτῶν[*](αὐτῶν R) ἀλεύρων κυνίδιον ἢ βοΐδιον, ἐπὶ τοῦτʼ ἂν ἴδοις φερόμενον καὶ ὁμοίως εἴ τις[*](εἴ τις Turnebus) ἀργύριον ἄσημον, ἕτερος δὲ ζῴδιον ἀργυροῦν ἢ ἔκπωμα παρασταίη διδούς, τοῦτʼ ἂν λάβοι μᾶλλον, ᾧ τὸ τεχνικὸν καὶ λογικὸν ἐνορᾷ καταμεμιγμένον. ὅθεν καὶ τῶν λόγων τοῖς ᾐνιγμένοις χαίρουσι μᾶλλον οἱ τηλικοῦτοι καὶ τῶν παιδιῶν ταῖς περιπλοκήν τινα καὶ δυσκολίαν ἐχούσαις ἕλκει γὰρ ὡς οἰκεῖον ἀδιδάκτως τὴν φύσιν τὸ γλαφυρὸν καὶ πανοῦργον. ἐπεὶ τοίνυν ὁ μὲν ἀληθῶς ὀργιζόμενος ἢ λυπούμενος ἔν τισι κοινοῖς πάθεσι καὶ κινήμασιν[*](κινήμασιν] Salmasius: μιμήμασιν) ὁρᾶται, τῇ δὲ μιμήσει πανουργία τις ἐμφαίνεται καὶ πιθανότης ἄνπερ ἐπιτυγχάνηται, τούτοις μὲν ἥδεσθαι πεφύκαμεν ἐκείνοις δʼ ἀχθόμεθα. καὶ γὰρ ἐπὶ τῶν θεαμάτων ὅμοια πεπόνθαμεν ἀνθρώπους μὲν γὰρ ἀποθνήσκοντας. καὶ
νοσοῦντας ἀνιαρῶς ὁρῶμεν· τὸν δὲ γεγραμμένον Φιλοκτήτην καὶ τὴν πεπλασμένην Ἰοκάστην, ἧς φασιν εἰς τὸ πρόσωπον ἀργύρου τι συμμῖξαι τὸν τεχνίτην, ὅπως ἐκλείποντος[*](*: ἐκλίποντος) ἀνθρώπου καὶ μαραινομένου λάβῃ περιφάνειαν ὁ χαλκός, ἡδόμεθα καὶ θαυμάζομεν. τοῦτο δʼ εἶπον ἄνδρες Ἐπικούρειοι, καὶ τεκμήριόν ἐστι μέγα τοῖς Κυρηναϊκοῖς πρὸς ὑμᾶς τοῦ μὴ περὶ τὴν ὄψιν εἶναι μηδὲ περὶ τὴν ἀκοὴν ἀλλὰ περὶ τὴν διάνοιαν ἡμῶν τὸ[*](τὸ] τὸν mei) ἡδόμενον[*](ἡδόμενον] δεόμενον iidem) ἐπὶ τοῖς ἀκούσμασι καὶ θεάμασιν. ἀλεκτορὶς γὰρ βοῶσα συνεχῶς καὶ κορώνη λυπηρὸν ἄκουσμα καὶ ἀηδές ἐστιν, ὁ δὲ μιμούμενος ἀλεκτορίδα βοῶσαν καὶ κορώνην εὐφραίνει. καὶ φθισικοὺς μὲν ὁρῶντες δυσχεραίνομεν, ἀνδριάντας δὲ καὶ γραφὰς φθισικῶν ἡδέως θεώμεθα τῷ τὴν διάνοιαν ὑπὸ τῶν μιμημάτων ἄγεσθαι κατὰ[*](κατὰ W: καὶ κατὰ) τὸ οἰκεῖον. ἐπεὶ τί πάσχοντες ἢ τίνος ἔξωθεν γενομένου πάθους τὴν ὗν τὴν[*](ὗν τὴν *) Παρμένοντος οὕτως ἐθαύμασαν, ὥστε παροιμιώδη γενέσθαι; καίτοι φασὶ τοῦ Παρμένοντος εὐδοκιμοῦντος ἐπὶ τῇ μιμήσει, ζηλοῦντας ἑτέρους ἀντεπιδείκνυσθαι· προκατειλημμένων δὲ τῶν ἀνθρώπων καὶ λεγόντων εὖ μὲν ἀλλʼ οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν, ἕνα λαβόντα δελφάκιον ὑπὸ μάλης λης, προελθεῖν· ἐπεὶ δὲ καὶ τῆς ἀληθινῆς φωνῆς ἀκούοντες ὑπεφθέγγοντο τί οὖν αὕτη[*](αὐτῆ mei) πρὸς τὴν Παρμένοντος ὗν; ἀφεῖναι[*](em. Basileensis: συναφεῖναι) τὸ δελφάκιον εἰς τὸ μέσον, ἐξελέγχοντα τῆς κρίσεως τὸ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν. ᾧ[*](ᾧ] ὃ mei) μάλιστα δῆλόν ἐστιν, ὅτι ταὐτὸ[*](ib. *: τὸ αὐτὸ) τῆς αἰσθήσεως πάθος οὐχ ὁμοίως διατίθησι τὴν ψυχήν, ὅταν μὴ προσῇ δόξα τοῦ λογικῶς ἢ φιλοτίμως περαίνεσθαι τὸ γενόμενον[*](malim τὸ γιγνόμενον).