Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

θαυμάσας δὲ τὸ ἑπιρρηθὲν[*](ἐπιρρηθὲν *: ἐπιρ́ηθὲν) ὁ Σύμμαχος ἆρʼ[*](cf. p. 389 c) ἔφη σὺ τὸν πατριώτην θεόν, ὦ Λαμπρία εὔιον,

ὀρσιγύναικα, μαινομέναις ἀνθέοντα τιμαῖσι Διόνυσον ἐγγράφεις καὶ ὑποποιεῖς τοῖς Ἑβραίων ἀπορρήτοις; ἢ τῷ ὄντι λόγος ἔστι τις ὁ τοῦτον ἐκείνῳ τὸν αὐτὸν ἀποφαίνων; ὁ δὲ Μοιραγένης ὑπολαβών ἔα τοῦτον εἶπεν· ἐγὼ γὰρ Ἀθηναῖος ὢν ἀποκρίνομαί σοι καὶ λέγω μηδένʼ ἄλλον εἶναι· καὶ τὰ μὲν πολλὰ τῶν εἰς τοῦτο τεκμηρίων μόνοις ἐστὶ ῥητὰ καὶ διδακτὰ τοῖς μυουμένοις παρʼ ἡμῖν εἰς τὴν τριετηρικὴν παντέλειαν· ἃ δὲ λόγῳ διελθεῖν οὐ κεκώλυται πρὸς φίλους ἄνδρας, ἄλλως τε καὶ παρʼ οἶνον ἐπὶ τοῖς τοῦ θεοῦ δώροις, ἂν οὗτοι κελεύωσι, λέγειν ἕτοιμος.