Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
οὐ δῆτʼ ἔφη[*](οὐ δῆτα ἔφη idem: ουδ 6-8 Vd) ὁ Λαμπρίας ὑπολαβών ἀλλὰ τοῦ μὲν λαγωοῦ φείδονται[*](φείδονται Doehnerus: 2-3 Vd 6 E) διὰ τὴν πρὸς τὸν μένον ὑπʼ αὐτῶν μυ ---[*](lac. 4 Vd 7 E) στα θηρίον ἐμφερέστατον[*](διὰ τὴν πρὸς - ἐμφερέστατον] διὰ τὴν πρὸς τὸν ὄνον τιμώμενον ὑπʼ αὐτῶν μάλιστα θηρίων ἐμφέρειαν Frankius). ὁ γὰρ λαγὼς μεγέθους ἔοικε καὶ πάχους ἐνδεὴς
ὄνος[*](πάχους ἐνδεὴς ὄνος Doehnerus: τάχους ἐν δεινοῖς) εἶναι· καὶ γὰρ ἡ χρόα καὶ τὰ ὦτα καὶ τῶν ὀμμάτων ἡ λιπαρότης καὶ τὸ λαμυρὸν[*](em. R: ἀλμυρὸν) ἔοικε θαυμασίως· ὥστε μηδὲν[*](μηδὲ] del. Doehnerus) οὕτω μηδὲ μικρὸν μεγάλῳ τὴν μορφὴν ὅμοιον γεγονέναι. εἰ μὴ νὴ Δία, καὶ πρὸς τὰς ὁμοιότητας αἰγυπτιάζοντες τὴν ὠκύτητα τοῦ ζῴου θεῖον ἡγοῦνται καὶ τὴν ἀκρίβειαν τῶν αἰσθητηρίων· ὅ τε γὰρ ὀφθαλμὸς ἄτρυτός[*](ἄτρυτος] ἄγρυπνος Ruhnkenius) ἐστιν αὐτῶν[*](αὐτῷ R), ὥστε καὶ καθεύδειν ἀναπεπταμένοις τοῖς ὄμμασιν ὀξυηκοΐᾳ δὲ δοκεῖ διαφέρειν, ἣν Αἰγύπτιοι θαυμάσαντες ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκοὴν σημαίνουσιν οὖς λαγωοῦ[*](οὖς λαγωοῦ idem: τοὺς λαγωοὺς) γράφοντες. τὸ δʼ ὕειον κρέας οἱ ἄνδρες ἀφοσιοῦσθαι δοκοῦσιν[*](δοκοῦσιν S: 3-4 Vd 12 E κουσιν), ὅτι μάλιστα ---[*](lac. 3 Vd 7 E. Supplet οἱ Ἀσιανοὶ βάρβαροι Doehnerus. Malim πάντων) οἱ βάρβαροι τὰς ἐπιλευκίας[*](ἐπιλευκίας] ἐπι 5-7 Vd λευκίας. Sed fort. nulla est lac. propter proximas margines (2-3 + 3-4)) καὶ λέπρας δυσχεραίνουσι, καὶ τῇ προσβολῇ τὰ τοιαῦτα καταβόσκεσθαι πάθη τοὺς ἀνθρώπους οἴονται. πᾶσαν[*](πᾶσαν] ἐξ ἂν mei) δʼ ὗν ὑπὸ τὴν γαστέρα λέπρας ἀνάπλεων καὶ ψωρικῶν ἐξανθημάτων[*](ἐξανθησάντων mei) ὁρῶμεν· ἃ δή, καχεξίας τινὸς ἐγγενομένης[*](em. R: ἐκγεγομένης) τῷ σώματι καὶ φθορᾶς, ἐπιτρέχειν δοκεῖ τοῖς σώμασιν. οὐ μὴν ἀλλὰ καὶ τὸ θολερὸν περὶ τὴν δίαιταν τοῦ θρέμματος ἔχει τινὰ πονηρίαν οὐδὲν γὰρ ἄλλο βορβόρῳ χαῖρον οὕτω καὶ τόποις ῥυπαροῖς καὶ ἀκαθάρτοις ὁρῶμεν, ἔξω λόγου τιθέμενοι τὰ[*](τὰ idem: μετὰ) τὴν γένεσιν καὶ τὴν φύσιν ἐν αὐτοῖς ἔχοντα τούτοις. λέγουσι δὲ καὶ τὰ ὄμματα τῶν ὑῶν οὕτως ἐγκεκλάσθαι[*](ἐγκεκλᾶσθαι mei) καὶ κατεσπάσθαι ταῖς ὄψεσιν, ὥστε μηδενὸς ἀντιλαμβάνεσθαι μηδέποτε τῶν ἄνω μηδὲ προσορᾶν τὸν οὐρανόν, ἂν μὴ φερομένων ὑπτίων ἀναστροφήν τινα παρὰ φύσιν αἱ κόραι λάβωσι· διὸ καὶ μάλιστα κραυγῇ χρώμενον τὸ ζῷον ἡσυχάζειν, ὅταν οὕτω φέρηται, καὶ σιωπᾶν κατατεθαμβημένον ἀηθίᾳ τὰ οὐράνια καὶ κρείττονι, φόβῳ τοῦ βοᾶν συνεχόμενον. εἰ δὲ δεῖ καὶ τὰ μυθικὰ προσλαβεῖν, λέγεται μὲν ὁ Ἄδωνις ὑπὸ τοῦ συὸς διαφθαρῆναι· τὸν δʼ Ἄδωνιν οὐχ ἕτερον ἀλλὰ[*](ἀλλὰ] ἀλλʼ ἢ?) Διόνυσον εἶναι νομίζουσι, καὶ πολλὰ τῶν τελουμένων ἑκατέρῳ περὶ τὰς ἑορτὰς βεβαιοῖ τὸν λόγον. οἱ δὲ παιδικὰ τοῦ Διονύσου γεγονέναι· καὶ Φανοκλῆς[*](Φανοκλῆς] cf. Stob. Flor. 64, 14), ἐρωτικὸς ἀνήρ, ὧδέ που[*](ου 1-2 Vd δήπου (Vd) vel οὐ δήπου mei) πεποίηκενθαυμάσας δὲ τὸ ἑπιρρηθὲν[*](ἐπιρρηθὲν *: ἐπιρ́ηθὲν) ὁ Σύμμαχος ἆρʼ[*](cf. p. 389 c) ἔφη σὺ τὸν πατριώτην θεόν, ὦ Λαμπρία εὔιον,
ὀρσιγύναικα, μαινομέναις ἀνθέοντα τιμαῖσι Διόνυσον ἐγγράφεις καὶ ὑποποιεῖς τοῖς Ἑβραίων ἀπορρήτοις; ἢ τῷ ὄντι λόγος ἔστι τις ὁ τοῦτον ἐκείνῳ τὸν αὐτὸν ἀποφαίνων; ὁ δὲ Μοιραγένης ὑπολαβών ἔα τοῦτον εἶπεν· ἐγὼ γὰρ Ἀθηναῖος ὢν ἀποκρίνομαί σοι καὶ λέγω μηδένʼ ἄλλον εἶναι· καὶ τὰ μὲν πολλὰ τῶν εἰς τοῦτο τεκμηρίων μόνοις ἐστὶ ῥητὰ καὶ διδακτὰ τοῖς μυουμένοις παρʼ ἡμῖν εἰς τὴν τριετηρικὴν παντέλειαν· ἃ δὲ λόγῳ διελθεῖν οὐ κεκώλυται πρὸς φίλους ἄνδρας, ἄλλως τε καὶ παρʼ οἶνον ἐπὶ τοῖς τοῦ θεοῦ δώροις, ἂν οὗτοι κελεύωσι, λέγειν ἕτοιμος.πάντων οὖν κελευόντων καὶ δεομένων πρῶτον μέν ἔφη τῆς μεγίστης καὶ τελειοτάτης ἑορτῆς παρʼ αὐτοῖς ὁ καιρός ἐστι καὶ ὁ τρόπος Διονύσῳ προσήκων. τὴν γὰρ λεγομένην νηστείαν ἄγοντες[*](ἄγοντες Madvigius ) ἀκμάζοντι τρυγητῷ τραπέζας τε προτίθενται παντοδαπῆς ὀπώρας ὑπὸ σκηναῖς καὶ καλιάσιν[*](καλιάσιν Scaligerus: καθιᾶσιν) ἐκ κλημάτων μάλιστα καὶ κιττοῦ διαπεπλεγμέναις· καὶ τὴν προτέραν τῆς ἑορτῆς σκηνὴν ὀνομάζουσιν. ὀλίγαις δʼ ὕστερον ἡμέραις ἄλλην ἑορτήν, οὐκ ἂν[*](ἂν] αὖ R) διʼ αἰνιγμάτων ἀλλʼ ἄντικρυς Βάκχου καλουμένην[*](em. R: καλουμένου), τελοῦσιν. ἔστι δὲ καὶ κραδηφορία[*](em. Turnebus: κρατηροφορία) τις ἑορτὴ καὶ θυρσοφορία παρʼ αὐτοῖς, ἐν θύρσους ἔχοντες εἰς τὸ ἱερὸν εἰσίασιν[*](εἰσιᾶσιν mei). εἰσελθόντες δέ, ὅ τι δρῶσιν, οὐκ ἴσμεν· εἰκὸς δὲ βακχείαν εἶναι τὰ ποιούμενα· καὶ
γὰρ σάλπιγξι μικραῖς, ὥσπερ Ἀργεῖοι τοῖς Διονυσίοις, ἀνακαλούμενοι τὸν θεὸν χρῶνται· καὶ κιθαρίζοντες ἕτεροι προΐασιν[*](em. R: προσιᾶσιν), οὓς αὐτοὶ Λευίτας προσονομάζουσιν, εἴτε παρὰ τὸν Λύσιον εἴτε μᾶλλον παρὰ τὸν Εὔιον τῆς ἐπικλήσεως γεγενημένης. οἶμαι δὲ καὶ τὴν τῶν σαββάτων ἑορτὴν μὴ παντάπασιν ἀπροσδιόνυσον εἶναι. Σάβους γὰρ καὶ νῦν ἔτι[*](ὅτι mei) πολλοὶ τοὺς Βάκχους καλοῦσι καὶ ταύτην ἀφιᾶσι τὴν φωνὴν ὅταν ὀργιάζωσι τῷ θεῷ· βεβαίωσιν δʼ[*](βεβαίωσιν δʼ *: 10 Vd 6 E σιν) ἔστι δήπου καὶ παρὰ Δημοσθένους[*](Δημοσθένους] 18, 260) λαβεῖν καὶ παρὰ Μενάνδρου[*](Μενανδρου] Kock. 3 p. 260). καὶ οὐκ ἀπὸ τρόπου[*](τρόπου S: 4-5 Vd 3 E που) τις ἂν φαίη τοὔνομα πεποιῆσθαι πρός τινα σόβησιν[*](τοὔνομα - σόβησιν Turnebus: τοῦ ἅμα πεποιῆσθαι πρὸς τὴν ἀσέβησιν), ἣ κατέχει τοὺς βακχεύοντας. αὐτοὶ δὲ τῷ λόγῳ μαρτυροῦσιν, ὅταν σάββατον[*](σάββατον] τὸν Σάββάσιον R. Malim Σαβάζιον vel Σάβον) τιμῶσι, μάλιστα μὲν πίνειν καὶ οἰνοῦσθαι παρακαλοῦντες ἀλλήλους· ὅταν δὲ κωλύῃ τι μεῖζον, ἀπογεύεσθαί γε πάντως ἀκράτου νομίζοντες. καὶ ταῦτα μὲν εἰκότα φαίη τις ἂν εἶναι· κατὰ κράτος δὲ τοὺς ἐναντίους[*](δὲ τοὺς ἐναντίους Madvigius: ἐν αὐτοῖς) πρῶτον μὲν ὁ ἀρχιερεὺς ἐλέγχει, μιτρηφόρος τε προϊὼν ἐν ταῖς ἑορταῖς καὶ νεβρίδα χρυσόπαστον ἐνημμένος, χιτῶνα δὲ ποδήρη φορῶν καὶ κοθόρνους· κώδωνες δὲ πολλοὶ κατακρέμανται τῆς ἐσθῆτος, ὑποκομποῦντες ἐν τῷ βαδίζειν, ὡς καὶ παρʼ ἡμῖν· ψόφοις δὲ χρῶνται περὶ τὰ νυκτέλια[*](νυκτέλια Turnebus: νῦν τέλεια), καὶ χαλκοκρότους[*](em. Madvigius: χαλκοκροδυστὰς) τὰς τοῦ θεοῦ τιθήνας προσαγορεύουσι· καὶ[*](καὶ] κᾷθʼ) ὁ δεικνύμενος ἐν τοῖς ἐναντίοις τοῦ νεὼ θύρσος[*](νεὼ θύρσος *: νεωθύρσοις) ἐντετυπωμένος καὶ τύμπανα· ταῦτα γὰρ οὐδενὶ δήπουθεν ἄλλῳ θεῶν[*](θεῶν *: θεῷ) ἢ Διονύσῳ προσῆκει[*](em. M: προσήκειν). ἔτι τοίνυν μέλι μὲν[*](μὲν] del. W) οὐ προσφέρουσι ταῖς ἱερουργίαις, ὅτι δοκεῖ φθείρειν τὸν οἶνον κεραννύμενον, καὶ τοῦτʼ ἦν σπονδὴ καὶ μέθυ, πρὶν ἄμπελον φανῆναι. καὶ μέχρι νῦν τῶν τε βαρβάρων οἱ μὴ ποιοῦντες οἶνον μελίτειον πίνουσιν, ὑποφαρμάσσοντες τὴν γλυκύτητα οἰνώδεσι ῥίζαις καὶ αὐστηραῖς Ἕλληνές τε νηφάλια ταὐτὰ[*](ταυτὰ Turnebus: ταῦτα) καὶ μελίσπονδα θύουσιν, ὡς ἀντίθετον φύσιν μάλιστα τοῦ μέλιτος πρὸς τὸν οἶνον ἔχοντος, ὅτι δὲ τοῦτο νομίζουσι, κἀκεῖνο σημεῖον οὐ μικρόν ἐστι, τὸ πολλῶν τιμωριῶν οὐσῶν παρʼ αὐτοῖς μίαν εἶναι μάλιστα διαβεβλημένην, τὴν οἴνου τοὺς κολαζομένους ἀπείργουσαν, ὅσον ἂν τάξῃ χρόνον ὁ κύριος τῆς κολάσεως· τοὺς δʼ οὕτω κολα ---λείπει τὰ λοιπὰ τοῦ τετάρτου[*](λαίπει τὰ λοιπὰ τοῦ τατάρτου corum lcoo spatium vacuum 12 fere versuum Vd 2 paginarum E).
---
---
---
---
περὶ τῶν τῆς ψυχῆς καὶ σώματος[*](τοῦ σώματος? ) ἡδονῶν, ὦ Σόσσιε Σενεκίων, ἣν σὺ νῦν ἔχεις γνώμην, ἐμοὶ γοῦν[*](γοῦν] μὲν R) ἄδηλόν ἐστιν,
πάλαι γε μὴν ἐδόκεις μὴ πάνυ τι συμφέρεσθαι μηδʼ ἐπαινεῖν τοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐδὲ χαρτὸν οὐδʼ αἱρετὸν ὅλως[*](ὅλως] add. ὑπάρχειν vel εἶναι Turnebus) ἀλλʼ ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους τοῖς ἐκείνου συνεπιμειδιᾶν πάθεσι καὶ πάλιν αὖ συνεπισκυθρωπάζειν, ὥσπερ ἐκμαγεῖον ἢ κάτοπτρον εἰκόνας καὶ εἴδωλα τῶν ἐν σαρκὶ γιγνομένων αἰσθήσεων ἀναδεχομένην. ἄλλοις τε γὰρ πολλοῖς ἁλίσκεται ψεύδους[*](ψεύδους M: ψεῦδος) τὸ ἀφιλόκαλον τοῦ δόγματος, ἔν τε τοῖς πότοις οἱ ἀστεῖοι καὶ χαρίεντες εὐθὺς μετὰ τὸ δεῖπνον ἐπὶ τοὺς λόγους ὥσπερ δευτέρας τραπέζας φερόμενοι καὶ διὰ λόγων εὐφραίνοντες ἀλλήλους, ὧν σώματι μέτεστιν οὐδὲν ἢ βραχὺ παντάπασιν, ἴδιόν τι τοῦτο τῇ ψυχῇ ταμιεῖον εὐπαθειῶν ἀποκεῖσθαι μαρτυροῦσι, καὶ ταύτας[*](ταύτας W: τὰς) ἡδονὰς μόνας εἶναι τῆς ψυχῆς, ἐκείνας δʼ ἀλλοτρίας, προσαναχρωννυμένας τῷ σώματι. ὥσπερ οὖν αἱ τὰ βρέφη ψωμίζουσαι τροφοὶ μικρὰ μετέχουσι τῆς ἡδονῆς ὅταν δʼ ἐκεῖνα κορέσωσι[*](Turnebus: κορεσθῦσι) καὶ κοιμίσωσι παυσάμενα κλαυθμυρισμῶν, τηνικαῦτα καθʼ ἑαυτὰς γιγνόμεναι τὰ πρόσφορα σιτία καὶ ποτὰ λαμβάνουσι καὶ ἀπολαύουσιν· οὕτως ἡ ψυχὴ τῶν περὶ πόσιν καὶ βρῶσιν ἡδονῶν μετέχει, ταῖς τοῦ σώματος ὀρέξεσι δίκην τίτθης[*](τίτθης *: τιτθῆς) ὑπηρετοῦσα καὶ χαριζομένη δεομένῳ καὶ πραΰνουσα τὰς ἐπιθυμίας ὅταν δʼ ἐκεῖνο μετρίως ἔχῃ καὶ ἡσυχάσῃ, πραγμάτων ἀπαλλαγεῖσα καὶ λατρείας ἤδη τὸ λοιπὸν ἐπὶ τὰς αὑτῆς[*](αὐτῆς mei) ἡδονὸις τρέπεται, λόγοις εὐωχουμένη καὶ μαθήμασι καὶ ἱστορίαις καὶ τῷ ζητεῖν τι ἀκούειν τῶν περιττῶν. καί τί[*](τι] τι ἢ Madvigius. Malim τι καὶ) ἄν τις λέγοι περὶ τούτων, ὁρῶν ὅτι καὶ οἱ φορτικοὶ καὶ ἀφιλόλογοι μετὰ τὸ δεῖπνον ἐφʼ ἡδονὰς ἑτέρας τοῦ σώματος ἀπωτάτω τὴν διάνοιαν ἀπαίρουσιν, αἰνίγματα καὶ γρίφους καὶ θέσεις ὀνομάτων ἐν ἀριθμοῖς[*](ἐναρίθμοις mei) ὑποσύμβολα[*](ἀπὸ συμβολῆς?) προβάλλοντες; ἐκ τούτου δὲ καὶ μίμοις καὶ ἠθολόγοις καὶ Μενάνδρῳ καὶ τοῖς Μενάνδρῳ ὑποκρινομένοις τὰ συμπόσια χώραν ἔδωκεν, οὐδεμίαν ἀλγηδόνα τοῦ σώματος[*](em. Turnebus: ὄμματος) ὑπεξαιρουμένοις οὐδὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλʼ ὅτι τὸ φύσει φιλοθέαμον[*](Anonymus: φιλόθεσμον) ἐν ἑκάστῳ καὶ φιλόσοφον τῆς ψυχῆς ἰδίαν χάριν ζητεῖ καὶ τέρψιν, ὅταν τῆς περὶ τὸ σῶμα θεραπείας καὶ ἀσχολίας ἀπαλλαγῶμεν.
- ἐπειὴ μάλα πολλὰ μεταξὺ
[*](Hom. A 156)- οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
περὶ ὧν[*](περὶ ὧν] nonnulla excidisse putat R. Fort. corr. πρῴην) ἐγένοντο λόγοι καὶ σοῦ παρόντος ἐν Ἀθήναις ἡμῖν, ὅτε Στράτων ὁ κωμῳδὸς εὐημέρησεν ἦν γὰρ αὐτοῦ πολὺς λόγος, ἑστιωμένων ἡμῶν παρὰ Βοήθῳ τῷ Ἐπικουρείῳ συνεδείπνουν δʼ οὐκ ὀλίγοι τῶν ἀπὸ τῆς αἱρέσεως[*](τῶν ἀπὸ διαιρέσεως mei). εἶθʼ οἱονεὶ[*](οἱονεὶ] malim οἶον ἐν) φιλολόγοις περιέστησεν ἡ τῆς κωμῳδίας μνήμη τὸν λόγον εἰς ζήτησιν αἰτίας, διʼ ἣν ὀργιζομένων ἢ λυπουμένων ἢ δεδιότων φωνὰς ἀκούοντες ἀχθόμεθα. καὶ δυσκολαίνομεν, οἱ δʼ ὑποκρινόμενοι ταῦτα τὰ πάθη καὶ μιμούμενοι τὰς φωνὰς αὐτῶν καὶ τὰς διαθέσεις εὐφραίνουσιν ἡμᾶς. ἐκείνων μὲν οὖν ἁπάντων σχεδὸν εἷς ἦν λόγος· ἔφασαν γάρ, ἐπειδὴ κρείττων ὁ μιμούμενός ἐστι τοῦ πάσχοντος ἀληθῶς καὶ τῷ μὴ πεπονθέναι διαφέρει, συνιέντας ἡμᾶς τούτου[*](τούτου] τοῦ mei) τέρπεσθαι καὶ χαίρειν.
ἐγὼ δέ, καίπερ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθείς, εἶπον ὅτι φύσει λογικοὶ καὶ φιλότεχνοι γεγονότες πρὸς τὸ λογικῶς καὶ τεχνικῶς πραττόμενον οἰκείως διακείμεθα καὶ θαυμάζομεν, ἂν ἐπιτυγχάνηται. καθάπερ γὰρ ἡ μέλιττα τῷ φιλόγλυκυς εἶναι πᾶσαν ὕλην, ᾗ τι[*](ᾗ τι X: ἥ τινι) μελιτῶδες ἐγκέκραται, περιέπει καὶ διώκει· οὕτως ὁ ἄνθρωπος, γεγονὼς φιλότεχνος καὶ φιλόκαλος, πᾶν ἀποτέλεσμα καὶ πρᾶγμα νοῦ καὶ λόγου μετέχον ἀσπάζεσθαι καὶ ἀγαπᾶν πέφυκεν. εἰ γοῦν παιδίῳ μικρῷ[*](μικρῷ] del. W. Non opus idem: προσθείη) προθείη τις ὁμοῦ μικρὸν[*](μικρὸν] del. R) μὲν ἄρτον, ὁμοῦ δὲ πεπλασμένον ἐκ τῶν αὐτῶν[*](αὐτῶν R) ἀλεύρων κυνίδιον ἢ βοΐδιον, ἐπὶ τοῦτʼ ἂν ἴδοις φερόμενον καὶ ὁμοίως εἴ τις[*](εἴ τις Turnebus) ἀργύριον ἄσημον, ἕτερος δὲ ζῴδιον ἀργυροῦν ἢ ἔκπωμα παρασταίη διδούς, τοῦτʼ ἂν λάβοι μᾶλλον, ᾧ τὸ τεχνικὸν καὶ λογικὸν ἐνορᾷ καταμεμιγμένον. ὅθεν καὶ τῶν λόγων τοῖς ᾐνιγμένοις χαίρουσι μᾶλλον οἱ τηλικοῦτοι καὶ τῶν παιδιῶν ταῖς περιπλοκήν τινα καὶ δυσκολίαν ἐχούσαις ἕλκει γὰρ ὡς οἰκεῖον ἀδιδάκτως τὴν φύσιν τὸ γλαφυρὸν καὶ πανοῦργον. ἐπεὶ τοίνυν ὁ μὲν ἀληθῶς ὀργιζόμενος ἢ λυπούμενος ἔν τισι κοινοῖς πάθεσι καὶ κινήμασιν[*](κινήμασιν] Salmasius: μιμήμασιν) ὁρᾶται, τῇ δὲ μιμήσει πανουργία τις ἐμφαίνεται καὶ πιθανότης ἄνπερ ἐπιτυγχάνηται, τούτοις μὲν ἥδεσθαι πεφύκαμεν ἐκείνοις δʼ ἀχθόμεθα. καὶ γὰρ ἐπὶ τῶν θεαμάτων ὅμοια πεπόνθαμεν ἀνθρώπους μὲν γὰρ ἀποθνήσκοντας. καὶ
νοσοῦντας ἀνιαρῶς ὁρῶμεν· τὸν δὲ γεγραμμένον Φιλοκτήτην καὶ τὴν πεπλασμένην Ἰοκάστην, ἧς φασιν εἰς τὸ πρόσωπον ἀργύρου τι συμμῖξαι τὸν τεχνίτην, ὅπως ἐκλείποντος[*](*: ἐκλίποντος) ἀνθρώπου καὶ μαραινομένου λάβῃ περιφάνειαν ὁ χαλκός, ἡδόμεθα καὶ θαυμάζομεν. τοῦτο δʼ εἶπον ἄνδρες Ἐπικούρειοι, καὶ τεκμήριόν ἐστι μέγα τοῖς Κυρηναϊκοῖς πρὸς ὑμᾶς τοῦ μὴ περὶ τὴν ὄψιν εἶναι μηδὲ περὶ τὴν ἀκοὴν ἀλλὰ περὶ τὴν διάνοιαν ἡμῶν τὸ[*](τὸ] τὸν mei) ἡδόμενον[*](ἡδόμενον] δεόμενον iidem) ἐπὶ τοῖς ἀκούσμασι καὶ θεάμασιν. ἀλεκτορὶς γὰρ βοῶσα συνεχῶς καὶ κορώνη λυπηρὸν ἄκουσμα καὶ ἀηδές ἐστιν, ὁ δὲ μιμούμενος ἀλεκτορίδα βοῶσαν καὶ κορώνην εὐφραίνει. καὶ φθισικοὺς μὲν ὁρῶντες δυσχεραίνομεν, ἀνδριάντας δὲ καὶ γραφὰς φθισικῶν ἡδέως θεώμεθα τῷ τὴν διάνοιαν ὑπὸ τῶν μιμημάτων ἄγεσθαι κατὰ[*](κατὰ W: καὶ κατὰ) τὸ οἰκεῖον. ἐπεὶ τί πάσχοντες ἢ τίνος ἔξωθεν γενομένου πάθους τὴν ὗν τὴν[*](ὗν τὴν *) Παρμένοντος οὕτως ἐθαύμασαν, ὥστε παροιμιώδη γενέσθαι; καίτοι φασὶ τοῦ Παρμένοντος εὐδοκιμοῦντος ἐπὶ τῇ μιμήσει, ζηλοῦντας ἑτέρους ἀντεπιδείκνυσθαι· προκατειλημμένων δὲ τῶν ἀνθρώπων καὶ λεγόντων εὖ μὲν ἀλλʼ οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν, ἕνα λαβόντα δελφάκιον ὑπὸ μάλης λης, προελθεῖν· ἐπεὶ δὲ καὶ τῆς ἀληθινῆς φωνῆς ἀκούοντες ὑπεφθέγγοντο τί οὖν αὕτη[*](αὐτῆ mei) πρὸς τὴν Παρμένοντος ὗν; ἀφεῖναι[*](em. Basileensis: συναφεῖναι) τὸ δελφάκιον εἰς τὸ μέσον, ἐξελέγχοντα τῆς κρίσεως τὸ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν. ᾧ[*](ᾧ] ὃ mei) μάλιστα δῆλόν ἐστιν, ὅτι ταὐτὸ[*](ib. *: τὸ αὐτὸ) τῆς αἰσθήσεως πάθος οὐχ ὁμοίως διατίθησι τὴν ψυχήν, ὅταν μὴ προσῇ δόξα τοῦ λογικῶς ἢ φιλοτίμως περαίνεσθαι τὸ γενόμενον[*](malim τὸ γιγνόμενον).ἐν Πυθίοις ἐγίγνοντο λόγοι περὶ τῶν ἐπιθέτων ἀγωνισμάτων, ὡς ἀναιρετέα[*](ἀναιρετέων?). παραδεξάμενοι γὰρ ἐπὶ τρισὶ τοῖς καθεστῶσιν ἐξ ἀρχῆς, αὐλητῇ Πυθικῷ καὶ κιθαριστῇ καὶ κιθαρῳδῷ, τὸν τραγῳδόν, ὥσπερ πύλης ἀνοιχθείσης οὐκ ἀντέσχον ἀθρόοις συνεπιτιθεμένοις καὶ συνεισιοῦσι παντοδαποῖς ἀκροάμασιν ὑφʼ ὧν ποικιλίαν μὲν ἔσχεν οὐκ ἀηδῆ καὶ πανηγυρισμὸν ὁ ἀγών, τὸ δʼ αὐστηρὸν καὶ μουσικὸν οὐ διεφύλαξεν, ἀλλὰ καὶ πράγματα τοῖς κρίνουσι παρέσχε καὶ πολλὰς ὡς εἰκὸς ἡττωμένων πολλῶν ἀπεχθείας. οὐχ ἥκιστα δὲ τὸ τῶν λογογράφων καὶ ποιητῶν ἔθνος ᾤοντο δεῖν ἀποσκευάσασθαι τοῦ ἀγῶνος, οὐχ ὑπὸ μισολογίας, ἀλλὰ πολὺ πάντων τῶν ἀγωνιστῶν γνωριμωτάτους ὄντας ἐδυσωποῦντο
τούτους καὶ ἤχθοντο, πάντας ἡγούμενοι χαρίεντας, οὐ πάντων δὲ νικᾶν δυναμένων. ἡμεῖς οὖν ἐν τῷ συνεδρίῳ παρεμυθούμεθα τοὺς τὰ[*](τὰ R) καθεστῶτα κινεῖν βουλομένους καὶ τῷ ἀγῶνι καθάπερ ὀργάνῳ πολυχορδίαν καὶ πολυφωνίαν ἐπικαλοῦντας. καὶ παρὰ τὸ δεῖπνον, ἐστιῶντος ἡμᾶς Πετραίου τοῦ ἀγωνοθέτου, πάλιν ὁμοίων[*](Turnebus: ὁμοίως) λόγων προσπεσόντων, ἠμύνομεν τῇ μουσικῇ· τήν τε ποιητικὴν ἀπεφαίνομεν[*](W: ἀποφαίνομεν) οὐκ ὄψιμον οὐδὲ νεαρὰν ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἀφιγμένην, ἀλλὰ πρόπαλαι στεφάνων ἐπινικίων τυγχάνουσαν. ἐνίοις μὲν οὖν ἐπίδοξος ἤμην ἕωλα παραθήσειν πράγματα, τὰς Οἰολύκου τοῦ Θετταλοῦ ταφὰς καὶ τὰς Ἀμφιδάμαντος τοῦ Χαλκιδέως ἐν αἷς Ὅμηρον καὶ Ἡσίοδον ἱστοροῦσιν ἔπεσι διαγωνίσασθαι. καταβαλὼν δὲ ταῦτα τῷ διατεθρυλῆσθαι πάνθʼ ὑπὸ τῶν γραμματικῶν, καὶ τοὺς ἐπὶ ταῖς Πατρόκλου ταφαῖς ἀναγιγνωσκομένους ὑπό τινων οὐχ ἥμονας[*](οὐχ ἥμονας W ex Hom. Ψ 886: οὐχημονας (Vd)) ἀλλὰ ῥήμονας, ὡς δὴ καὶ λόγων ἆθλα[*](ἆθλα *: ἄθλα) τοῦ Ἀχιλλέως προθέντος, ἀφείς, εἶπον ὅτι καὶ Πελίαν θάπτων Ἄκαστος ὁ υἱὸς ἀγῶνα ποιήματος[*](ποιημάτων Herwerdenus) παράσχοι καὶ Σίβυλλα νικήσειεν. ἐπιφυομένων δὲ πολλῶν καὶ[*](καὶ] om. mei) τὸν βεβαιωτὴν ὡς ἀπίστου καὶ παραλόγου τῆς ἱστορίας ἀπαιτούντων, ἐπιτυχῶς ἀναμνησθεὶς ἀπέφαινον Ἀκέσανδρον[*](Ἀκέσανδρον] Mueller. 4 p. 285) ἐν τῷ περὶ Λιβύης ταῦθʼ ἱστοροῦντα. καὶ τοῦτο μέν ἔφην τὸ ἀνάγνωσμα τῶν οὐκ ἐν μέσῳ ἐστί[*](ἐστί] fort. transpon. ante τῶν)· τοῖς δὲ Πολέμωνος[*](Πολέμωνος] Mueller. 3 p. 123) τοῦ Ἀθηναίου περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν οἶμαι ὅτι[*](ὅτι] del. vid.) πολλοῖς ὑμῶν ἐντυγχάνειν ἐπιμελές ἐστι, καὶ χρή, πολυμαθοῦς καὶ οὐ νυστάζοντος ἐν τοῖς Ἑλληνικοῖς πράγμασιν ἀνδρός· ἐκεῖ τοίνυν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῷ Σικυωνίῳ[*](Σικυωνίων Preilerus) θησαυρῷ χρυσοῦν ἀνέκειτο βιβλίον Ἀριστομάχης ἀνάθημα τῆς Ἐρυθραίας ἐπικῷ ποιήματι[*](ποιήματι δὶς *: ποιηματίαις cf. Mueller. 3 p. 123)[*](ante ποιήματι lac. 2 litt. dat Vd 3 P sed nulla esse vid. cum pro επικω quod praebent Vd P fuerit ut vid ἐπικωι) δὶς Ἴσθμια νενικηκυίας. οὐ μὴν οὐδὲ τὴν Ὀλυμπίαν ἔφην ἄξιόν ἐστιν ὥσπερ εἱμαρμένην ἀμετάστατον καὶ, ἀμετάθετον ἐν τοῖς ἀθλήμασιν ἐκπεπλῆχθαι. τὰ μὲν γὰρ[*](γὰρ M: γε) Πύθια τῶν μουσικῶν ἔσχε τρεῖς ἢ τέτταρας ἐπεισοδίους ἀγῶνας, ὁ δὲ γυμνικὸς ἀπʼ ἀρχῆς ὡς ἐπὶ τὸ πλεῖστον οὕτω κατέστη, τοῖς δʼ Ὀλυμπίοις πάντα προσθήκη πλὴν τοῦ δρόμου γέγονε· πολλὰ δὲ καὶ θέντες ἔπειτʼ ἀνεῖλον, ὥσπερ τὸν τῆς κάλπης ἀγῶνα καὶ τὸν τῆς ἀπήνης· ἀνῃρέθη δὲ καὶ παισὶ πεντάθλοις στέφανος τεθείς· καὶ ὅλως πολλὰ περὶ τὴν πανήγυριν νενεωτέρισται[*](νενετεωρισται: νετεώρισται: ἐνεωτέρισται mei). δέδια δʼ εἰπεῖν[*](εἰπεῖν R: εἶπεν) ὅτι πάλαι καὶ μονομαχίας ἀγὼν περὶ Πῖσαν ἤγετο μέχρι φόνου καὶ σφαγῆς τῶν ἡττωμένων καὶ ὑποπιπτόντων, μή με πάλιν ἀπαιτῆτε[*](X: ἀπατᾶτε) τῆς ἱστορίας βεβαιωτήν, κἂν διαφύγῃ τὴν μνήμην ἐν οἴνῳ τοὔνομα[*](*: τὸ ὄνομα), καταγέλαστος γένωμαι.