Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

οὐ δῆτʼ ἔφη[*](οὐ δῆτα ἔφη idem: ουδ 6-8 Vd) ὁ Λαμπρίας ὑπολαβών ἀλλὰ τοῦ μὲν λαγωοῦ φείδονται[*](φείδονται Doehnerus: 2-3 Vd 6 E) διὰ τὴν πρὸς τὸν μένον ὑπʼ αὐτῶν μυ ---[*](lac. 4 Vd 7 E) στα θηρίον ἐμφερέστατον[*](διὰ τὴν πρὸς - ἐμφερέστατον] διὰ τὴν πρὸς τὸν ὄνον τιμώμενον ὑπʼ αὐτῶν μάλιστα θηρίων ἐμφέρειαν Frankius). ὁ γὰρ λαγὼς μεγέθους ἔοικε καὶ πάχους ἐνδεὴς

ὄνος[*](πάχους ἐνδεὴς ὄνος Doehnerus: τάχους ἐν δεινοῖς) εἶναι· καὶ γὰρ ἡ χρόα καὶ τὰ ὦτα καὶ τῶν ὀμμάτων ἡ λιπαρότης καὶ τὸ λαμυρὸν[*](em. R: ἀλμυρὸν) ἔοικε θαυμασίως· ὥστε μηδὲν[*](μηδὲ] del. Doehnerus) οὕτω μηδὲ μικρὸν μεγάλῳ τὴν μορφὴν ὅμοιον γεγονέναι. εἰ μὴ νὴ Δία, καὶ πρὸς τὰς ὁμοιότητας αἰγυπτιάζοντες τὴν ὠκύτητα τοῦ ζῴου θεῖον ἡγοῦνται καὶ τὴν ἀκρίβειαν τῶν αἰσθητηρίων· ὅ τε γὰρ ὀφθαλμὸς ἄτρυτός[*](ἄτρυτος] ἄγρυπνος Ruhnkenius) ἐστιν αὐτῶν[*](αὐτῷ R), ὥστε καὶ καθεύδειν ἀναπεπταμένοις τοῖς ὄμμασιν ὀξυηκοΐᾳ δὲ δοκεῖ διαφέρειν, ἣν Αἰγύπτιοι θαυμάσαντες ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκοὴν σημαίνουσιν οὖς λαγωοῦ[*](οὖς λαγωοῦ idem: τοὺς λαγωοὺς) γράφοντες. τὸ δʼ ὕειον κρέας οἱ ἄνδρες ἀφοσιοῦσθαι δοκοῦσιν[*](δοκοῦσιν S: 3-4 Vd 12 E κουσιν), ὅτι μάλιστα ---[*](lac. 3 Vd 7 E. Supplet οἱ Ἀσιανοὶ βάρβαροι Doehnerus. Malim πάντων) οἱ βάρβαροι τὰς ἐπιλευκίας[*](ἐπιλευκίας] ἐπι 5-7 Vd λευκίας. Sed fort. nulla est lac. propter proximas margines (2-3 + 3-4)) καὶ λέπρας δυσχεραίνουσι, καὶ τῇ προσβολῇ τὰ τοιαῦτα καταβόσκεσθαι πάθη τοὺς ἀνθρώπους οἴονται. πᾶσαν[*](πᾶσαν] ἐξ ἂν mei) δʼ ὗν ὑπὸ τὴν γαστέρα λέπρας ἀνάπλεων καὶ ψωρικῶν ἐξανθημάτων[*](ἐξανθησάντων mei) ὁρῶμεν· ἃ δή, καχεξίας τινὸς ἐγγενομένης[*](em. R: ἐκγεγομένης) τῷ σώματι καὶ φθορᾶς, ἐπιτρέχειν δοκεῖ τοῖς σώμασιν. οὐ μὴν ἀλλὰ καὶ τὸ θολερὸν περὶ τὴν δίαιταν τοῦ θρέμματος ἔχει τινὰ πονηρίαν οὐδὲν γὰρ ἄλλο βορβόρῳ χαῖρον οὕτω καὶ τόποις ῥυπαροῖς καὶ ἀκαθάρτοις ὁρῶμεν, ἔξω λόγου τιθέμενοι τὰ[*](τὰ idem: μετὰ) τὴν γένεσιν καὶ
τὴν φύσιν ἐν αὐτοῖς ἔχοντα τούτοις. λέγουσι δὲ καὶ τὰ ὄμματα τῶν ὑῶν οὕτως ἐγκεκλάσθαι[*](ἐγκεκλᾶσθαι mei) καὶ κατεσπάσθαι ταῖς ὄψεσιν, ὥστε μηδενὸς ἀντιλαμβάνεσθαι μηδέποτε τῶν ἄνω μηδὲ προσορᾶν τὸν οὐρανόν, ἂν μὴ φερομένων ὑπτίων ἀναστροφήν τινα παρὰ φύσιν αἱ κόραι λάβωσι· διὸ καὶ μάλιστα κραυγῇ χρώμενον τὸ ζῷον ἡσυχάζειν, ὅταν οὕτω φέρηται, καὶ σιωπᾶν κατατεθαμβημένον ἀηθίᾳ τὰ οὐράνια καὶ κρείττονι, φόβῳ τοῦ βοᾶν συνεχόμενον. εἰ δὲ δεῖ καὶ τὰ μυθικὰ προσλαβεῖν, λέγεται μὲν ὁ Ἄδωνις ὑπὸ τοῦ συὸς διαφθαρῆναι· τὸν δʼ Ἄδωνιν οὐχ ἕτερον ἀλλὰ[*](ἀλλὰ] ἀλλʼ ἢ?) Διόνυσον εἶναι νομίζουσι, καὶ πολλὰ τῶν τελουμένων ἑκατέρῳ περὶ τὰς ἑορτὰς βεβαιοῖ τὸν λόγον. οἱ δὲ παιδικὰ τοῦ Διονύσου γεγονέναι· καὶ Φανοκλῆς[*](Φανοκλῆς] cf. Stob. Flor. 64, 14), ἐρωτικὸς ἀνήρ, ὧδέ που[*](ου 1-2 Vd δήπου (Vd) vel οὐ δήπου mei) πεποίηκεν
  1. εἰδὼς[*](εἶδος Emperius) θεῖον Ἄδωνιν ὀρειφοίτης Διόνυσος
  2. ἥρπασεν, ἠγαθέην Κύπρον[*](Κύπρον Amyotus: κύπριν sed cf. Hom. E 330) ἐποιχόμενος.

θαυμάσας δὲ τὸ ἑπιρρηθὲν[*](ἐπιρρηθὲν *: ἐπιρ́ηθὲν) ὁ Σύμμαχος ἆρʼ[*](cf. p. 389 c) ἔφη σὺ τὸν πατριώτην θεόν, ὦ Λαμπρία εὔιον,

ὀρσιγύναικα, μαινομέναις ἀνθέοντα τιμαῖσι Διόνυσον ἐγγράφεις καὶ ὑποποιεῖς τοῖς Ἑβραίων ἀπορρήτοις; ἢ τῷ ὄντι λόγος ἔστι τις ὁ τοῦτον ἐκείνῳ τὸν αὐτὸν ἀποφαίνων; ὁ δὲ Μοιραγένης ὑπολαβών ἔα τοῦτον εἶπεν· ἐγὼ γὰρ Ἀθηναῖος ὢν ἀποκρίνομαί σοι καὶ λέγω μηδένʼ ἄλλον εἶναι· καὶ τὰ μὲν πολλὰ τῶν εἰς τοῦτο τεκμηρίων μόνοις ἐστὶ ῥητὰ καὶ διδακτὰ τοῖς μυουμένοις παρʼ ἡμῖν εἰς τὴν τριετηρικὴν παντέλειαν· ἃ δὲ λόγῳ διελθεῖν οὐ κεκώλυται πρὸς φίλους ἄνδρας, ἄλλως τε καὶ παρʼ οἶνον ἐπὶ τοῖς τοῦ θεοῦ δώροις, ἂν οὗτοι κελεύωσι, λέγειν ἕτοιμος.