Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ὀρθῶς ἔφη λέγεις ὁ Λαμπρίας, ἀλλʼ ἔτι τῷ λόγῳ προσφιλοσοφήσωμεν. ὁ γὰρ ἐμὸς πάππος εἰώθει λέγειν ἑκάστοτε τοὺς Ἰουδαίους ἐπισκώπτων, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν· ἡμεῖς δὲ φήσομεν δικαιότατον ὄψον εἶναι τὸ ἐκ θαλάττης· πρὸς μὲν γὰρ[*](γὰρ *: γε) ταυτὶ τὰ χερσαῖα κἂν ἄλλο μηδὲν ἡμῖν δίκαιον, ἀλλὰ τρέφεταί γε[*](γε] τε R) τοῖς αὐτοῖς καὶ λαμβάνει τὸν αὐτὸν ἀέρα, καὶ λουτρὰ καὶ ποτὸν αὐτοῖς ἅπερ ἡμῖν ἔστιν[*](ἔστιν· ᾗ καὶ W: ἐστὶ νίκαι)· καὶ σφάττοντες ἐδυσωποῦντο φωνὴν ἀφιέντα γοερὰν καὶ τὰ πλεῖστα πεποιημένοι συνήθη καὶ σύντροφα ταῖς διαίταις. τὸ δὲ τῶν ἐναλίων γένος ἔκφυλον ὅλως καὶ ἄποικον ἡμῶν, ὥσπερ ἐν ἄλλῳ τινὶ κόσμῳ γεγονότων καὶ ζώντων, οὔτʼ ὄψις οὔτε φωνή τις οὔθʼ ὑπουργία παραιτεῖται τῆς προσφορᾶς[*](τῆς προσφορᾶς Anonymus: τῆς προς 2-3 Vd P ας), οὐδὲν γὰρ ἄν τις ἔχοι[*](ἄν τις ἔχοι S: αὐτοῖς ἔχοι) χρήσασθαι ζῶσιν[*](ζῶσιν ἃ *: ζῶον ὃ), ἃ μηδʼ ὅλως ζῇ παρʼ ἡμῖν· οὐδὲ δεῖ τινος ἐπʼ αὐτὰ στοργῆς, ἀλλʼ ὥσπερ Ἅιδης[*](em. Turnebus: ἀϊδης) αὐτοῖς ἐστιν οὗτος ὁ παρʼ ἡμῖν τόπος· ἐλθόντα γὰρ εἰς αὐτὸν εὐθέως τέθνηκεν.

ἐπεὶ δὲ ταῦτʼ ἐρρήθη, βουλομένων τινῶν ἀντικατατείνειν, τὸν ἕτερον λόγον ἐκκρούων ὁ Καλλίστρατος ἔφη πῶς ὑμῖν δοκεῖ λελέχθαι τὸ πρὸς τοὺς Ἰουδαίους, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν;ὑπερφυῶς ἔφη ὁ Πολυκράτης, ἐγὼ δὲ καὶ προσδιαπορῶ, πότερον οἱ ἄνδρες τιμῇ τινι τῶν ὑῶν ἢ μυσαττόμενοι τὸ ζῷον ἀπέχονται τῆς βρώσεως αὐτοῦ· τὰ γὰρ παρʼ ἐκείνοις λεγόμενα μύθοις ἔοικεν, εἰ μή τινας ἄρα λόγους σπουδαίους ἔχοντες οὐκ ἐκφέρουσιν.