Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τῆς Εὐβοίας ὁ Αἰδηψός[*](*: γάληψος), οὗ τὰ Θερμὰ χωρίον ἐστὶν αὐτοφυὲς[*](αὐτοφυῶς Madvigius probabiliter) πολλὰ πρὸς ἡδονὰς ἔχον ἐλευθερίους καὶ κατεσκευασμένον.,οἰκήσεσι καὶ διαίταις, κοινὸν οἰκητήριον[*](ἡβητήριον X recte ut vid.) ἀποδέδεικται τῆς Ἑλλάδος· πολλῶν δὲ καὶ πτηνῶν καὶ χερσαίων ἁλισκομένων, οὐχ ἧττον ἡ θάλαττα παρέχει τὴν ἀγορὰν εὐτράπεζον, ἐν τόποις καθαροῖς καὶ ἀγχιβαθέσι γενναῖον ἰχθὺν καὶ πολὺν ἐκτρέφουσα. μάλιστα δʼ ἀνθεῖ τὸ χωρίον ἀκμάζοντος ἔαρος· πολλοὶ γὰρ ἀφικνοῦνται τὴν ὥραν αὐτόθι[*](malim αὐτόσε) καὶ συνουσίας ποιοῦνται μετʼ ἀλλήλων ἐν ἀφθόνοις πᾶσι, καὶ πλείστας περὶ λόγους ὑπὸ σχολῆς διατριβὰς ἔχουσι. Καλλιστράτου δὲ τοῦ σοφιστοῦ παρόντος, ἔργον ἦν ἀλλαχόθι δειπνεῖν· ἄμαχος γὰρ ἡ φιλοφροσύνη, καὶ τὸ πάντας εἰς ταὐτὸ[*](*: τὸ αὐτὸ) συνάγειν ἐπιεικῶς τοὺς χαρίεντας ἣδιστον παρεῖχε πολλάκις μὲν γὰρ ἐμιμεῖτο τῶν παλαιῶν τὸν Κίμωνα, πολλοὺς καὶ παντοδαποὺς ἑστιῶν ἡδέως· ἀεὶ δʼ[*](δὲ] om. mei) ὡς ἔπος εἰπεῖν τὸν Κελεόν, ὃν πρῶτον ἱστοροῦσιν εὐδοκίμων καὶ ἀγαθῶν ἀνδρῶν

κατασκευάσαντα σύνοδον καθημερινὴν ὀνομάσαι πρυτανεῖον.

ἐγίγνοντο δὴ λόγοι τοιαύτῃ συνουσίᾳ πρέποντες ἑκάστοτε· καί ποτε παρέσχον αἱ τράπεζαι, ποικιλώταται γενόμεναι, ζήτησιν ὑπὲρ ὄψων, πότερον τὰ ἐκ γῆς ἢ τὰ ἐκ θαλάττης ἐπιτηδειότερα καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ὑμνούντων τὰ ἐκ γῆς πολλὰ καὶ παντοδαπὰ καὶ δυσεξαρίθμητα τοῖς γένεσι καὶ ταῖς διαφοραῖς, τὸν Σύμμαχον ὁ Πολυκράτης προσαγορεύσας σὺ δʼ εἶπεν ἀμφίαλον ὢν ζῷον καὶ τοσαύταις ἐντεθραμμένος θαλάτταις, αἳ τὴν ἱερὰν πέριξ[*](πέριξ] περὶ mei. παρʼ ὑμῖν em. X) ὑμῶν ἑλίττουσι Νικόπολιν, οὐκ ἀμύνεις τῷ Ποσειδῶνι;βούλομαί γε νὴ Δίʼ ὁ Σύμμαχος εἶπε, καὶ σὲ παραλαμβάνω καὶ παρακαλῶ, τὰ ἥδιστα τῆς Ἀχαϊκῆς καρπούμενον θαλάττης. οὐκοῦν ἔφη πρῶτον ὁ Πολυκράτης ἴωμεν ἐπὶ τὴν συνήθειαν. ὡς γὰρ πολλῶν ὄντων ποιητῶν ἕνα τὸν κράτιστον ἐξαιρέτως ποιητὴν καλοῦμεν, οὕτω πολλῶν ὄντων ὄψων ἐκνενίκηκεν ὁ ἰχθὺς μόνος[*](μόνος Athenaeus p. 276 e: μόνον) ἢ μάλιστὰ γʼ[*](γε] τε mei) ὄψον καλεῖσθαι διὰ τὸ πολὺ πάντων ἀρετῇ κρατεῖν. καὶ γὰρ ὀψοφάγους καὶ φιλόψους[*](φιλόψους] ὁλοψύχους mei) λέγομεν οὐχὶ τοὺς βοείοις χαίροντας[*](τοῖς βοείοις κρέασι Nauckius (p. 652) ex Athenaeo), ὥσπερ Ἡρακλῆς ὃς τοῖς κρέασι χλωρὰ σῦκʼ ἐπήσθιεν[*](ἐπήσθιεν X ex eodem: ἔχων ἤσθιεν) οὐδὲ τὸν φιλόσυκον[*](φιλόσυκον] φιλόσοφον mei) οἷος ἦν Πλάτων, οὐ[*](οὐ] οὐδʼ αὖ τὸν an ἢ?)

φιλόβοτρυν οἷος Ἀρκεσίλαος· ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναδιδόντας[*](ἀναδιδόντας] ἀλύοντας Cobetus. Cf. Hesychii: ἄνδινος περίπατος et ἀναδινίω πειπατῶ Eius loco ἀναστρεφομένους habet Athenaeus. Sed cf. neograecum ξεφυτρώνω) ἑκάστοτε καὶ τοῦ κώδωνος[*](κώδωνος] κύνωνος mei) ὀξέως ἀκούοντας. καὶ ὁ Δημοσθένης[*](Δημοσθένης] 19, 230) τὸν Φιλοκράτην φησὶν ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἀγοράζειν,ἐπʼ ὀψοφαγίᾳ καὶ ἀσελγείᾳ τὸν ἄνδρα λοιδορῶν. ὁ δὲ Κτησιφῶν οὐ κακῶς, ὀψοφάγου τινὸς ἐν τῇ βουλῇ βοῶντος ῥαγήσεσθαι, μηδαμῶς εἶπεν ὦ ἄνθρωπε ποιήσῃς ἡμᾶς ἰχθυοβρώτους. ὁ δὲ τὸ στιχίδιον τοῦτο ποιήσας
πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν
[*](cf. Kock. 3.p. 495) τί ποτε βούλεται; τί δʼ οἱ πολλοὶ βούλονται, πρὸς θεῶν, ὅταν ἡδέως γενέσθαι παρακαλοῦντες ἀλλήλους λέγωσι σήμερον ἀκτάσωμεν οὐχὶ τὸ παρʼ ἀκτῇ δεῖπνον ἥδιστον ἀποφαίνουσιν ὥσπερ ἔστιν; οὐ διὰ[*](οὐ διὰ] οὐ μὰ Δίʼ διὰ? ib. τί γάρ, εἰ ἐπʼ?) τὰ κύματα καὶ τὰς ψηφῖδας τί γάρ; ἐπʼ ἀκτῆς τις λέκυθον ὀψᾶται καὶ κάππαριν;ʼ ἀλλʼ ὡς ἰχθύος ἀφθόνου καὶ νεαροῦ τὴν παράλιον τράπεζαν εὐποροῦσαν. καὶ μέντοι καὶ πιπράσκεται παρὰ λόγον ἁπάντων τιμιώτατον τὸ θαλάττιον ὄψον· ὁ γοῦν Κάτων οὐχ ὑπερβολικῶς ἀλλʼ ἀληθῶς πρὸς τὴν τρυφὴν καὶ πολυτέλειαν τῆς πόλεως δημηγορῶν εἶπεν, ὅτι πλείονος πιπράσκεται ἐν Ῥώμῃ ἰχθὺς ἢ βοῦς. κεράμιόν τε γὰρ πωλοῦσι τιμῆς, ὅσην οὐκ ἂν ἑκατόμβη βούπρῳρος ἄλφοι κατακοπεῖσα. καίτοι
φαρμάκων δυνάμεως ὁ ἰατρικώτατος ἄριστος κριτὴς καὶ μελῶν ἀρετῆς ὁ φιλομουσότατος, οὐκοῦν καὶ ἀρετῆς ὄψων ὁ φιλοψότατος· οὐ γὰρ Πυθαγόρᾳ γε τούτων οὐδὲ Ξενοκράτει διαιτητῇ χρηστέον, Ἀνταγόρᾳ δὲ τῷ ποιητῇ καὶ Φιλοξένῳ τῷ Ἐρύξιδος καὶ τῷ ζωγράφῳ Ἀνδροκύδει[*](*: ἀνδροκύῃ), ὅν φασι τὴν Σκύλλαν ζωγραφοῦντα τοὺς περὶ αὐτὴν ἰχθῦς ἐμπαθέστατα καὶ ζωτικώτατα διʼ ὀψοφαγίαν ἐξεργάσασθαι. Ἀνταγόρᾳ δʼ ὁ βασιλεὺς Ἀντίγονος ἐν τῷ στρατοπέδῳ λοπάδα γόγγρων ἕψοντι περιεζωσμένῳ παραστὰς ἆρά γʼ εἶπε τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράφειν[*](ἂν γράφειν R. Potius ἂν ἀναγράφειν) γόγγρους ἕψοντα; κἀκεῖνος οὐ φαύλως σὺ δʼ οἴει ἔφησε τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα, τίς ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει[*](*: ἑψε͂ι); ταῦτʼ εἶπεν ὁ Πολυκράτης ἔγωγε[*](ἔγωγε M: ἐγὼ δὲ) συμβάλλομαι καὶ ὑμῖν[*](ib. κεὶ ὑμῖν Madvigius) καὶ νὴ Δία τοῖς ἰχθυοπώλαις ἀπὸ τῶν μαρτύρων καὶ τῆς συνηθείας.