Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἀλλʼ ὅπως[*](ὅπως] ὅμως mei) μή, τὸ ῥᾷστον[*](τὸ ῥᾷστον R: 4-5 Vd 9 E), ἐγκαλεῖν ἑτέροις δοκῶμεν αὐτοὶ μηδὲν λέγοντες, ἀποφαίνομαι[*](ἀποφαίνομαι R: ἀποφαῖνον) πρῶτος εἶπεν ἐγώ, οὐδεμίαν ἑστιάσεως πρόφασιν οὕτως
ἔκδηλον εἶναι καὶ περιβόητον, ὡς τὴν τῶν γαμούντων· καὶ γὰρ θύοντας[*](θύοντες mei) θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων ἡ δὲ γαμήλιος τράπεζα κατήγορον ἔχει τὸν ὑμέναιον μέγα βοῶντα καὶ τὴν δᾷδα καὶ τὸν αὐλόν, ἅ φησιν Ὅμηρος[*](Ὁμηρος] Σ 495) καὶ τὰς γυναῖκας ἱσταμένας ἐπὶ ταῖς θύραις θαυμάζειν καὶ θεᾶσθαι. διὸ μηδενὸς ἀγνοοῦντος τὴν ὑποδοχὴν καὶ τὴν κλῆσιν, αἰσχυνόμενοι παραλιπεῖν πάντας τοὺς συνήθεις καὶ οἰκείους καὶ ἁμωσγέπως προσήκοντας αὑτοῖς[*](αὑτοῖς *: αὐτοῖς) παραλαμβάνουσιν.ἀποδεξαμένων δʼ ἡμῶν, ὑπολαβὼν ὁ Θέων καὶ τοῦτʼ ἔφη κείσθω· οὐκ ἀπίθανον γάρ ἐστι· κἀκεῖνο[*](κἀκεῖνο] add. δὲ R) πρόσθες, εἰ βούλει, τὰς τοιαύτας ἑστιάσεις μὴ μόνον φιλικὰς ἀλλὰ καὶ συγγενικὰς εἶναι, καταμιγνυμένης εἰς τὸ γένος ἑτέρας οἰκειότητος. ὃ δὲ τούτου μεῖζόν ἐστιν, οἴκων εἰς ταὐτὸ[*](*: τὸ αὐτὸ) συνιόντων δυεῖν[*](δυσίν mei), ὅ τε λαμβάνων τοὺς τοῦ διδόντος οἰκείους καὶ φίλους ὅ τε διδοὺς τοὺς τοῦ λαμβάνοντος οἰόμενοι δεῖν φιλοφρονεῖσθαι διπλασιάζουσι τὴν ὑποδοχήν. ἔτι[*](ἔτι Turnebus: ἐπεὶ) πολλὰ τῶν γαμικῶν ἢ τὰ πλεῖστα δρᾶται διὰ γυναικῶν· ὅπου δὲ[*](δὲ Anonymus: δὴ) γυναῖκες πάρεισι, καὶ τοὺς ἄνδρας ἀναγκαῖόν ἐστι παραλαμβάνεσθαι.
τῆς Εὐβοίας ὁ Αἰδηψός[*](*: γάληψος), οὗ τὰ Θερμὰ χωρίον ἐστὶν αὐτοφυὲς[*](αὐτοφυῶς Madvigius probabiliter) πολλὰ πρὸς ἡδονὰς ἔχον ἐλευθερίους καὶ κατεσκευασμένον.,οἰκήσεσι καὶ διαίταις, κοινὸν οἰκητήριον[*](ἡβητήριον X recte ut vid.) ἀποδέδεικται τῆς Ἑλλάδος· πολλῶν δὲ καὶ πτηνῶν καὶ χερσαίων ἁλισκομένων, οὐχ ἧττον ἡ θάλαττα παρέχει τὴν ἀγορὰν εὐτράπεζον, ἐν τόποις καθαροῖς καὶ ἀγχιβαθέσι γενναῖον ἰχθὺν καὶ πολὺν ἐκτρέφουσα. μάλιστα δʼ ἀνθεῖ τὸ χωρίον ἀκμάζοντος ἔαρος· πολλοὶ γὰρ ἀφικνοῦνται τὴν ὥραν αὐτόθι[*](malim αὐτόσε) καὶ συνουσίας ποιοῦνται μετʼ ἀλλήλων ἐν ἀφθόνοις πᾶσι, καὶ πλείστας περὶ λόγους ὑπὸ σχολῆς διατριβὰς ἔχουσι. Καλλιστράτου δὲ τοῦ σοφιστοῦ παρόντος, ἔργον ἦν ἀλλαχόθι δειπνεῖν· ἄμαχος γὰρ ἡ φιλοφροσύνη, καὶ τὸ πάντας εἰς ταὐτὸ[*](*: τὸ αὐτὸ) συνάγειν ἐπιεικῶς τοὺς χαρίεντας ἣδιστον παρεῖχε πολλάκις μὲν γὰρ ἐμιμεῖτο τῶν παλαιῶν τὸν Κίμωνα, πολλοὺς καὶ παντοδαποὺς ἑστιῶν ἡδέως· ἀεὶ δʼ[*](δὲ] om. mei) ὡς ἔπος εἰπεῖν τὸν Κελεόν, ὃν πρῶτον ἱστοροῦσιν εὐδοκίμων καὶ ἀγαθῶν ἀνδρῶν
κατασκευάσαντα σύνοδον καθημερινὴν ὀνομάσαι πρυτανεῖον.