Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

τοῦ δὲ Φιλίνου ταῦτʼ εἰπόντος, ὁ Μαρκίων ἔφη δοκεῖν αὐτῷ τῇ Σωκράτους ἐνέχεσθαι κατάρᾳ μὴ μόνον τοὺς τὸ λυσιτελὲς ἀπὸ τοῦ καλοῦ χωρίζοντας, ἀλλὰ καὶ τοὺς ἡδονὴν[*](τὴν ἡδονὴν?) διιστάντας ἀπὸ τῆς

ὑγιείας, ὡς ἀντιταττομένην αὐτῇ καὶ πολεμοῦσαν οὐχὶ μᾶλλον[*](οὐχὶ δὲ μᾶλλον R) συνεργοῦσαν σμικρὰ γάρ ἔφη καὶ ἄκοντες ὡς βιαιοτάτῳ τῶν ὀργάνων ἀλγηδόνι προσχρώμεθα· τῶν δʼ ἄλλων οὐδεὶς ἂν οὐδὲ βουλόμενος ἀπώσαιτο τὴν ἡδονήν· ἀλλὰ καὶ τροφαῖς καὶ ὕπνοις καὶ περὶ λουτρὰ καὶ ἀλείμματα καὶ κατακλίσεις ἀεὶ πάρεστι καὶ συνεκδέχεται καὶ συνεκτιθηνεῖται τὸν κάμνοντα, πολλῷ τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐξαμαυροῦσα[*](ἐξαμαυροῦντα mei) τἀλλότριον[*](ib. *: τὸ ἀλλότριον). ποία γὰρ ἀλγηδών, τίς ἔνδεια, ποῖον δηλητήριον οὕτω ῥᾳδίως καὶ ἀφελῶς νόσον ἔλυσεν, ὡς λουτρὸν ἐν καιρῷ γενόμενον καὶ οἶνος δοθεὶς δεομένοις; καὶ τροφὴ παρελθοῦσα μεθʼ ἡδονῆς εὐθὺς ἔλυσε τὰ δυσχερῆ πάντα καὶ κατέστησεν εἰς τὸ οἰκεῖον τὴν φύσιν, ὥσπερ εὐδίας καὶ γαλήνης γενομένης. αἱ δὲ διὰ τῶν ἐπιπόνων βοήθειαι μόγις καὶ κατὰ μικρὸν ἀνύουσι, χαλεπῶς ἐκμοχλεύουσαι καὶ προσβιαζόμεναι τὴν φύσιν. οὐκ ἂν οὖν ἡμᾶς διαβάλλοι Φιλῖνος, εἰ μὴ τὰ ἱστία ἑκάτερα[*](τὰ ἱστία ἑκάτερα] τὰ ἀκάτια Doehnerus coll. p. 1094) δἐπαράμενοι τὴν ἡδονὴν φεύγοιμεν, ἀλλὰ πειρῴμεθα[*](*: πειρώμεθα) τὸ ἡδέως καὶ ὑγιεινῶς ἐμμελέστερον, ἢ ὡς ἔνιοι φιλόσοφοι τὸ ἡδέως καὶ καλῶς, συνοικειοῦν. εὐθὺς οὖν περὶ τὸ πρῶτον, ὦ Φιλῖνε, τῶν ἐπιχειρημάτων δοκεῖς μοι διεψεῦσθαι, τὰ θηρία τῶν ἀνθρώπων ἁπλουστέραις τροφαῖς χρῆσθαι καὶ μᾶλλον ὑγιαίνειν ὑποτιθέμενος. οὐδέτερον γὰρ ἀληθές ἐστιν· ἀλλὰ τῷ μὲν αἱ παρʼ Εὐπόλιδος[*](Εὐπόλιδος] Kock. 1 p. 261) αἶγες
ἀντιμαρτυροῦσιν, ὑμνοῦσαι τὴν τροφὴν ὡς παμμιγῆ καὶ ποικίλην οὖσαν, οὕτω πως λέγουσαι
  1. βοσκόμεθʼ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης, πρίνου, κομάρου τε
  2. πτόρθους[*](πορ́θους mei) ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν ἔτʼ ἄλλα[*](τούτοισι γε θαλλὸν Meinekius )[*](ἔτʼ ἄλλα X: ἔτʼ 3-4 Vd E)
  3. κύτισὸν τʼ ἠδὲ[*](X: κύτισον τʼ ἠδεφα 6-7 Vd) σφάκον εὐώδη καὶ σμίλακα τὴν[*](τὴν X) λύφυλλον,
  4. κότινον, σχῖνον[*](σχῖνον Macrobius. 7, 5, 9: ἐχῖνον), μελίαν, λεύκην[*](λεύκην Kockius: πεύκην Macrobius. om. Plut. libri), ἀρίαν[*](ἀρίαν Lobeckius: ἀλίαν Macrob. om. libri. Plut.), δρῦν, κιττόν, ἐρίκην[*](ἐρίκην Kockius: ἐρεικην),
  5. πρόμαλον, ῥάμνον, φλόμον[*](φλῶμον mei), ἀνθέρικον, κισθόν, φηγόν, θύμα[*](θύμα Macrobius), θύμβραν.
τὰ γὰρ κατηριθμημένα μυρίας δήπου διαφορὰς ἔχει χυμῶν καὶ ὀδμῶν καὶ δυνάμεων· πλείονα δὲ τῶν εἰρημένων παραλέλειπται. τὸ δὲ δεύτερον Ὅμηρος[*](Ὁμηρος] A 50) ἀθετεῖ μᾶλλον[*](μᾶλλον] μάλα R) ἐμπείρως, τὰ λοιμικὰ πάθη πρῶτον ἅπτεσθαι τῶν ἀλόγων ἀποφαινόμενος. κατηγορεῖ δʼ αὐτῶν καὶ ἡ βραχύτης τοῦ βίου τὸ ἐπίκηρον καὶ νοσῶδες οὐδὲν γὰρ ὡς εἰπεῖν πολυχρόνιόν ἐστι, πλὴν εἰ φαίη τις κόρακα καὶ κορώνην[*](κορώνην] 3 Vd 7 E), ἃ δὴ παμφάγα τʼ ὄντα καὶ πάσης ἁπτόμενα τροφῆς ὁρῶμεν. καὶ μὴν καὶ τῇ τῶν νοσούντων διαίτῃ καλῶς[*](καλῶς] κακῶς?); ἐποίεις
τὰ εὔπεπτα καὶ δύσπεπτα τεκμαιρόμενος· καὶ γὰρ πόνος καὶ γυμνάσια καὶ τὸ διαιρεῖν[*](διαιρεῖν] sanum vid. cf. p. 689 d) τὴν τροφὴν εὔπεπτα μέν ἐστιν, οὐχ ἁρμόζει δὲ τοῖς πυρέττουσι. τὴν δὲ μάχην καὶ τὴν διαφορὰν τῆς ποικίλης τροφῆς ἀλόγως ἐδεδίεις· εἴτε[*](εἴτε] respondet εἶτε lin. 18) γὰρ ἐξ ὁμοίων[*](ὁμοίων] ὁμοίων καὶ ἀνομοίων R. ἀνομοίων W.) ἀναλαμβάνει τὸ οἰκεῖον ἡ φύσις εἰς[*](εἰς W: καὶ εἰς) τὸν ὄγκον αὐτόθεν, ἡ ποικίλη τροφὴ πολλὰς μεθιεῖσα ποιότητας ἐξ ἑαυτῆς ἑκάστῳ μέρει τὸ πρόσφορον ἀναδίδωσιν· ὥστε γίγνεσθαι τὸ τοῦ Ἐμπεδοκλέους
  1. ὡς γλυκὺ μὲν γλυκὺ[*](μὲν γλυκὺ Macrobius: μὲν ἐπὶ γλυκὺ) μάρπτε, πικρὸν δʼ ἐπὶ πικρὸν ὄρουσεν,
  2. ὀξὺ δʼ ἐπʼ ὀξύ, δαλερὸν δαλεροῦ λαβέτω[*](ὀξὺ - λαβέτω (λαβετως Vd)] ὀξὺ δʼ ἐπʼ ὀξὺ ἔβη, θερμὸν δʼ ἐποχεύετο θερμῷ Macrobius. Fort. ὀξὺ δʼ ἐπʼ ὀξύ, ἀτὰρ μαλερὸν μαλεροῦ λάβε[τʼ αὔ]τως)
--- δὲ καὶ ἄλλου ---[*](prior lac. 4 E nulla Vd P, altera 3-4 Vd 5 P nulla in E. Fort. [οὕτω] δὲ καὶ ἄλλου [τινὸς vel τῶν ὀμοίων] ἐπὶ τὸ πρόσφορον μέρος ἰόντος, τῇ θερμότητι τῇ ἐν τῷ πνεύματι cett.) ἐπὶ πρόσφορον μένοντος τῇ θερμότητι ἐν τῷ πνεύματι τοῦ μίγματος σκεδασθέντος, τὰ οἰκεῖα τοῖς συγγενέσιν ἕπεται· τὸ γὰρ οὕτω παμμιγὲς σῶμα καὶ πανηγυρικόν, ὡς τὸ ἡμέτερον, ἐκ ποικίλης ὕλης λόγον ἔχει μᾶλλον ἢ ἁπλῆς συνερανίζεσθαι καὶ ἀναπληροῦν τὴν κρᾶσιν. εἴτε[*](em. R: εἴ γε) μὴ τοῦτʼ ἐστίν, ἀλλʼ ἡ καλουμένη πέψις ἀλλοιοῦν πέφυκε καὶ μεταβάλλειν τὴν τροφήν, ἐν τῷ ποικίλῳ τοῦτο συμβήσεται θᾶττον καὶ κάλλιον· ἀπαθὲς γὰρ
ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον, ἡ δʼ ἀντίταξις καὶ διαφορὰ μᾶλλον ἐξίστησι τῇ πρὸς τοὐναντίον[*](*: τὸ ἐναντίον) μίξει τὰς ποιότητας ἀπομαραινομένας. εἰ δʼ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ Φιλῖνε, μὴ δειπνίζοντα μηδʼ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς θεῶν χεῖρας ὠνόμαζεν Ἐρασίστρατος, διέλεγχε[*](em. Leonicus: δʼ ἐλέγχει) τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ θηριακὰ καὶ τἀπὸ[*](τἀπὸ *: τὰ ἀπὸ) γῆς καὶ θαλάττης εἰς ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ) συγκεραννύντος[*](συγκεραννύντας) καλὸν γὰρ ταῦτʼ ἐάσαντας ἐν πτισάνῃ καὶ σικύᾳ καὶ ἐν ὑδρελαίῳ τὴν ἰατρικὴν ἀπολιπεῖν. ἀλλὰ νὴ Δία τὸ ποικίλον ἐξάγει καὶ γοητεύει τὴν ὄρεξιν οὐ κρατοῦσαν ἑαυτῆς καὶ γὰρ τὸ καθάριον[*](κιθάριον mei), ὦ δαιμόνιε, καὶ τὸ εὐστόμαχον[*](εὐστομον M) καὶ τὸ εὐῶδες καὶ ὅλως τὸ ἥδιον ἐφέλκεται καὶ ποιεῖ βρωτικωτέρους ἡμᾶς καὶ ποτικωτέρους. τί οὖν οὐχὶ κρίμνον μὲν ἡμεῖς ἀντὶ πόλτου μάττομεν ἀντὶ δʼ ἀσπαράγου γήτεια καὶ σκολύμους παρασκευάζομεν, τὸν δʼ ἀνθοσμίαν ἀπωσάμενοι τουτονὶ καὶ ἡμερίδην ἀγριώτερον πίνομεν ἐκ πίθου, κωνώπων χορῷ περιᾳδόμενον; ὅτι φαίης ἂν οὐ φυγὴν οὐδʼ ἀπόδρασιν ἡδονῆς εἶναι τὴν ὑγιεινὴν δίαιταν, ἀλλὰ περὶ ἡδονὰς μετριότητα καὶ τάξιν ὑπηκόῳ χρωμένην ὀρέξει τοῦ συμφέροντος. ὡς δὲ λάβρον πνεῦμα κυβερνῆται πολλαῖς μηχαναῖς ὑποφεύγουσι, παυσάμενον δὲ
καὶ μαρανθὲν οὐδεὶς πάλιν ἐκριπίσαι καὶ διασεῖσαι δυνατός ἐστιν· οὕτω πρὸς ὄρεξιν ἐνστῆναι μὲν καὶ κολάσαι τὸ πλεονάζον αὐτῆς οὐ μέγʼ ἔργον, ἤδη δὲ κάμνουσαν πρὸ καιροῦ καὶ μαλθακιζομένην καὶ ἀπολείπουσαν τὸ οἰκεῖον ἐντεῖναι καὶ ἀναζωπυρῆσαι παγχάλεπον, ὦ ἑταῖρε, καὶ δύσεργον. ὅθεν ἡ ποικίλη τροφὴ βελτίων τῆς ἁπλῆς καὶ τὸ μονοειδὲς ἐχούσης πλήσμιον, ὅσῳ ῥᾷον ἱστάναι φερομένην τὴν φύσιν ἢ κινεῖν ἀπειποῦσαν. καὶ μήν, ὅ γε λέγουσὶ τινες ὡς πλησμονὴ φευκτότερον ἐνδείας, οὐκ ἀληθὲς ἐστιν ἀλλὰ τοὐναντίον· εἴ γε πλησμονὴ μέν, ὅταν εἰς φθοράν τινα τελευτήσῃ καὶ νόσον, ἔβλαψεν· · ἔνδεια δέ, κἂν ἄλλο μηδὲν ἐξεργάσηται κακόν, αὐτὴ καθʼ αὑτὴν παρὰ φύσιν ἐστί. καὶ ταῦτα μὲν ὡς ἀντίχορδα κείσθω τοῖς ὑπὸ σοῦ πεφιλοσοφημένοις. ἐκεῖνο δέ πως ὑμᾶς λέληθε τοὺς περὶ ἅλα καὶ κύαμον[*](κύαμον *: κύμινον cf. Leutsch. II p. 275), ὅτι τὸ μὲν ποικίλον ἥδιόν[*](ἥδιον S) ἐστι, τὸ δʼ ἣδιον εὐορεκτότερον[*](εὐορεκτότερον S: εὐο 7-8 Vd 10 E τερον) ἂν τὴν ὑπερβολὴν καὶ τἄγαν ἀφέλῃς[*](τὴν ὑπερβολὴν καὶ τἄγαν ἀφέλῃς *: τὴν ὑπερ 5-6 Vd 10 E αναφέλης. In Vd sequitur lac. 2 litt. quae propter marg. nulla esse vid.) ·; ης· προσφύεται γὰρ ὀργῶντι καὶ δεχομένῳ τῷ σώματι τῆς ὄψεως προοδοποιούσης τὸ δʼ ἀνόρεκτον πλανώμενον[*](πλανώμενον M: 5-6 Vd E) καὶ ῥεμβόμενον ἢ παντάπασιν ἐξέβαλεν ἡ φύσις ἢ μόλις ὑπʼ ἐνδείας ἔστερξεν. ἐκεῖνό μοι[*](ἐκεῖνο δέ μοι?) μόνον φύλαττε καὶ μέμνησο, τὸ ποικίλον ὡς οὐκ ἐν ἀβυρτάκαις[*](ἐν ἀβυρτάκις Vd ἐναβυρτακϊς E ἐν ἀβυρτάκοις P) καὶ κανδύλοις καὶ καρύκαις ἐστίν· ἀλλὰ
ταῦτα μὲν περίεργα καὶ σπερμολογικά· ποικιλίαν δὲ καὶ Πλάτων[*](Πλάτων] Rep. p. 372 c) παρέχει τοῖς καλοῖς καὶ γενναίοις ἐκείνοις πολίταις, παρατιθεὶς βολβούς, ἐλαίας, λάχανα, τυρόν, ἑψήματα[*](em. Plato: ὀψίματα) παντοδαπά· πρὸς δὲ τούτοις οὐδὲ τραγημάτων ἀμοίρους περιορᾷ δειπνοῦντας.

ὕδνα παμμεγέθη δειπνοῦσιν ἡμῖν Ἀγέμαχος παρέθηκεν ἐν Ἤλιδι. θαυμαζόντων δὲ τῶν παρόντων, ἔφη τις ὑπομειδιάσας ἄξιά γε τῶν βροντῶν τῶν ἔναγχος γενομένων ὡς δὴ καταγελῶν τῶν λεγόντων τὰ ὕδνα τὴν γένεσιν ἐκ βροντῆς λαμβάνειν. ἦσαν οὖν οἱ φάσκοντες ὑπὸ βροντῆς τὴν γῆν διίστασθαι, καθάπερ ἥλῳ[*](ἥλῳ X: ἡλίῳ) τῷ ἀέρι χρωμένην, εἶτα ταῖς ῥωγμαῖς τεκμαίρεσθαι τοὺς τὰ ὕδνα μετιόντας· ἐκ δὲ τούτου δόξαν ἐγγενέσθαι τοῖς πολλοῖς, ὅτι τὸ ὕδνον αἱ βρονταὶ γεννῶσιν οὐ δεικνύουσιν· ὥσπερ εἴ τις οἴοιτο τοὺς κοχλίας ποιεῖν τὸν ὄμβρον, ἀλλὰ μὴ προάγειν[*](προάγειν] subiectum est τὸν ὄμβρον) μηδʼ ἀναφαίνειν. ὁ δʼ Ἀγέμαχος ἰσχυρίζετο τῇ ἱστορίᾳ καὶ τὸ θαυμαστὸν ἠξίου μὴ

ἄπιστον ἡγεῖσθαι. καὶ γὰρ ἄλλα πολλὰ θαυμάσια βροντῆς ἔργα καὶ κεραυνοῦ καὶ τῶν περὶ ταῦτα διοσημιῶν[*](*: διοσημείων) εἶναι, χαλεπὰς καταμαθεῖν ἢ παντελῶς ἀδυνάτους τὰς αἰτίας ἔχοντα. καὶ γὰρ ὁ γελώμενος οὑτοσὶ καὶ παροιμιώδης[*](παρομοιώδης mei) ἔφη βολβὸς οὐ μικρότητι διαφεύγει τὸν κεραυνὸν, ἀλλʼ ἔχων δύναμιν ἀντιπαθῆ, καθάπερ ἡ συκῆ καὶ τὸ δέρμα τῆς φώκης ὥς φασι καὶ τὸ τῆς ὑαίνης[*](ὑιαίνης iidem), οἷς τὰ ἄκρα τῶν ἱστίων[*](τῶν ἰστῶν Reichardtius) οἱ ναύκληροι, καταδιφθεροῦσι. τὰ δʼ ἀστραπαῖα τῶν ὑδάτων εὐαλδῆ καλοῦσιν οἱ γεωργοὶ καὶ νομίζουσι. καὶ ὅλως εὔηθές ἐστι ταῦτα θαυμάζειν τὸ πάντων ἀπιστότατον ἐν τοῖς πάθεσι τούτοις καθορῶντας, ἐκ μὲν ὑγρῶν φλόγας, ἐκ δὲ μαλακῶν νεφῶν[*](νεφῶν Turnebus: 3 Vd 7 E) ψόφους σκληροὺς ἀναδιδομένους. ταῦτα δʼ εἶπεν ἀδολεσχῶ, παρακαλῶν ὑμᾶς ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας, ἵνα μὴ πικρὸς γένωμαι[*](πικρὰς φαίνωμαι?) συμβολὰς τῶν ὕδνων πρασσόμενος.

αὐτὸν μὲν οὖν ἐγὼ ἔφην τρόπον τινὰ τῷ λόγῳ δεξιὰν ὀρέγειν τὸν Ἀγέμαχον· οὐδὲν γὰρ ἒν γε τῷ παρόντι φαίνεσθαι πιθανώτερον, ἢ[*](ἢ om. mei) ὅτι ταῖς βρονταῖς πολλάκις ὕδωρ συνεκπίπτει γόνιμον. αἰτία δʼ ἡ τῆς θερμότητος ἀνάμιξις· τὸ μὲν γὰρ ὀξὺ καὶ καθαρὸν τοῦ πυρὸς ἄπεισιν ἀστραπὴ γενόμενον, τὸ δʼ ἐμβριθὲς καὶ πνευματῶδες ἐνειλούμενον τῷ νέφει καὶ συμμεταβάλλον ἐξαιρεῖ[*](em. Emperius: ἐξαιρεῖ) τὴν ψυχρότητα καὶ

συνεκπονεῖ[*](συνεκπονεῖ *: συνεκπίνει cf. Xen. Cyr. 1, 2, 16: ἐκπονοῦντες τὸ ὑγρόν) τὸ ὑγρόν· ὥστε μάλιστα τὸ[*](τὸ μάλιστα aut μάλιστα R) προσηνὲς ἐνδύεσθαι τοῖς βλαστάνουσι καὶ ταχὺ παχύνειν. ἐπεὶ δὲ καὶ κράσεων ἰδιότητα καὶ χυμοῦ διαφορὰν ἐμποιεῖ[*](R: ἐμποιεῖν) τὰ τοιαῦτα τοῖς ἀρδομένοις[*](ἀρχομένοις mei)· ὥσπερ αἵ τε δρόσοι γλυκυτέραν ποιοῦσι τοῖς θρέμμασι τὴν πόαν, καὶ τὰ[*](τα *) τὴν ἶριν ἐξανθοῦντα νέφη, καθʼ ὧν ἂν ἐπερείσῃ[*](ἂν ἐπερείσῃ] περ ἄν ὕσῃ W) ξύλων, εὐωδίας ἀναπίμπλησι· καὶ ταύτῃ γνωρίζοντες οἱ παρʼ ἡμῖν ἰρίσκηπτα καλοῦσι, τὴν ἶριν[*](*: ἱερεῖς αὐτὰ (ἐρίσκηπτα Salmasius); ἰρισκηπτα enim vocari debent ligna οἷς ἂν ἡ ἷρις ἐπισκήπτῃ) ὑπολαμβάνοντες ἐπισκήπτειν πολλῷ[*](πολλῷ *: πολλῶν δὲ nam hinc incipit apodosis ad ἐπεὶ δὲ καὶ κεράσεων κἑ (vid. lin. 2)) μᾶλλον εἰκός ἐστι τοῖς ἀστραπαίοις καὶ κεραυνίοις ὕδασι καὶ πνεύμασι καὶ θερμότησιν εἰς βάθος ἐλαυνομέναις τὴν γῆν στρέφεσθαι καὶ συστροφὰς ἴσχειν τοιαύτας καὶ χαυνότητας, ὥσπερ ἐν τοῖς σώμασι τὰ χοιραδώδη καὶ ἀδενώδη φύματα θερμότητές τινες καὶ ὑγρότητες[*](post ὑγρότητες dat 3 litt. lac. unus Vd quae nulla esse vid. propter marg.) αἱματώδεις ἐνδημιουργοῦσιν. οὐ γὰρ ἔοικε φυτῷ[*](φυτῷ Exemplum Turnebi: 3-4 Vd 7 E τῷ) τὸ ὕδνον οὐδʼ ἄνευ ὕδατος ἔχει τὴν γένεσιν, ἀλλʼ ἄρριζον καὶ ἀβλαστές[*](ἀβλαστὲς idem: 6-7 Vd 9 E) ἐστι[*](ἐστι Vulcobius: ἔτι) καὶ ἀπολελυμένον, τῷ καθʼ ἑαυτὸ σύστασιν[*](σύστασιν Ex. Turnebi: τὴν στάσιν) ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης. εἰ δέ γε γλίσχροςἔφην ὁ λόγος ὑμῖν δοκεῖ, τοιαῦτά τοι τὰ πλεῖστα τῶν βρονταῖς καὶ κεραυνοῖς συνεπομένων· διὸ καὶ
μάλιστα τοῖς πάθεσι τούτοις δόξα θειότητος[*](θειότης mei) πρόσεστι.

παρὼν δʼ ὁ ῥήτωρ Δωρόθεος ὀρθῶς ἔφη λέγεις· οὐ γὰρ μόνον οἱ πολλοὶ καὶ ἰδιῶται τοῦτο πεπόνθασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων τινές. ἐγὼ γοῦν οἶδα, κεραυνοῦ παρʼ ἡμῖν εἰς οἰκίαν ἐμπεσόντος καὶ πολλὰ θαυμαστὰ δράσαντος οἶνόν τε γὰρ ἐκ πίθων διεφόρησε τοῦ κεράμου μηδὲν παθόντος, ἀνθρώπου τε καθεύδοντος διαπτάμενος οὔτʼ αὐτὸν ἠδίκησεν οὔτε τῆς ἐσθῆτος ἔθιγε, ζώνην δὲ χαλκοῦς ἔχουσαν ὑπεζωσμένου διέτηξε τὸ νόμισμα[*](em. Turnebus: ὑπεζωσμένους τὸ νόμισμα idem: τονο 3-4 Vd 7-8 E μα) πᾶν καὶ συνέχεε· φιλοσόφῳ δὲ[*](δὲ] δὴ Herwerdenus. Abesse malim ut προσελθόντα (fort. add. τινὰ) ab οἶδα pendeat) παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα καὶ διαπυνθανόμενον· τὸν δʼ ἀφοσιωσάμενον καὶ κελεύσαντα τὰ[*](τὰ W) καθʼ ἑαυτὸν δρᾶν[*](δρᾶν Doehnerus: ὁρᾶν) καὶ προσεύχεσθαι τοῖς θεοῖς. ἀκούω δὲ καὶ στρατιώτου φυλάττοντος ἱερὸν ἐν Ῥώμῃ κεραυνὸν ἐγγὺς πεσόντα διακαῦσαι τῶν ὑποδημάτων τοὺς ἱμάντας, ἄλλο δὲ μηδὲν κακὸν ἐργάσασθαι· καὶ κυλιχνίων[*](κυλιχνίων Basileensis: λυχνίων) ἀργυρῶν ξυλίνοις ἐγκειμένων[*](eadem: ἐγκειμένοις) ἐλύτροις τὸν μὲν[*](ib. τὸ μὲν mei) ἄργυρον συνιζῆσαι τακέντα, τὸ δὲ ξύλον ἄθικτον καὶ ἀπαθὲς εὑρεθῆναι. καὶ ταῦτα μὲν ἔξεστι πιστεύειν καὶ μή· πάντων δὲ θαυμασιώτατον, ὃ πάντες ὡς ἔπος εἰπεῖν ἴσμεν, ὅτι τῶν ὑπὸ κεραυνοῦ διαφθαρέντων ἄσηπτα τὰ σώματα διαμένει· πολλοὶ γὰρ

οὔτε κάουσιν οὔτε κατορύττουσιν, ἀλλʼ ἐῶσι περιφράξαντες, ὥσθʼ ὁρᾶσθαι τοὺς νεκροὺς ἀσήπτους ἀεί· τὴν Εὐριπίδου Κλυμένην ἐλέγχοντας ἐπὶ τοῦ Φαέθοντος εἰποῦσαν
  1. φίλος δέ μοι
  2. [*](Nauck. p. 612)
  3. ἄλουτος[*](ἄλουτος Musgravius: ἀλλʼ οὗτος ib. φάραξι mei) ἐν φάραγξι σήπεται νέκυς.
ὅθεν οἶμαι καὶ τὸ θεῖον ὠνομάσθαι τῇ ὁμοιότητι τῆς ὀσμῆς, ἣν τὰ παιόμενα τοῖς κεραυνοῖς ἀφίησιν ἐκτριβομένην πυρώδη καὶ δριμεῖαν ὑφʼ ἧς ἐμοὶ δοκοῦσι καὶ κύνες καὶ ὄρνιθες ἀπέχεσθαι τῶν διοβλήτων σωμάτων. ἐμοὶ γὰρ ἄχρι τούτου τῆς αἰτίας ὥσπερ δάφνης παρατετρώχθω[*](em. R: παρατετάχθω)· τὰ δὲ λοιπὰ τοῦτον ἔφη παρακαλῶμεν[*](παρακαλῶμεν] add. ἐπιμετρεῖν R), ἐπεὶ καὶ τοῖς ὕδνοις ἐνευημέρηκεν, ἵνα μὴ πάθωμεν τὸ τοῦ Ἀνδροκύδους[*](Ἀνδροκύδους] cf. Athen. p. 341 a). ἐκεῖνος γὰρ ὧν ἐποίησε πάντων ἐναργέστατα[*](Anonymus: ἐνεργέστερα) καὶ κάλλιστα[*](καὶ μάλιστα mei) τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς ζωγραφήσας ἔδοξε τῷ πάθει μᾶλλον ἢ τέχνῃ[*](τέχνῃ] τῇ τέχνῃ R) κεχρῆσθαι· φύσει γὰρ ἦν φίλοψος· οὕτω φήσει[*](em. Ex. Turnebi: φησί) τις καὶ ἡμᾶς ὑφʼ ἡδονῆς φιλοσοφήσαντας[*](φιλοσοφήσαντας] φιλοσοφῆσαι τὰ W) περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν, ὡς ὁρᾶς ---[*](lac. 3 Vd 4 P) ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας, καὶ τὴν αἰτίαν ---[*](lac. 2-3 solus Vd. Fort. supplendum ὡς ὁρᾷς: ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπαθείας καὶ τὴν αἰτίαν (sc. τῆς εὐπαθείας) ἐᾶν πρόδηλόν πως εἶναι πειθούσης) προδήλῳ τῷ εἶναι πειθούσης.