Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

πρὸς ταῦτα τῷ Ἀρίστωνι[*](πρὸς ταῦτα τὰ Ἀρίστωνος Benselerus) ἀντεῖπε μὲν οὐδείς· δῆλος γὰρ ἦν παίζων· ἐγὼ δʼ ἐκέλευσα λαβόντα ποτήριον ὥσπερ λύραν ἐντείνεσθαι τὴν ἐπαινουμένην κρᾶσιν καὶ ἁρμονίαν, καὶ προσελθὼν ὁ παῖς ὑπήχει τὴν ἄκρατον· ὁ δʼ ἀνεδύετο, λέγων ἅμα γέλωτι τῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν. ὁ μέντοι πατὴρ τοσοῦτον ἐπεῖπε τοῖς εἰρημένοις, ὅτι δοκοῦσιν αὐτῷ καὶ οἱ παλαιοὶ τοῦ μὲν Διὸς δύο ποιεῖν τιθήνας[*](*: τιθηνὰς), τὴν Ἴτην[*](Ἰτην] Ἰδην X ex Apollodori 1, 1, 6) καὶ τὴν Ἀδράστειαν, τῆς δʼ Ἥρας μίαν, τὴν Εὔβοιαν ἀμέλει δὲ

καὶ τοῦ Ἀπόλλωνος δύο, τὴν Ἀλήθειαν καὶ τὴν Κορυθάλειαν τοῦ δὲ Διονύσου πλείονας, ὅτι δεῖ τὸν θεὸν τοῦτον ἐν πλείοσι μέτροις νυμφῶν τιθασευόμενον καὶ παιδευόμενον ἡμερώτερον ποιεῖν καὶ φρονιμώτερον.

Εὐθύδημος ὁ Σουνιεὺς[*](Σουνιεὺς] συνιερεὺς W ex p. 700e) ἑστιῶν ἡμᾶς σῦν ἄγριον εὐμεγέθη παρέθηκεν ἐπιθαυμασάντων δὲ τῶν παρόντων, ἄλλον ἔφη πολὺ μείζονα κομιζόμενον ὑπὸ τῆς σελήνης διαφθαρῆναι καὶ σφόδρα γε περὶ τῆς αἰτίας διαπορεῖν οὐ γὰρ εἰκὸς εἶναι μὴ τὸν ἥλιον μᾶλλον τὰ κρέα σήπειν θερμότερον ὄντα τῆς σελήνης. ὁ δὲ Σάτυρος οὐ τοῦτʼ ἔφη μάλιστα θαυμάσειεν ἄν τις, ἀλλὰ μᾶλλον τὸ ὑπὸ τῶν κυνηγῶν γιγνόμενον· ὅταν γὰρ ἢ σῦν ἢ ἔλαφον καταβαλόντες πόρρωθεν εἰς πόλιν ἀποστέλλωσι, χαλκοῦν ἐμπηγνύουσιν ἧλον ὡς βοηθοῦντα πρὸς τὴν σῆψιν.