Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται, Πιθοίγια[*](em. Amyotus: πιθοινια) τὴν ἡμέραν καλοῦντες· καὶ πάλαι γʼ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν ἢ πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. παρʼ ἡμῖν δʼ ὁ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δʼ ἱσταμένου νομίζεται θύσαντας ἀγαθῷ Δαίμονι γεύεσθαι
τοῦ οἴνου μετὰ ζέφυρον· οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησι καὶ κινεῖ τὸν οἶνον, καὶ ὁ τοῦτον διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιος[*](βεβαίως R). ἔθυσεν οὖν ὁ πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνον[*](Turnebus: τοῦ δείπνου), ἐπαινουμένου[*](ἐπαινουμένου] εἰσαγομένου R) τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθʼ ἡμῶν προύβαλε ζητεῖν λόγον, ὡς[*](ὡς] πῶς Vulcobius) τὸ γλεῦκος ἣκιστα μεθύσκει. τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον· ὁ δʼ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι· διὸ καὶ γλεύκους[*](em. R: γλεῦκος) οὐκ ἄν τινα πιεῖν ῥᾳδίως; ὅσον εἰς μέθην ἱκανόν ἐστιν· ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν[*](em. Vulcobius: προσελθοῦσαν). ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειντυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ·[*](Hom. ν 69) τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δʼ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος.
Ἀρισταίνετος δʼ ὁ Νικαεὺς ἔν τισιν ἐνίοις[*](ἐνίοις] ἔναγχος Turnebus) γράμμασιν ἀνεγνωκὼς ἔφη μνημονεύειν, ὅτι γλεῦκος μιχθὲν[*](γλεῦκος μιχθὴν scripsi cum Amyoto: γλυκὺς (prius ν in ras. Vd) μιχθεῖς cf. Aristot. p. 872 33b) οἴνῳ παύει μέθην· τῶν δʼ ἰατρῶν τινας λέγει[*](ἔλεγεν Turnebus) τοὺς πλέον πιόντας κελεύειν ἐμεῖν[*](ἐμεῖν W ex Macrob. 7, 7, 17), εἶθʼ, ὅταν μέλλωσι καθεύδειν, ἄρτον εἰς μέλι καταβάψαντας
ἐμφαγεῖν ἔδοσαν[*](ἔδοσαν sc. οἱ ἰατροί mutata constructione). εἴ τι οὖν αἱ γλυκύτητες ἀμβλύνουσι τὸν[*](τὸν *) ἄκρατον, εἰκότως ὁ νέος οἶνος οὐ μεθύσκει, πρὶν ἂν ἡ γλυκύτης μεταβάλῃ.