Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

οὐ μὴν ἀλλὰ τὸ μὲν περὶ τῶν γυναικῶν ἔφη[*](ἔφη X: ἔφην)καὶ πρὸς τοὐναντίον ἀνδρικῶς ἐπικεχείρηται[*](οὐ μὴν ἀλλὰ - ἐπικεχείρηται] haec ex fine superioris quaestionis in huius principio collocavit W).

τὸν δʼ οἶνον ἐπιθυμῶ μαθεῖν[*](μαθεῖν] μαθεῖν 11 E solus), ὁπόθεν ὑπόνοιαν ἡμῖν τοῦ[*](τοῦ] τὸ mei) ψυχρὸς εἶναι παρέσχενοἴει γάρ ἔφην ἐγὼ τοῦτον ἡμέτερον εἶναι τὸν λόγον;ἀλλὰ τίνος εἶπεν ἑτέρου;μέμνημαι μὲν οὖν ἔφην ἐγὼ καὶ Ἀριστοτέλους ἐντυχὼν οὐ νεωστὶ λόγῳ[*](λόγῳ Basileensis: λόγου) περὶ τούτου τοῦ προβλήματος ἀλλʼ ἱκανῶς πάλαι. διείλεκται δὲ καὶ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ[*](Ἐπίκουρος ἐν τῷ Συμποσίῳ] vid. Usener. p. 116) πολλοὺς λόγους, ὧν τὸ κεφάλαιόν ἐστιν ὡς ἐγᾦμαι τοιόνδε. φησὶ γὰρ οὐκ εἶναι θερμὸν αὐτοτελῶς τὸν οἶνον, ἀλλʼ ἔχειν τινὰς ἀτόμους ἐν αὑτῷ θερμασίας ἀποτελεστικὰς ἑτέρας δʼ αὖ ψυχρότητος· ὧν τὰς μὲν ἀποβάλλειν, ὅταν εἰς τὸ σῶμα παραγένηται, τὰς δὲ προσλαμβάνειν ἐκ τοῦ σώματος, ὡς ἂν[*](καὶ ὡς ἂν scripsit Usenerus cum Hutteno et deinde ἔχουσι cum aliis, quae ego non intellego. Ut locus fertur subiectum ἔχωσι verbi est αἱ ἄτομοι) ἔχωσι κράσεως ἡμῖν ἢ φύσεως ὁμιλῆσαι, ὡς τοὺς μὲν ἐκθερμαίνεσθαι τοὺς δὲ τοὐναντίον πάσχειν μεθυσκομένους.

ταῦτʼ εἶπεν[*](em. Turnebus εἰπὼν) ὁ Φλῶρος ἄντικρυς εἰς τὸν Πύρρωνα διὰ τοῦ Πρωταγόρου φέρει ἡμᾶς[*](ἡμᾶς] del. Doehnerus)· δῆλον γὰρ ὅτι καὶ περὶ ἐλαίου καὶ περὶ γάλακτος μέλιτὸς τε καὶ ὁμοίως τῶν ἄλλων διεξιόντες ἀποδρασόμεθα τὸ λέγειν περὶ ἑκάστου, ὁποῖον τῇ φύσει ἐστί[*](ἐστι τῇ φύσει?), μίξεσι ταῖς πρὸς ἄλληλα καὶ κράσεσιν ἕκαστον γίγνεσθαι φάσκοντες. ἀλλὰ σὺ πῶς ἐπιχειρεῖς τὸ[*](τὸ] τῷ R) ψυχρὸν εἶναι τὸν οἶνον;οὕτως ἔφην ὑπὸ[*](ὑπὸ] ὡς ὑπὸ W) δυεῖν τότε

προσηναγκασμένος αὐτοσχεδιάσαι. πρῶτον δʼ ὑπῄει[*](ὑπίειμι mei) μοι τὸ γιγνόμενον ὑπὸ τῶν ἰατρῶν· τοῖς γὰρ ἐκλελυμένοις καὶ τόνου τινὸς δεομένοις κατὰ τὰς ἀρρωστίας στομάχου[*](στομάχῳ Vd cum inseqq. coniungens) θερμὸν μὲν οὐδὲν προσφέρουσιν οἶνον δὲ διδόντες βοηθοῦσιν· ὡς δʼ αὕτως καὶ τὰς ῥύσεις καὶ ἐφιδρώσεις οἴνῳ καταπαύουσιν, ὡς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῆς χιόνος ἱστάντι καὶ κρατύνοντι τῷ ψύχειν καὶ περιστέλλειν φερομένην τὴν ἕξιν. εἰ δὲ καὶ φύσιν καὶ δύναμιν εἶχε θερμαντικήν, ὅμοιον ἦν οἶμαι χιόνι πῦρ καὶ καρδίᾳ[*](καρδίᾳ Benselerus: καρδίᾳ οἶνον) προσφέρειν ἄκρατον. ἔπειτα τὸν μὲν ὕπνον οἱ πλεῖστοι περιψύξει γίγνεσθαι λέγουσι καὶ ψυκτικὰ τὰ[*](τὰ X: καὶ τὰ) πλεῖστα τῶν ὑπνωτικῶν φαρμάκων ἐστίν, ὡς ὁ μανδραγόρας καὶ τὸ μηκώνιον· ἀλλὰ ταῦτα μὲν σφόδρα καὶ βίᾳ πολλῇ συνωθεῖ καὶ πήγνυσιν, ὁ δʼ οἶνος ἠρέμα καταψύχων ἵστησι μεθ’ ἡδονῆς καὶ ἀναπαύει[*](καὶ καταπαύει?) τὴν κίνησιν ἐν τῷ μᾶλλον καὶ ἧττον οὔσης[*](οὔσης] add. αὐτῷ W) πρὸς ἐκεῖνα[*](ἐκεῖνα M: ἐκεῖνο) τῆς διαφορᾶς. ἔτι δὲ τὸ μὲν θερμὸν γόνιμον· εὔροιαν γὰρ ἡ ὑγρότης ἴσχει, καὶ τόνον τὸ πνεῦμα καὶ δύναμιν ὑπὸ τῆς θερμότητος ἐξοργῶσαν. οἱ δὲ πίνοντες πολὺν ἄκρατον ἀμβλύτεροι πρὸς τὰς συνουσίας εἰσὶ καὶ σπείρουσιν οὐθὲν εἰς γένεσιν ἰσχυρὸν οὐδὲ κεκρατημένον, ἀλλʼ ἐξίτηλοι καὶ ἀτελεῖς εἰσιν αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι αὐτῶν[*](αὐτῶν] del. Doehnerus) διὰ φαυλότητα καὶ κατάψυξιν τοῦ
σπέρματος. καὶ μὴν ὅσα πάσχουσιν ἄνθρωποι ὑπὸ κρύους, πάντα συμβαίνει τοῖς μεθυσκομένοις, τρόμοι, βαρύτητες, ὠχριάσεις, σάλοι τοῦ περὶ τὰ γυῖα πνεύματος, ἀσάφεια γλώττης, ἔντασις τῶν περὶ τοῖς ἄκροις νεύρων καὶ ἀπονάρκησις· τοῖς δὲ πλείστοις εἰς πάρεσιν αἱ μέθαι τελευτῶσιν, ὅταν ἐκπλήξῃ[*](ἐκπήξῃ R) παντάπασι καὶ κατασβέσῃ τὸ θερμὸν ὁ ἄκρατος. ἰῶνταὶ γε μὴν τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων καὶ κραιπαλώντων[*](κραιπαλούντων mei) κακώσεις, εὐθὺς μὲν ὡς ἔοικε περιστολῇ καὶ κατακλίσει συνθάλποντες, μεθʼ ἡμέραν δὲ λουτρῷ καὶ ἀλείμματι καὶ σιτίοις, ὅσα μὴ ταράττοντα τὸν ὄγκον ἅμα[*](ἅμα R: ἀλλὰ) πράως ἀνακαλεῖται τὸ θερμὸν ὑπὸ τοῦ οἴνου διεσπασμένον καὶ πεφυγαδευμένον ἐκ τοῦ σώματος. ὅλως δʼ εἰπεῖν[*](em. W: ὅμως δὲ εἶπον), ἐν τοῖς φαινομένοις καὶ ὁμοιότητας[*](ὁμοιότητας] ποιότητας W) ἀδήλους ἐξιχνεύομεν καὶ δυνάμεις. οὐδὲν δὲ περὶ τῆς μέθης δεῖ διαπορεῖν, ὁποῖὸν ποτʼ ἐστίν· ὡς γὰρ ἔοικε, μάλιστα[*](μάλιστα Vulcobius: μάλιστα δὲ Fort. μάλιστά γε), ὡς εἰρήκαμεν, ἐοίκασι τοῖς πρεσβύταις οἱ[*](οἱ] οἱ νέοι Hirschigius coll. p. 650 f. probabiliter) μεθύοντες· διὸ καὶ πρωιαίτατα γηρῶσιν οἱ φίλοινοι· τοὺς δὲ πολλοὺς αὐτῶν καὶ φαλακρώσεις ἄωροι καὶ πολιαὶ πρὸ ἡλικίας; ἔχουσι· πάντα δὲ ταῦτα δοκεῖ θερμότητος ἐνδείᾳ καταλαμβάνειν τὸν ἄνθρωπον. ἔτι τοίνυν τὸ ὄξος οἴνου τινός[*](τινός] τις R) ἐστι φύσις καὶ δύναμις· οὐδὲν δὲ τῶν σβεστηρίων ὄξους πυρὶ μαχιμώτερον, ἀλλὰ μάλιστα πάντων ἐπικρατεῖ καὶ συμπιέζει τὴν φλόγα διʼ
ὑπερβολὴν ψυχρότητος· καὶ τῶν ἄλλων δὲ καρπῶν τοῖς οἰνώδεσι μᾶλλον ὡς ψυκτικοῖς χρωμένους τοὺς ἰατροὺς ὁρῶμεν ὥσπερ ῥόαις καὶ μήλοις. αὐτὴν δὲ τὴν τοῦ μέλιτος φύσιν οὐχὶ πρὸς ὄμβριον ὕδωρ καὶ χιόνα συμμιγνύοντες οἰνοποιοῦσι, τοῦ ψυχροῦ τὸ γλυκὺ διὰ συγγένειαν εἰς τὸ αὐστηρόν, ὅταν κρατήσῃ, φθείροντος; οἱ παλαιοὶ δʼ οὐχὶ διὰ τοῦτο τῶν ἑρπετῶν τὸν δράκοντα καὶ τῶν φυτῶν τὸν κιττὸν ἀνέθεσαν τῷ θεῷ καὶ καθιέρωσαν, ὥς τινος ψυχρᾶς; καὶ κρυώδους δυνάμεως[*](δυνάμεως] δυνάμεως ἐνούσης?); ἐὰν δέ, ὅτι τὸ κώνειον ἐπιπινόμενος ἰᾶσθαι[*](em. R et in Vd ας oblitteratum est: ἰάσασθαι) δοκεῖ πολὺς ἄκρατος, οἴωνται τοῦτο θερμότητος εἶναι τεκμήριον, ἡμεῖς αὖ φήσομεν ἀναστρέψαντες, ὅτι συγκραθὲν αὐτῷ[*](αὐτῷ Turnebus: αὐτὸ)τοῦτο φάρμακον ἀνίατόν ἐστι καὶ καθάπαξ ἀποκτείνει τοὺς πίνοντας ὥστε μηδὲν μᾶλλον εἶναι δοκεῖν τῷ ἀντιπράττειν θερμὸν ἢ τῷ συνεργεῖν ψυχρόν, εἴ γε δὴ[*](εἴ γε δὴ W: εἰ δὲ μὴ) ψυχρότητι τὸ κώνειον οὐκ ἄλλῃ τινὶ φύσει καὶ δυνάμει μᾶλλον πιθανόν ἐστιν ἀναιρεῖν τοὺς πιόντας.

νεανίσκοι τινὲς οὐ πάλαι τοῖς παλαιοῖς λόγοις προσπεφοιτηκότες ἐσπάραττον τὸν Ἐπίκουρον[*](Ἐπίκουρον] vid. Usener. p. 117), ὡς οὐ καλὸν οὐδʼ ἀναγκαῖον ἐμβεβληκότα λόγον περὶ καιροῦ συνουσίας εἰς τὸ Συμπόσιον μιμνήσκεσθαι γὰρ ἀφροδισίων ἄνδρα πρεσβύτερον ἐν δείπνῳ μειρακίων παρόντων καὶ διαπορεῖν, πότερον μετὰ δεῖπνον ἢ πρὸ δείπνου χρηστέον, ἐσχάτης ἀκολασίας εἶναι, πρὸς ταῦθʼ οἱ μὲν τὸν Ξενοφῶντα παρέλαβον ὡς ἀπάγοντα τοὺς συμπότας μετὰ δεῖπνον οὐχὶ πεζοὺς ἀλλʼ[*](οὐχὶ πεζοὺς ἀλλʼ *: οὐχι 4-5 Vd 8 E cf. Xen. Symp. fin. et Aesch. Pers. 19 οἱ μὲν ἐφʼ ἵππων οἱ δʼ ἐπὶ ναῶν ι πεζοί τε βάδην) ἐφʼ ἵππων ἐπὶ συνουσίας[*](συνουσίᾳ?) πρὸς τὰς γυναῖκας. Ζώπυρος δʼ ὁ ἰατρός, εὖ μάλα τοῖς Ἐπικούρου[*](Ἐπίκουρον] vid. Usener. p. 117) λόγοις ἐνωμιληκώς, οὐκ ἔφη προσέχοντας αὐτοὺς ἀνεγνωκέναι τὸ Ἐπικούρου Συμπόσιον· οὐ γὰρ ὥσπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπʼ αὐτῷ περαίνειν, ἀλλὰ τοὺς νέους ἀνιστάντα μετὰ δεῖπνον εἰς περίπατον ἐπὶ σωφρονισμῷ διαλέγεσθαι καὶ ἀνακρούειν[*](καὶ ἀνακρούσει R) ἀπὸ τῶν ἐπιθυμιῶν, ὡς ἀεὶ μὲν ἐπισφαλοῦς εἰς βλάβην τοῦ πράγματος ὄντος, κάκιστα[*](κάκιστα S: μάλιστα)

δὲ τοὺς παρὰ[*](παρὰ Turnebus: περὶ) πότον καὶ ἐδωδὴν χρωμένους αὐτῷ διατιθέντος. εἰ δὲ δὴ καὶ προηγουμένως εἶπεν ἐζητεῖτο περὶ τούτου, πότερον οὐδʼ ὅλως ἐσκέφθαι καλῶς εἶχε τὸν φιλόσοφον περὶ συνουσίας καιροῦ καὶ ὥρας, ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλως μὲν ἐπισκοπεῖν οὐκ ἄτοπον[*](ἄτοπον R: ἄπορον) ἐν[*](ἐν] om. mei) δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; ἐμοὶ γὰρ δοκεῖ τοὐναντίον ἄν τις ἐγκαλέσαι φιλοσόφῳ, μεθʼ ἡμέραν ἐν τῇ διατριβῇ πολλῶν καὶ παντοδαπῶν ἀνθρώπων παρόντων περὶ τούτου διαλεγομένῳ· κύλικος δὲ προκειμένης ἐν συνήθεσι καὶ φίλοις, ἔνθα καὶ τὸ παραλέξαι[*](παραλέξαιobiter narrare bene habet) μῦθον ἀμβλὺν[*](ἀμβλὺν ὄντα Doehnerus: ἀμβλύνοντα) ὄντα καὶ ψυχρὸν ἐν οἴνῳ[*](ἐν οἴνῳ] bene habet) συμφέρει, πῶς αἰσχρὸν εἰπεῖν τι καὶ ἀκοῦσαι εἰς συνουσίας χρῆσιν ὠφελίμως λεγόμενον; ὡς ἔγωγε, νὴ τὸν κύνα, καὶ τοὺς[*](τοὺς R: τοῦ) Ζήνωνος ἂν ἐβουλόμην ἔφη διαμηρισμοὺς[*](em. Salmasius: διαμερισμοὺς) ἐν συμποσίῳ τινὶ καὶ παιδιᾷ μᾶλλον ἢ σπουδῆς τοσαύτης ἐχομένῳ συγγράμματι, τῇ Πολιτείᾳ, κατατετάχθαι.

πρὸς τοῦτο πληγέντες οἱ νεανίσκοι σιωπῇ κατέκειντο· τῶν δʼ ἄλλων τὸν Ζώπυρον ἀξιούντων τοὺς περὶ τούτου λόγους Ἐπικούρου[*](Ἐπικούρου] vid. Usener. p. 117) διελθεῖν, ἔφη τῶν μὲν κατὰ μέρος οὐκ[*](οὐκ Vulcobius) ἀκριβῶς μνημονεύειν, οἴεσθαι δὲ τὸν ἄνδρα τὰς ἐκ τῆς συνουσίας πληγὰς δεδιέναι διὰ τὸν τῶν σωμάτων παλμὸν εἰς

ταραχὴν καὶ σάλον ἐν τῷ τοιούτῳ βαδιζόντων. καθόλου μὲν γὰρ ἐξ ἕδρας τὰ σώματα μεθιστάναι πλήκτην ὄντα καὶ κινητικὸν ταραχῆς τὸν ἄκρατον· ἂν δʼ οὕτως ἔχοντα τὸν ὄγκον ἡμῶν γαλήνη μὴ[*](μὴ] om. mei) παραλάβῃ καὶ ὕπνος, ἀλλʼ ἕτεραι διὰ τῶν ἀφροδισίων κινήσεις, ἐκθλιβομένων καὶ μοχλευομένων[*](κἀκμοχλευομένων Usenerus) τῶν μάλιστα συνδεῖν καὶ κολλᾶν τὸ σῶμα πεφυκότων, κίνδυνός ἐστιν ἀνέδραστον[*](em. Doehnerus ἀνάδαστον) γίγνεσθαι τὸν ὄγκον[*](ὄγκον] οἴκον), ὥσπερ[*](ὥσπερ] ὥσπερ οἶκον probabiliter Huttenus) ἐκ θεμελίων γιγνόμενον[*](γιγνόμενον] κινούμενον Turnebus. σειόμενον Duebnerus. Nihil opus)· οὐδὲ γὰρ εὖ ῥεῖν[*](εὖ ῥεῖν] εὐρεῖν mei) τηνικαῦτα τὴν γονήν, σφηνώσεως διὰ τὴν πλησμονὴν οὔσης, ἀλλὰ βίᾳ καὶ συμπεφυρμένην[*](em. W: συμπεφυρμένον) ἀποσπᾶσθαι· διὸ χρῆναί φησιν ὁ ἀνήρ, ὅταν ἡσυχία γένηται περὶ τὸ σῶμα καὶ λωφήσωσιν αἱ τῆς τροφῆς ἀναδόσεις καὶ τὰ ῥεύματα[*](πνεύματα R) διεξιούσης καὶ φευγούσης[*](φευγούσης] σφυδούσης Usenerus), τὰ τοιαῦτα πράττειν, πρὶν[*](πρὶν R: ʽὑφʼ) ἑτέρας αὖ πάλιν τροφῆς ἐνδεὲς γενέσθαι τὸ σῶμα· συμβάλλοιτο δʼ ἄν τις[*](lac. 5 Vd 3 P soli: ἴσως?)· τῷ Ἐπικούρῳ καὶ τὸν ἰατρικὸν[*](ἰατρικὸν Turnebus: πατρικὸν) λόγον. ὁ[*](ὁ] οὐ mei) γὰρ μεθʼ ἡμέραν καιρός, ἤδη τῆς πέψεως κρίσιν ἐχούσης, ἀσφαλέστερός[*](em. M: ἀσθενέστερον) ἐστιν· ἡ δὲ μετὰ τὸ δεῖπνον ὁρμὴ πρὸς τὴν συνουσίαν οὐκ ἀκίνδυνος· ἄδηλον γὰρ εἰ, τῆς τροφῆς μὴ κρατηθείσης, ἀπεψία δέξαιτο τὸν ἐκ τῆς συνουσίας ἄραδον[*](em. Doehnerus: ἄραβον) καὶ παλμόν, ὥστε διττὴν τὴν βλάβην γενέσθαι.

ὑπολαβὼν δʼ Ὀλύμπιχος ἐμοὶ μέν ἔφη τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι[*](προσεῖναι mei)· ὅταν φάναι μάλιστα τυγχάνῃς βλαβῆναι βουλόμενος. καὶ γὰρ ὃ Ζώπυρος εἴρηκε νῦν, ἔχει τινὰ λόγον· καὶ τὸν ἕτερον καιρὸν ἄλλας ἀκαιρίας ἔχοντα πρὸς τὸ πρᾶγμα καὶ δυσχερείας ὁρῶ. καθάπερ οὖν Θαλῆς ὁ σοφὸς ὑπὸ τῆς μητρὸς ἐνοχλούμενος γῆμαι κελευούσης, ὑπεξέφυγε πῶς καὶ[*](ὑπεξέφυγέ πως καὶ S: πῶς ὑπεξέφυγε, quam librarii adnotationem ex margine in textum illatam puto) παρήγαγε λέγων[*](λέγων R: λόγῳ) πρὸς ταύτην[*](ταύτην *: τὴν) ἐν ἀρχῇ μὲν οὔπω καιρὸς ὦ μῆτερ; ὕστερον δʼ οὐκέτι καιρὸς ὦ μῆτερ οὕτως ἄρα καὶ πρὸς ἀφροδίσια κράτιστον ἔσται[*](ἔσται] malim ἐστιν) ἔχειν ἕκαστον, ὥστε κατακλινόμενον λέγειν οὔπω καιρός ἀνιστάμενον δʼ οὐκέτι καιρός.

Ἀθλητικὰ ταῦτʼ εἶπεν ὁ Σώκλαρος ὦ Ὀλύμπιχε, παντάπασιν ἔτι τῆς κοτταβίσεως ὄζοντα καὶ τῶν κρεοφαγιῶν[*](κρεοφαγιῶν *: κρεωφαγιῶν) ἐκείνων, οὐκ ἐν δέοντι. νέοι τε γὰρ πάρεισι γεγαμηκότες, ὑφʼ ὧν δεῖ φιλοτήσια[*](φιλοτήσια] cf. Hom. λ 246) ἔργα τελεῖσθαι· καὶ ἡμᾶς οὔπω παντάπασιν ἡ Ἀφροδίτη πέφευγεν, ἀλλὰ καὶ προσευχόμεθα δήπουθεν αὐτῇ λέγοντες ἐν τοῖς τῶν θεῶν ὕμνοις

  1. ἀνάβαλλʼ ἄνω τὸ γῆρας,
  2. [*](Bergk. 3 p. 656)
  3. ὦ καλὰ Ἀφροδίτα.
σκοπῶμεν οὖν, εἰ δοκεῖ, πότερον ἐμμελῶς καὶ
προσηκόντως ὁ Ἐπίκουρος[*](Ἐπίκουρος] vid. Usener. p. 118) ἢ παρὰ πᾶν δίκαιον ἀφαιρεῖ τὴν Ἀφροδίτην τῆς νυκτός· καίτοι[*](καίτοι] ἧς τὸ Doehnerus) κράτιστον αὐτῇ θεῶν[*](κράτιστον - θεῶν] πλεῖστον θεῶν αὐτῇ Ἀφροδίτης Cobetus. πλεῖστον αὐτῇ θεῶν Doehnerus. cf. Kock. 3 p. 209) μετεῖναί φησιν ἐρωτικὸς ἀνὴρ Μένανδρος. συνετέθη[*](συνετέθη *: ἐνετέθη) γὰρ οἶμαι καλῶς παρακάλυμμα τῆς ἡδονῆς τὸ σκότος προθεμένους ταῦτα πράσσειν, καὶ μὴ διὰ φωτὸς ἐντυγχάνοντας ἐξελαύνειν[*](ἐξελαύνων mei) τῶν ὀμμάτων τὸ αἰδούμενον[*](em. Anonymus: αἰδόμενον) καὶ τῷ ἀκολάστῳ θάρσος ἐμποιεῖν καὶ μνήμας ἐναργεῖς, αἷς τὸ[*](τὸ Basileensis: τὸ μὴ) ἐνδιατρίβειν αὖθις ἐκριπίζει[*](ἐκριπίζει Turnebus: ἐκριπτεῖ) τὰς[*](τὰς Basileensis: τῆς) ἐπιθυμίας. ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος ἔρχεται κατὰ τὸν Πλάτωνα[*](Πλάτωνα] Phaedr. p. 250d ubi pro παθημάτων est αἰσθήσεων)παθημάτων, καὶ σφόδρα[*](σφοδρὰ R) ταῖς ἐγγὺς φαντασίαις τὴν[*](τὴν] εἰς τὴν idem) ψυχὴν ἐγείρουσα[*](ἐγείρουσαι mei) πρὸς τὰ εἴδωλα τῆς ἡδονῆς, καινὴν ἀεὶ ποιεῖ[*](ποιεῖ Doehnerus coll. p. 1085 a) καὶ πρόσφατον ἐπιθυμίαν. ἡ δὲ νὺξ τὰ πλεῖστα καὶ μανιωδέστατα τῶν ἔργων ἀφαιροῦσα παράγει καὶ κατευνάζει τὴν φύσιν, οὐκ ἐξοκέλλουσʼ[*](ἐξοκέλλουσαν Benselerus) ὑπὸ τῆς ὄψεως εἰς ὕβριν. ἄνευ δὲ τούτων, τίνʼ ἔχει λόγον ἀπὸ δείπνου μὲν ἥκοντα γεγανωμένον, ἂν οὕτω τύχῃ, στέφανον κομίζοντα καὶ[*](κἂν?) μύρῳ κεχριμένον, ἀποστραφέντα καὶ συγκαλυψάμενον[*](ἐγκαλυψαμενον Hirschigius) καθεύδειν· ἡμέρας δὲ καὶ διὰ μέσου τῶν πράξεων ἐκ τῆς γυναικωνίτιδος τὴν γυναῖκα
μεταπέμπεσθαι πρός τι τοιοῦτον ἢ πρωὶ δίκην ἀλεκτρυόνος συμπλέκεσθαι; τὴν γὰρ ἑσπέραν, ὦ ἑταῖρε, τῶν πόνων ἀνάπαυσιν[*](post ἀνάπαυσιν exciderit ut vid. tale quid ἡμῖν οἱ θεοὶ δεδώκασιν) τὸν δʼ ὄρθρον ἀρχήν· καὶ τὴν μὲν ὁ Λύσιος ἐπισκοπεῖ Διόνυσος μετὰ τῆς Τερψιχόρης καὶ Θαλείας[*](*: θαλίας), ὁ δὲ πρὸς τὴν ἐργάνην Ἀθηνᾶν καὶ τὸν ἀγοραῖον Ἑρμῆν ἐπανίστησι. διὸ τὴν μὲν ᾠδαὶ κατέχουσι καὶ χορεῖαι καὶ ὑμέναιος
κῶμοί τʼ[*](ignoti poetae versus τε Turnebus) εἰλαπίναι τε καὶ ἠχήεις θρόος αὐλῶν·
τὸν δὲ κτύποι ῥαιστήρων καὶ τρισμοὶ[*](em. idem: τριμμοὶ) πριόνων καὶ τελωνικῶν ἐπορθρισμοὶ κεκραγμῶν καὶ κηρύγματα καλουμένων ἐπὶ δίκας ἢ θεραπείας τινῶν βασιλέων ἢ ἀρχόντων· ἐν ᾧ καιρῷ φροῦδα τὰ τῆς ἡδονῆς,
  1. λήγει δὲ Κύπρις θαλίαι[*](θάλειαί Vd. θάλλει αἱ E) τε νέων,
  2. [*](Nauck. p. 915)
  3. οὐδέ τι[*](οὐδʼ ἔτι M), θύρσος φύλλα Βακχείου[*](βακχίου mei. θύσθλα τʼ Ἰάκχου Nauckius)·
συντείνουσι γὰρ αἱ φροντίδες. ἔπειτα δὲ καὶ ὁ ποιητὴς τῶν ἡρώων οὔτε γαμετῇ τινα μεθʼ ἡμέραν οὔτε παλλακίδι συγκατέκλινε, πλὴν ἢ τὸν Πάριν δραπετεύσαντα ποιήσας καταδυόμενον εἰς τοὺς κόλπους τῆς γυναικός[*](τῆς γυναικὸς] cf. Hom. Γ 447), ὡς οὐκ ἀνδρὸς ἀλλὰ μοιχοῦ λυσσῶντος οὖσαν τὴν μεθημερινὴν ἀκρασίαν. καὶ μὴν οὐδὲ τὸ σῶμα βλάπτοιτʼ ἂν ὑπὸ τῆς συνουσίας μᾶλλον, ὡς Ἐπίκουρος[*](Ἐπίκουρος] vid. Usener. p. 118) οἴεται, μετὰ τὸ δεῖπνον, ἄν γε μὴ μεθύων τις ἢ ῥηγνύμενος ὑπὸ πλησμονῆς
ἅπτηται καὶ[*](καὶ W) βεβαρημένος· ἀμέλει γὰρ οὕτως ἐπισφαλὲς τὸ πρᾶγμα καὶ βλαβερόν. ἂν δʼ ἱκανῶς ἔχων τις αὑτοῦ καὶ μετρίως διακεχυμένος, τοῦ τε σώματος αὐτοῦ[*](αὐτῷ R) μαλακοῦ γεγονότος καὶ τῆς ψυχῆς παρεστώσης[*](καθεστώσης Herwerdenus sed vid. Symb. meas), διὰ χρόνου ποιῆται τὴν ἔντευξιν, οὔτε ταραχὴν ἀπεργάζεται μεγάλην διὰ τὸν ὄγκον οὔτʼ ἄλλο τι ὧν ἐπήγαγεν ἢ[*]([οὔτʼ ἄλλο τι ὧν ἐπή]γαγεν ἢ *: 6 Vd 8 P 15 E ταγένη) ψῦξις ἢ μετάθεσις ἐξ ἕδρας ἀτόμων, φησιν Ἐπίκουρος· ἀλλὰ τῇ φύσει τὸ οἰκεῖον[*](ἀλλὰ τῇ φύσει τὸ οἰκεῖον supplevi cum W: 5-6 Vd 20 E) ἀποδούς, ἑαυτὸν δέ πως ἀπογαληνίσας[*](ἀπογαληνίσας W: ἀπογαλ 7-8 Vd 13 E) ἀναπληρώσει, νέας ἐπιρροῆς τοῖς κενώμασι γιγνομένης. ἐκεῖνο δὲ μᾶλλον ἄξιον εὐλαβείας, τὸ σύνεγγυς ὄντα τῶν πράξεων ἀφροδισίοις χρῆσθαι, μήποτʼ[*](μήποτε *: μήτε) ἄρα μετέωρον τὸ σῶμα καὶ κεκλονημένον αἵ τε τῆς ψυχῆς φροντίδες αἵ τε περὶ τὰς χρείας πραγματεῖαι καὶ κόποι παραλαβόντες εὐθὺς ἐκτραχύνωσιν, οὐχ ἱκανὸν ἐν μέσῳ διάλειμμα τῆς φύσεως εἰς ἀνάπαυσιν λαβούσης. οὐ γὰρ πάντες, ὦ ἑταῖρε, τὴν Ἐπικούρου[*](Ἐπικούρου] Usener. p. 284) σχολὴν καὶ ῥᾳστώνην ὑπὸ λόγου καὶ φιλοσοφίας ἄφθονον εἰς ἀεὶ παρεσκευασμένην ἔχουσι· πολλοὶ δʼ ἕκαστον ἀγῶνες ἐκδέχονται διʼ ἡμέρας, γυμνάσια δʼ ὡς ἔπος εἰπεῖν ἅπαντας· οἷς οὔτε καλὸν οὔτε συμφέρον οὕτω διακείμενον[*](διακεχυμένον Doehnerus: δια 7-8 Vd 13 E cf. Plat. de Legg. p. 775 c) τὸ σῶμα παρέχειν λυσσώσῃ συνουσίᾳ διακεχυμένον. τὸ δὲ μακάριον καὶ
ἄφθαρτον ἔστω μὲν ὂν[*](μὲν ὂν *: μένον) οἷον αὐτῷ[*](αὐτῷ(sc. Epicuro) R: αὐτὸ Fr. om. Usenerus), μὴ φροντίζον[*](φροντίζον Duebnerus: φροντίζειν) τῶν καθʼ ἡμᾶς· ἡμῖν δέ που νόμῳ πόλεως συνεπομένοις[*](συνεπομένοις Doehnerus ex Plat. de Legg. p. 916 d: εὖ ἑπομένοις) ἐξευλαβητέον ἐστὶν εἰς θέρος ἐμβαλεῖν[*](θέρος ἐμβαλεῖν] θεῶν ἱερὸν (vel θʼ ἱερὸν) προσεμβάλλειν?) καὶ κατάρχεσθαι θυσιῶν, ὀλίγον ἔμπροσθεν διαπεπραγμένοις τι τοιοῦτον. ὅθεν εὖ ἔχει τὸ τὴν νύκτα καὶ τὸν ὕπνον ἐν μέσῳ θεμένους καὶ ποιήσαντας ἱκανὸν διάλειμμα καὶ διάστημα καθαροὺς αὖθις ὥσπερ ἐξ ὑπαρχῆς καὶ νέα[*](νέα R: νέᾳ libri. νέα νέᾳ Madvigius cf. Mullach. 1 p. 355) ἐφʼ ἡμέρῃ φρονέοντας κατὰ Δημόκριτον ἀνίστασθαι.

τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται, Πιθοίγια[*](em. Amyotus: πιθοινια) τὴν ἡμέραν καλοῦντες· καὶ πάλαι γʼ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν ἢ πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. παρʼ ἡμῖν δʼ ὁ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δʼ ἱσταμένου νομίζεται θύσαντας ἀγαθῷ Δαίμονι γεύεσθαι

τοῦ οἴνου μετὰ ζέφυρον· οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησι καὶ κινεῖ τὸν οἶνον, καὶ ὁ τοῦτον διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιος[*](βεβαίως R). ἔθυσεν οὖν ὁ πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνον[*](Turnebus: τοῦ δείπνου), ἐπαινουμένου[*](ἐπαινουμένου] εἰσαγομένου R) τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθʼ ἡμῶν προύβαλε ζητεῖν λόγον, ὡς[*](ὡς] πῶς Vulcobius) τὸ γλεῦκος ἣκιστα μεθύσκει. τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον· ὁ δʼ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι· διὸ καὶ γλεύκους[*](em. R: γλεῦκος) οὐκ ἄν τινα πιεῖν ῥᾳδίως; ὅσον εἰς μέθην ἱκανόν ἐστιν· ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν[*](em. Vulcobius: προσελθοῦσαν). ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειν
τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ·
[*](Hom. ν 69) τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δʼ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος.

Ἀρισταίνετος δʼ ὁ Νικαεὺς ἔν τισιν ἐνίοις[*](ἐνίοις] ἔναγχος Turnebus) γράμμασιν ἀνεγνωκὼς ἔφη μνημονεύειν, ὅτι γλεῦκος μιχθὲν[*](γλεῦκος μιχθὴν scripsi cum Amyoto: γλυκὺς (prius ν in ras. Vd) μιχθεῖς cf. Aristot. p. 872 33b) οἴνῳ παύει μέθην· τῶν δʼ ἰατρῶν τινας λέγει[*](ἔλεγεν Turnebus) τοὺς πλέον πιόντας κελεύειν ἐμεῖν[*](ἐμεῖν W ex Macrob. 7, 7, 17), εἶθʼ, ὅταν μέλλωσι καθεύδειν, ἄρτον εἰς μέλι καταβάψαντας

ἐμφαγεῖν ἔδοσαν[*](ἔδοσαν sc. οἱ ἰατροί mutata constructione). εἴ τι οὖν αἱ γλυκύτητες ἀμβλύνουσι τὸν[*](τὸν *) ἄκρατον, εἰκότως ὁ νέος οἶνος οὐ μεθύσκει, πρὶν ἂν ἡ γλυκύτης μεταβάλῃ.

σφόδρʼ οὖν ἀπεδεξάμεθα τὴν εὑρησιλογίαν τῶν νεανίσκων, ὅτι τοῖς ἐμποδὼν οὐκ ἐπιπεσόντες ἰδίων εὐπόρησαν[*](εὐπόρησαν *: ηὐπόρησαν) ἐπιχειρημάτων. ἐπεὶ τά γε πρόχειρα καὶ ῥᾴδια λαβεῖν ἥ τε[*](ἥ τε] ἤτοι mei) βαρύτης ἐστὶ τοῦ γλεύκους, ὡς Ἀριστοτέλης[*](Ἀριστοτέλης] Fragm. 220) φησίν, ἡ διακόπτουσα τὴν κοιλίαν, καὶ τὸ πολὺ συμμἐνειν[*](συμβαίνειν Duebnerus) πνευματῶδες καὶ ὑδατῶδες· ὧν τὸ μὲν εὐθὺς ἐκπίπτει βιαζόμενον, τὸ δὲ πέφυκε τὸ ὑδατῶδες[*](τὸ ὑδατῶδες] del. Hirschigius) ἀμβλύτερον ποιεῖν τὸν οἶνον· παλαίωσις δʼ ἐπίτασιν ποιεῖ[*](ἐπίτασιν ποιεῖ Wessely: ἐπὶ τὰ 6 Vd 10 E), ἐκκρινομένου τοῦ ὑδατώδους· καὶ γίγνεται μέτρῳ μὲν ἐλάττων ὁ οἶνος δυνάμει δὲ σφοδρότερος.

οὐκοῦν εἶπεν ὁ πατήρ ἐπεὶ παρακεκινήκαμεν τὸν Ἀριστοτέλη, καὶ περὶ τῶν ἀκροθωράκων τι καλουμένων ἴδιον ἐπιχειρήσομεν εἰπεῖν· οὐ γὰρ

ἱκανῶς μοι δοκεῖ, καίπερ ὀξύτατος ὢν ἐν τοῖς τοιούτοις ζητήμασι, διηκριβωκέναι τὴν αἰτίαν. φησὶ γὰρ οἶμαι τοῦ μὲν νήφοντος εὖ καὶ κατὰ[*](κατὰ Doehnerus coll. Plat. Phaedr. p. 262 b. cf. Aristot. 871, 12. 875, 30.) τὰ ὄντα κρίνειν τὸν λογισμόν, τοῦ δʼ ἄγαν μεθύοντος ἐκλελυμένην κατέχεσθαι τὴν αἴσθησιν, τοῦ δʼ ἀκροθώρακος ἔτι μὲν ἰσχύειν τὸ φανταστικὸν ἢδη δὲ τεταράχθαι τὸ λογιστικόν· διὸ καὶ κρίνειν καὶ κακῶς κρίνειν ἐπακολουθοῦντα[*](em. S:ἐπακολουθοῦντας ) ταῖς φαντασίαις. ἀλλὰ πῶς εἶπεν ὑμῖν δοκεῖ περὶ τούτων;

ἐμοὶ μέν ἔφην ἐπισκοποῦντι κατʼ ἐμαυτὸν ἀποχρῶν οὗτος ἦν πρὸς τὴν αἰτίαν ὁ λόγος· εἰ δὲ κελεύεις ἴδιόν τι κινεῖν, ὅρα πρῶτον εἰ τὴν εἰρημένην διαφορὰν ἐπὶ τὸ σῶμα μετοιστέον ἐστί. τῶν γὰρ ἀκροθωράκων ἡ διάνοια μόνον τετάρακται, τὸ δὲ σῶμα ταῖς ὁρμαῖς ἐξυπηρετεῖν δύναται, μήπω βεβαπτισμένον· ὅταν δὲ κατασεισθῇ καὶ πιεσθῇ, προδίδωσι τὰς ὁρμὰς καὶ παρεῖται· μέχρι γὰρ ἔργων οὐ πρόεισιν· ἐκεῖνοι[*](ἐκείνῃ sc. τῇ διανοίᾳ ) δὲ τὸ συνεξαμαρτάνον ἔχοντες οὐ τῷ μᾶλλον ἀλογιστεῖν ἀλλὰ τῷ[*](ἀλλὰ τῷ] ἀλλὰ τὸ mei) μᾶλλον ἰσχύειν ἐλέγχονται. ἀπʼ ἄλλης δʼ εἶπον ἀρχῆς σκοποῦντι τοῦ οἴνου τὴν δύναμιν, οὐδὲν κωλύει ποικίλην εἶναι καὶ τῇ ποσότητι συμμεταβάλλουσαν. ὥσπερ τὸ πῦρ τὸν κέραμον, ἂν μὲν μέτριον, συγκρατύνει καὶ πήγνυσιν· ἂν δʼ ὑπερβολῇ πλήξῃ, συνέτηξε καὶ ῥεῖν ἐποίησεν ἀνάπαλιν δʼ ἡ ὥρα τοὺς πυρετοὺς ἀρχομένη μὲν ἀνακινεῖ καὶ ἐκκάει, προϊούσης δέ,

μᾶλλον καθίστανται[*](καθίσταται mei) καὶ ἀπολήγουσι· τί οὖν κωλύει καὶ τὴν διάνοιαν ὑπὸ τοῦ οἴνου φυσικῶς κινουμένην, ὅταν ταραχθῇ καὶ παροξυνθῇ, πάλιν ἀνίεσθαι καὶ καθίστασθαι πλεονάζοντος; ὁ γοῦν ἐλλέβορος ἀρχὴν τοῦ καθαίρειν ἔχει τὸ ταράττειν τὸν ὄγκον· ἀλλʼ ἢν ἐλάττων τοῦ μετρίου δοθῇ, ταράττει μὲν οὐδὲν δὲ καθαίρει. καὶ τῶν ὑπνωτικῶν ἔνιοι λαβόντες ἐνδοτέρω τοῦ μετρίου θορυβωδέστερον διατίθενται, πλέον δὲ λαβόντες ἔνιοι[*](ἔνιοι] del. R) καθεύδουσιν. εἰκὸς δέ που καὶ ταύτην τὴν περὶ τὸν ἀκροθώρακα ταραχήν, ὅταν ἀκμὴν λάβῃ, μαραίνεσθαι, καὶ πρὸς τοῦτο συνεργεῖν τὸν οἶνον πολὺς γὰρ εἰσελθὼν τὸ σῶμα συνεξέκαυσε[*](συνεξέκλυσε W. συνεξέπαυσε Doehnerus. συνεξέλυσε?) καὶ κατανάλωσε τὸ μανιῶδες τῆς ψυχῆς. ὥσπερ γὰρ[*](γὰρ W) ἡ θρηνῳδία καὶ ὁ ἐπικήδειος αὐλὸς ἐν ἀρχῇ πάθος κινεῖ καὶ δάκρυον ἐκβάλλει[*](ἐκκαλεῖ Emperius), προάγων δὲ τὴν ψυχὴν εἰς οἶκτον οὕτω κατὰ μικρὸν ἐξαιρεῖ καὶ ἀναλίσκει τὸ λυπητικόν ὁμοίως; ἴδοις ἂν καὶ τὸν οἶνον, ὅταν σφόδρα ταράξῃ καὶ παροξύνῃ[*](καὶ παροξύνῃ X: παροξύνει ) τὸ ἀκμαῖον καὶ θυμοειδές, αὖθις καταδύοντα καὶ καθιστάντα[*](em. R: καταδύονται καὶ καθίστανται ) τὴν διάνοιαν, ὡς πορρωτέρω μέθης προϊοῦσαν ἡσυχάζειν.

ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, Ἀρίστων[*](em. X: ἀριστίων) ἀναβοήσας ὥσπερ εἰώθει πέφανται εἶπεν εἰς τὰ συμπόσια τῷ δικαιοτάτῳ καὶ δημοκρατικωτάτῳ τῶν μέτρων[*](em. Iannotius: μετρίων) κάθοδος, ὑπὸ δή τινος καιροῦ νήφοντος ὥσπερ τυράννου πεφυγαδευμένῳ πολὺν χρόνον. καθάπερ γὰρ οἱ περὶ λύραν κανονικοὶ τῶν λόγων φασὶ τὸν μὲν ἡμιόλιον τὴν διὰ πέντε συμφωνίαν παρασχεῖν τὸν δὲ διπλάσιον τὴν διὰ πασῶν, τὴν δὲ διὰ τεσσάρων ἀμυδροτάτην οὖσαν ἐν ἐπιτρίτῳ συνίστασθαι· οὕτως οἱ περὶ τὸν Διόνυσον ἁρμονικοὶ τρεῖς κατεῖδον οἴνου συμφωνίας πρὸς ὕδωρ, διὰ πέντε καὶ διὰ τριῶν καὶ διὰ τεσσάρων, οὕτω μὲν λέγοντες καὶ ᾄδοντες

ἢ πέντε[*](ἢ πέντε Vulcobius: πέντε) πίνειν ἢ τρίʼ[*](τριῶν Basileensis: 4-5 Vd 13 E) ἢ μὴ τέσσαρα.
πέντε γὰρ ---[*](lac. 2 Vd 4 E. ἐστι W) ἐν ἡμιολίῳ λόγῳ, τριῶν ὕδατος κεραννυμένων[*](ib. κεραννυμένων Turnebus: κεραννύμενον οὐ) πρὸς δύʼ οἴνου· τρία δʼ[*](τρία δʼ Turnebus: ταδʼ) ἐν διπλασίῳ πρὸς ἕνα μιγνυμένων[*](πρὸς ἕνα μιγνομένων W: προσμιγνυμένων) δυεῖν· τέσσαρα δʼ, εἰς ἕνα τριῶν ὕδατος ἐπιχεομένων, οὗτός ἐστιν ἐπίτριτος
λόγος, ἀρχόντων τινῶν[*](τινῶν Turnebus: τριῶν) ἐν πρυτανείῳ νοῦν ἐχόντων ἢ διαλεκτικῶν τὰς ὀφρῦς ἀνεσπακότων, ὅταν τὰς μεταπτώσεις τῶν λόγων ἀνασκοπῶσι[*](en. W: ἀνασπῶσι), νηφάλιος καὶ ἀδρανὴς κρᾶσις[*](πρᾶσις Turnebus: φάσις). ἐκείνων δὲ τῶν ἄλλων[*](ἄλλων] sc. λόγων) ἡ μὲν δυεῖν πρὸς ἕνα τὸν ταρακτικὸν τοῦτον καὶ ἀκροθώρακα τῆς μέθης ἐπάγει τόνον
κινοῦντα χορδὰς τὰς ἀκινήτους φρενῶν
[*](Nauck. p. 907) οὔτε γὰρ ἐᾷ νήφειν οὔτε καταδύειν παντάπασι τὸ ἀνόητον[*](τὸ ἀνόητον X: τὸν ἀνόητον) εἰς τὸν ἄκρατον· ἡ δὲ δυεῖν πρὸς τρία μουσικωτάτη[*](em. Turnebus: μουσικώτατα), πᾶσʼ ὑπνοφόρος; καὶ λαθικηδὴς καὶ κατὰ τὴν Ἡσιόδειον ἐκείνην ἀλεξιάρην παίδων εὐκηλήτειραν[*](cf. Hes. OD 464) τῶν ἐν ἡμῖν ἀγερώχων καὶ ἀκόσμων παθῶν διὰ βάθους ποιοῦσα γαλήνην καὶ ἡσυχίαν;

πρὸς ταῦτα τῷ Ἀρίστωνι[*](πρὸς ταῦτα τὰ Ἀρίστωνος Benselerus) ἀντεῖπε μὲν οὐδείς· δῆλος γὰρ ἦν παίζων· ἐγὼ δʼ ἐκέλευσα λαβόντα ποτήριον ὥσπερ λύραν ἐντείνεσθαι τὴν ἐπαινουμένην κρᾶσιν καὶ ἁρμονίαν, καὶ προσελθὼν ὁ παῖς ὑπήχει τὴν ἄκρατον· ὁ δʼ ἀνεδύετο, λέγων ἅμα γέλωτι τῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν. ὁ μέντοι πατὴρ τοσοῦτον ἐπεῖπε τοῖς εἰρημένοις, ὅτι δοκοῦσιν αὐτῷ καὶ οἱ παλαιοὶ τοῦ μὲν Διὸς δύο ποιεῖν τιθήνας[*](*: τιθηνὰς), τὴν Ἴτην[*](Ἰτην] Ἰδην X ex Apollodori 1, 1, 6) καὶ τὴν Ἀδράστειαν, τῆς δʼ Ἥρας μίαν, τὴν Εὔβοιαν ἀμέλει δὲ

καὶ τοῦ Ἀπόλλωνος δύο, τὴν Ἀλήθειαν καὶ τὴν Κορυθάλειαν τοῦ δὲ Διονύσου πλείονας, ὅτι δεῖ τὸν θεὸν τοῦτον ἐν πλείοσι μέτροις νυμφῶν τιθασευόμενον καὶ παιδευόμενον ἡμερώτερον ποιεῖν καὶ φρονιμώτερον.