Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

οὐ μὴν ἀλλὰ τὸ μὲν περὶ τῶν γυναικῶν ἔφη[*](ἔφη X: ἔφην)καὶ πρὸς τοὐναντίον ἀνδρικῶς ἐπικεχείρηται[*](οὐ μὴν ἀλλὰ - ἐπικεχείρηται] haec ex fine superioris quaestionis in huius principio collocavit W).

τὸν δʼ οἶνον ἐπιθυμῶ μαθεῖν[*](μαθεῖν] μαθεῖν 11 E solus), ὁπόθεν ὑπόνοιαν ἡμῖν τοῦ[*](τοῦ] τὸ mei) ψυχρὸς εἶναι παρέσχενοἴει γάρ ἔφην ἐγὼ τοῦτον ἡμέτερον εἶναι τὸν λόγον;ἀλλὰ τίνος εἶπεν ἑτέρου;μέμνημαι μὲν οὖν ἔφην ἐγὼ καὶ Ἀριστοτέλους ἐντυχὼν οὐ νεωστὶ λόγῳ[*](λόγῳ Basileensis: λόγου) περὶ τούτου τοῦ προβλήματος ἀλλʼ ἱκανῶς πάλαι. διείλεκται δὲ καὶ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ[*](Ἐπίκουρος ἐν τῷ Συμποσίῳ] vid. Usener. p. 116) πολλοὺς λόγους, ὧν τὸ κεφάλαιόν ἐστιν ὡς ἐγᾦμαι τοιόνδε. φησὶ γὰρ οὐκ εἶναι θερμὸν αὐτοτελῶς τὸν οἶνον, ἀλλʼ ἔχειν τινὰς ἀτόμους ἐν αὑτῷ θερμασίας ἀποτελεστικὰς ἑτέρας δʼ αὖ ψυχρότητος· ὧν τὰς μὲν ἀποβάλλειν, ὅταν εἰς τὸ σῶμα παραγένηται, τὰς δὲ προσλαμβάνειν ἐκ τοῦ σώματος, ὡς ἂν[*](καὶ ὡς ἂν scripsit Usenerus cum Hutteno et deinde ἔχουσι cum aliis, quae ego non intellego. Ut locus fertur subiectum ἔχωσι verbi est αἱ ἄτομοι) ἔχωσι κράσεως ἡμῖν ἢ φύσεως ὁμιλῆσαι, ὡς τοὺς μὲν ἐκθερμαίνεσθαι τοὺς δὲ τοὐναντίον πάσχειν μεθυσκομένους.