Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐγὼ δὲ τοῦτο μὲν ἔφην ἀπόδρασιν εἶναι τῆς ἐρωτήσεως μᾶλλον ἢ τῆς αἰτίας ἀπόδοσιν. σκοπῶμεν δʼ εἶπον ὅτι πολλὰ συμπτώματʼ ἐνόντα[*](ἐνόντα *: ἔχοντα) πάθεσιν[*](πάθεσιν *: 3-4 Vd 10 E σιν, ut in exemplo allato πάθη sunt ἡ ἄνθησις τῆς ἀγνου et ἡ πέπανσις τοῦ βότρυος, cf. p. 85 lin. 1 ἐπακολούθημα τοῦ πάθους) αἰτιῶν λαμβάνει δόξαν οὐκ ὀρθῶς ὅμοιον ὡς εἴ τις οἴοιτο τῇ ἀνθήσει τοῦ ἄγνου πεπαίνεσθαι τὸν τῆς ἀμπέλου καρπόν, ὅτι δή[*](δὴ (δεῖ mei) τοῦτο] δὴ τουτὶ Doehnerus: malim δήπου), τοῦτο τὸ λεγόμενον,
ἡ τʼ[*](τʼ Emperius) ἄγνος ἀνθεῖ χὠ[*](ib. χώ X: καὶ ὁ) βότρυς πεπαίνεται[*](Nauck. p. 915)ἢ[*](ἢ Basileensis) τοῖς ἐπὶ τῶν λύχνων φαινομένοις μύκησι συγχεῖσθαι καὶ συννεφεῖν τὸ περιέχον· ἢ τὴν γρυπότητα τῶν ὀνύχων αἴτιον ἀλλὰ μὴ συμβεβηκὸς εἶναι τοῦ περὶ σπλάγχνον ἕλκους. ὥσπερ οὖν τούτων ποσσις ἕκαστον ἐπακολούθημα τοῦ πάθους ἐστὶν ἐκ τῶν αὐτῶν γεννώμενον αἰτιῶν, οὕτως ἔφην ἐγὼ μίαν αἰτίαν εἶναι διʼ ἣν βραδέως τε πλεῖ καὶ προσάγεται τὴν ἐχενηίδα τὸ πλοῖον· ξηρᾶς μὲν γὰρ οὔσης καὶ μὴ[*](μὴ] om. mei) σφόδρα βαρείας ὑγρότητι τῆς νεώς, εἰκὸς ὑπολισθάνουσαν[*](ἐπολισθαίνουσαν R) ὑπὸ κουφότητος τῇ θαλάττῃ τὴν τρόπιν διαλαβεῖν τὸ[*](τὸ W: καὶ τὸ) κῦμα ξύλῳ[*](ξύλῳ R: 3 Vd 7 E λῶ) καθαρῷ διαιρούμενον καὶ[*](διαιρούμενον καὶ S: διαι 7 Vd E) ἀφιστάμενον εὐπετῶς· ὅταν δὲ νοτερὰ σφόδρα καὶ διάβροχος οὖσα φυκία τε πολλὰ καὶ βρυώδεις ἐπιπάγους προσάγηται, τοῦ τε ξύλου[*](τό τε ξύλον R) τὸν τόμον ἀμβλύτερον ἴσχει τό τε κῦμα τῇ γλισχρότητι προσπῖπτον οὐ ῥᾳδίως ἀπολύεται. διὸ καὶ παραψήχουσι[*](περιψήχουσι idem) τοὺς τοίχους, τὰ, βρύα καὶ τὰ φυκία τῶν ξύλων ἀποκαθαίροντες, οἷς εἰκός ἐστι τὴν ἐχενηίδα προσισχομένην ὑπὸ τῆς γλισχρότητος αἴτιον τῆς βραδυτῆτος ἀλλʼ οὐκ ἐπακολούθημα τοῦ τὴν βραδυτῆτα ποιοῦντος αἰτίου νομισθῆναι.