Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
παυσαμένου δὲ τἀδελφοῦ[*](τἀδελφοῦ *: τοῦ ἀδελφοῦ), τἄλλα μὲν ἔφην ἀληθῶς λέγεσθαι, τὴν δʼ αἰτίαν τῆς τάξεως οὐκ ἐπενόουν[*](ἐπηνόουν vel ἐπήνουν mei). ἐδόκει δὲ καὶ τῶν ἄλλων τισὶ μὴ πιθανὸν εἶναι γεγονέναι[*](γεγονέναι*) τὸ πυκτεύειν καὶ παλαίειν πρότερον ἐν ἀγῶνι καὶ ἁμίλλῃ τοῦ τροχάζειν, καὶ παρεκάλουν ἐξάγειν εἰς τὸ ἀνώτερον. ἔφην δʼ ἐκ τοῦ παραστάντος, ὅτι ταῦτά μοι πάντα μιμήματα δοκεῖ καὶ γυμνάσματα τῶν πολεμικῶν εἶναι· καὶ γὰρ ὁπλίτης ἐπὶ πᾶσιν εἰσάγεται, μαρτυρούμενος ὅτι τοῦτο τὸ τέλος ἐστὶ τῆς σωμασκίας καὶ τῆς ἁμίλλης καὶ τὸ τοῖς νικηφόροις εἰσελαύνουσι[*](em. Salmasius: ἐλαύνουσι) τῶν τειχῶν ἐφίεσθαι μέρος διελεῖν καὶ καταβαλεῖν[*](*: καταβάλλειν), τοιαύτην ἔχει διάνοιαν[*](cf. Thuc. 7, 77. Soph. OR 56), ὡς οὐ μέγα πόλει τειχῶν ὄφελος ἄνδρας ἐχούσῃ μάχεσθαι δυναμένους καὶ νικᾶν. ἐν δὲ Λακεδαίμονι τοῖς νενικηκόσι στεφανίτας ἀγῶνας ἐξαίρετος ἦν ἐν ταῖς παρατάξεσι χώρα, περὶ αὐτὸν τὸν βασιλέα τεταγμένους μάχεσθαι· καὶ τῶν ζῴων μόνῳ τῷ ἵππῳ μετουσία στεφάνου καὶ ἀγῶνος ἔστιν, ὅτι μόνος καὶ πέφυκε καὶ ἤσκηται μαχομένοις παρεῖναι καὶ συμπολεμεῖν. εἰ δὲ δὴ ταῦτα λέγεται μὴ κακῶς, ἤδη σκοπῶμεν ἔφην ὅτι τῶν μαχομένων πρῶτον ἔργον ἐστὶ τὸ πατάξαι καὶ φυλάξασθαι, δεύτερον δὲ συμπεσόντας ἤδη καὶ γενομένους ἐν
χερσὶν ὠθισμοῖς τε χρῆσθαι καὶ περιτροπαῖς ἀλλήλων, ᾧ δὴ μάλιστά φασιν ἐν Λεύκτροις τοὺς Σπαρτιάτας ὑπὸ τῶν ἡμετέρων, παλαιστρικῶν ὄντων, καταβιασθῆναι[*](em. W: καταβιβασθῆναι)· διὸ καὶ παρʼ Αἰσχύλῳ τις τῶν πολεμικῶν ὀνομάζεταιβριθύς, ὁπλιτοπάλας[*](cf. Bergk. 2 p. 242) καὶ Σοφοκλῆς[*](Σοφοκλῆς] Nauck. p. 313) εἴρηκέ που περὶ τῶν Τρώων ὡς
καὶ μὴν ἐπὶ πᾶσί γε τὸ τρίτον ἐστὶ νικωμένους φεύγειν ἢ διώκειν νικῶντας. εἰκότως οὖν ἡ πυγμὴ προῆγε[*](em. W: προσῆγε), δευτέραν δʼ εἶχεν ἡ πάλη τάξιν, καὶ τελευταίαν ὁ δρόμος· ὅτι πυγμὴ μέν ἐστι μίμημα πληγῆς καὶ φυλακῆς, πάλη δὲ συμπλοκῆς καὶ ὠθισμοῦ, δρόμῳ δὲ μελετῶσι φεύγειν καὶ διώκειν.
- φίλιπποι καὶ κερουλκοί,
- σὺν σάκει δὲ κωδωνοκρότῳ παλαισταί·
Σώκλαρος ἑστιῶν ἡμᾶς ἐν κήποις ὑπὸ τοῦ Κηφισοῦ ποταμοῦ περιρρεομένοις ἐπεδείκνυτο δένδρα παντοδαπῶς πεποικιλμένα τοῖς λεγομένοις
ἐνοφθαλμισμοῖς[*](ἐνόφθαλμις sic Vd ἐν ὀφθάλμοις R)· καὶ γὰρ ἐκ σχίνων ἐλαίας ἀναβλαστανούσας ἑωρῶμεν καὶ ῥοιὰς ἐκ μυρρίνης· ἦσαν δὲ καὶ δρύες ἀπίους ἀγαθὰς ἐκφέρουσαι καὶ πλάτανοι μηλεῶν δεδεγμέναι καὶ συκαῖ μορεῶν[*](μηλεῶν - μορεῶν *: μηλέων - μορέων) ἐμβολάδας, ἄλλαι τε μίξεις φυτῶν κεκρατημένων ἄχρι καρπογονίας. οἱ μὲν οὖν ἄλλοι πρὸς τὸν Σώκλαρον ἔπαιζον, ὡς τῶν ποιητικῶν σφιγγῶν καὶ χιμαιρῶν τερατωδέστερα γένη καὶ θρέμματα βόσκοντα· Κράτων δὲ προὔβαλεν ἡμῖν διαπορῆσαι περὶ τῆς αἰτίας, διʼ ἣν μόνα τῶν φυτῶν τὰ, ἐλαιώδη δέχεσθαι τὰς τοιαύτας ἐπιμιξίας οὐ πέφυκεν· οὔτε γὰρ κῶνον οὔτε κυπάριττον ἢ πίτυν ἢ πεύκην ἐκτρέφουσάν τι τῶν ἑτερογενῶν ὁρᾶσθαι.