Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ῥηθέντων δὲ τούτων καὶ τὸν Φιλῖνον ἡμῶν ἐπαινεσάντων, αὖθις ὁ Λυσίμαχος ἔφη ποῖον οὖν φαίη τις ἂν τῶν ἀγωνισμάτων γεγονέναι πρῶτον ἢ τὸ στάδιον, ὥσπερ Ὀλυμπίασιν ---[*](pars disputationis excidisse vid. quare lacunae signa dedit Duebnerus) ἐνταῦθα δὲ παρʼ ἡμῖν καθʼ ἕκαστον ἄθλημα τοὺς ἀγωνιζομένους εἰσάγουσιν ἐπὶ παισὶ παλαισταῖς ἄνδρας παλαιστὰς καὶ πύκτας ἐπὶ πύκταις ὁμοίως καὶ παγκρατιαστάς· ἐκεῖ δʼ, ὅταν οἱ παῖδες διαγωνίσωνται, τότε τοὺς ἄνδρας καλοῦσι. σκόπει δὲ μὴ[*](ʼσʼκόπει δὲ μὴ est Timonis continuantis orationem suam, cuius prior pars cum antecedentibus periit' W) μᾶλλονἔφη τὴν κατὰ χρόνον τάξιν Ὅμηρος ἀποδείκνυσι· πρῶτον γὰρ ἀεὶ πυγμὴ παρʼ αὐτῷ, δεύτερον πάλη, καὶ τελευταῖον ὁ δρόμος τῶν γυμνικῶν ἀεὶ τέτακται

θαυμάσας οὖν Μενεκράτης ὁ Θεσσαλὸς ὦ Ἡράκλεις εἶπεν ὅσα λανθάνει ἡμᾶς· εἰ δέ τινα τῶν ἐπῶν ἐστί σοι πρόχειρα, μὴ φθονήσῃς ἀναμνῆσαι. καὶ ὁ Τίμων ἀλλʼ ὅτι μέν εἶπεν αἱ Πατρόκλου ταφαὶ ταύτην ἔχουσι τῶν ἀγωνισμάτων τὴν τάξιν, ἅπασιν ὡς ἔπος εἰπεῖν ἔναυλόν ἐστι. διατηρῶν δὲ τὴν τάξιν ὁμαλῶς ὁ ποιητὴς τὸν μὲν Ἀχιλλέα λέγοντα τῷ Νέστορι πεποίηκε
  1. δίδωμι δέ σοι[*](σοι] τοι Homerus) τόδʼ ἄεθλον[*](Hom. Ψ 620)
  2. αὔτως[*](αὔτως)· ιδεμ οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις,
  3. οὐδὲ τʼ ἀκοντιστὺν ἐνδύσεαι[*](ἐσδύσεαι idem) οὐδὲ πόδεσσι
  4. θεύσεαι·
τὸν δὲ πρεσβύτην ἐν τῷ ἀποκρίνεσθαι παραδολεσχοῦντα γεροντικῶς, ὅτι
  1. πὺξ μὲν ἐνίκησα Κλυτομήδεα, Οἴνοπος[*](Ἠνοπος Homerus) υἱόν,
  2. [*](ib. 634)
  3. Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον,
  4. Ἴφικλον δὲ πόδεσσι παρέδραμον·
αὖθις δὲ τὸν μὲν Ὀδυσσέα τοὺς Φαίακας προκαλούμενον
ἢ πύξ ἠὲ πάλῃ ἢ καὶ ποσίν,
[*](id. θ 206) τὸν δʼ Ἀλκίνουν ὑποτιμώμενον
  1. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  2. [*](ib. 246)
  3. ἀλλὰ ποσὶ κραιπνοῖς[*](κραιπνῶς Homerus) θέομεν·
ὡς οὐ κατὰ τύχην ἐκ τοῦ παρισταμένου τῇ τάξει χρώμενος ἄλλοτʼ ἄλλως, ἀλλὰ τοῖς εἰθισμένοις τότε
καὶ δρωμένοις κατὰ νόμον ἐπακολουθῶν ἐδρᾶτο δʼ οὕτως, τὴν παλαιὰν ἔτι τάξιν αὐτῶν διαφυλαττόντων.