Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐν Ἐλευσῖνι μετὰ τὰ μυστήρια τῆς πανηγύρεως ἀκμαζούσης, εἱστιώμεθα παρὰ Γλαυκίᾳ τῷ ῥήτορι. πεπαυμένων δὲ δειπνεῖν τῶν ἄλλων, Ξενοκλῆς ὁ Δελφὸς[*](Δελφὸς W: ἀδελφὸς) ὥσπερ εἰώθει τὸν ἀδελφὸν ἡμῶν Λαμπρίαν εἰς ἀδδηφαγίαν Βοιώτιον ἐπέσκωπτεν. ἐγὼ δʼ ἀμυνόμενος ὑπὲρ[*](ὑπὲρ] om. mei) αὐτοῦ τὸν Ξενοκλέα τοῖς Ἐπικούρου λόγοις χρώμενον οὐ γὰρ ἅπαντες εἶπον ὦ βέλτιστε, ποιοῦνται τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν[*](τὴν τοῦ ἀλγ. ὑπεξαίρεσιν] vid. Usener. p. 72 Sent. III) ὅρον ἡδονῆς καὶ πέρας· Λαμπρίᾳ δὲ καὶ ἀνάγκη, πρὸ τοῦ κήπου κυδαίνοντι τὸν περίπατον καὶ τὸ Λύκειον ἔργῳ μαρτυρεῖν Ἀρἰστοτέλει[*](Ἀριστοτέλει] Fragm. 231)· φησι γὰρ ὁ ἀνὴρ βρωτικώτατον ἕκαστον αὐτὸν αὑτοῦ περὶ τὸ φθινόπωρον εἶναι, καὶ τὴν αἰτίαν ἐπείρηκεν ἐγὼ δʼ οὐ μνημονεύωβέλτιον εἶπεν ὁ Γλαυκίας
αὐτοὶ γὰρ ἐπιχειρήσομεν ζητεῖν, ὅταν παυσώμεθα δειπνοῦντες. ὡς οὖν ἀφῃρέθησαν[*](malim ἀπήρθησαν aut ἐπήρθησαν) αἱ τράπεζαι, γλαυκίας μὲν καὶ Ξενοκλῆς ᾐτιάσαντο τὴν ὀπώραν διαφόρως, ὁ μὲν ὡς[*](ὡς Leonicus: εἰς) τὴν κοιλίαν ὑπεξάγουσαν καὶ τῷ κενοῦσθαι τὸ σῶμα νεαρὰς ὀρέξεις ἀεὶ παρασκευάζουσαν· ὁ δὲ Ξενοκλῆς ἔλεγεν εὔστομόν τι καὶ δηκτικὸν[*](δηκτικὸν] δηκτὸν mei) ἔχοντα τῶν ὡραίων τὰ πλεῖστα τὸν στόμαχον ἐπὶ τὴν βρῶσιν ἐκκαλεῖσθαι παντὸς μᾶλλον ὄψου καὶ ἡδύσματος· καὶ γὰρ τοῖς ἀποσίτοις τῶν ἀρρώστων ὀπώρας τι προσενεχθὲν ἀναλαμβάνει τὴν ὄρεξιν. ὁ δὲ Λαμπρίας εἶπεν, ὅτι τὸ οἰκεῖον καὶ τὸ σύμφυτον θερμὸν ἡμῶν, ᾧ τρέφεσθαι πεφύκαμεν, ἐν μὲν τῷ θέρει διέσπαρται καὶ γέγονεν ἀσθενέστερον καὶ μανόν, ἐν δὲ τῷ φθίνοντι καιρῷ συναγείρεται πάλιν καὶ ἰσχύει, κατακρυπτόμενον ἐντὸς διὰ τὴν περίψυξιν καὶ τὴν πύκνωσιν τοῦ σώματος. ἐγὼ δʼ ὑπὲρ τοῦ μὴ δοκεῖν ἀσύμβολος τοῦ λόγου μετασχεῖν εἶπον, ὅτι τοῦ θέρους διψητικώτεροι γιγνόμεθα καὶ πλείονι χρώμεθα τῷ ὑγρῷ διὰ τὸ καῦμα· νῦν οὖν ἡ φύσις ἐν τῇ μεταβολῇ ζητοῦσα τοὐναντίον, ὥσπερ εἴωθε, πεινητικωτέρους ποιεῖ, καὶ τὴν ξηρὰν τροφὴν τῇ κράσει τοῦ σώματος· ἀνταποδίδωσιν. οὐ μὴν οὐδὲ τὰ σιτία φήσαι τις ἂν αἰτίας ἀμοιρεῖν παντάπασιν, ἀλλʼ ἐκ νέων καὶ προσφάτων γενόμενα[*](malim γιγνόμενα) καρπῶν οὐ μόνον μάζας καὶ ὄσπρια καὶ ἄρτους καὶ πυροὺς, ἀλλὰ[*](ἀλλὰ X) καὶ κρέα ζῴων εὐωχουμένων τὰ ἐπέτεια τοῖς τε χυμοῖς διαφέρειν[*](em. Basileensis: διαφέρει) τῶν παλαιῶν καὶ μᾶλλον ἐπάγεσθαι τοὺς χρωμένους καὶ ἀπολαύοντας.ἐξ ἐνυπνίου[*](ἐξυπνίου vel ξυπνίου mei) τινὸς ἀπειχόμην[*](ἀπειχόμην Turnebus: ἀπε 2-3 Vd 5 E μην) ᾠῶν πολὺν ἡδο[*](lac. 2-3 Vd 5 E. Fort. πολὺν ἤδ[η χρόνον ἡδ]ονῆς) παρὰ τοῦτο[*](παρὰ τοῦτο] defendi potest. προὔργου R) ποιούμενος[*](ποιούμενοι mei), ἐν καθάπερ ἐν Καρὶ[*](ἐν Καρὶ διάπειραν W: ἐν καρδίᾳ πεῖραν Cf. Kock. 1 p. 17) διάπειραν λαβεῖν τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης· ὑπόνοιαν μέντοι παρέσχον, ἑστιῶντος ἡμᾶς Σοσσίου Σενεκίωνος, ἐνέχεσθαι δόγμασιν Ὀρφικοῖς ἢ Πυθαγορικοῖς, καὶ τὸ ᾠόν, ὥσπερ ἔνιοι καρδίαν καὶ ἐγκέφαλον, ἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι· καὶ προὔφερεν Ἀλέξανδρος ὁ Ἐπικούρειος ἐπὶ γέλωτι τὸ
ἶσόν τοι κυάμους ἔσθειν[*](ἐσθίειν (ἑστίειν E) mei. Cf. Callimach. ed. Schn. p. 786) κεφαλάς τε τοκήωνὡς δὴ κυάμους τὰ ᾠὰ διὰ τὴν κύησιν αἰνιττομένων τῶν ἀνδρῶν, διαφέρειν δὲ μηδὲν οἰομένων τὸ ἐσθίειν ᾠὰ τοῦ χρῆσθαι τοῖς τίκτουσι τὰ ᾠὰ ζῴοις. ἐγίγνετο δὴ τὸ τῆς αἰτίας ἀπολόγημα τῆς αἰτίας αὐτῆς ἀλογώτερον, Ἐπικουρείῳ λέγειν ἐνύπνιον. ὅθεν οὐ παρῃτούμην τὴν δόξαν ἅμα προσπαίζων τι τῷ Ἀλεξάνδρῳ καὶ γὰρ ἦν χαρίεις καὶ φιλόλογος[*](em. Basileensis: φιλολόγος) ἐπιεικῶς.