Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἔτι τοίνυν οἱ τὰ χρηστὰ τῶν πραγμάτων τοῖς λοιδορουμένοις ὀνόμασι μετὰ παιδιᾶς καλοῦντες, ἂν ἐμμελῶς ποιῶσιν, αὐτῶν μᾶλλον εὐφραίνουσι τῶν ἀπʼ εὐθείας ἐπαινούντων. καὶ γὰρ δάκνουσι μᾶλλον οἱ διὰ τῶν εὐφήμων ὀνειδίζοντες, ὡς οἱ τοὺς πονηροὺς Ἀριστείδας καὶ τοὺς δειλοὺς Ἀχιλλεῖς καλοῦντες, καὶ ὁ[*](καὶ ὁ] ὃ καὶ mei) τοῦ Σοφοκλέους Οἰδίπους[*](post Οἰδίπους lac. est 6-7 Vd 10 E. Fort. suppl. λέγων ʼταύτης cett.)---
ταύτης Κρέων ὁ πιστὸς οὑξ ἀρχῆς[*](ἀρχῆς X: 6 Vd 7 E χης) φίλος.ἀντίστροφον οὖν ἔοικε γένος εἰρωνείας εἶναι[*](εἰρωνείας εἶναι *: εἶναι εἰρωνείας) τὸ περὶ τοὺς ἐπαίνους· ᾧ καὶ Σωκράτης ἐχρήσατο, τοῦ Ἀντισθένους τὸ φιλοποιὸν καὶ συναγωγὸν ἀνθρώπων εἰς εὔνοιαν μαστροπείαν καὶ συναγωγίαν[*](καὶ συναγωγίαν] del. W) καὶ προαγωγείαν[*](προαγωγείαν idem e Xen. Symp. 4, 52: ἀγωγίαν Ceterum post ὀνομάσας magna est lac. 46 Vd 53 E. Fort. excidit locus quidam Xenophonteus) ὀνομάσας. --- Κράτητα δὲ τὸν φιλόσοφον, εἰς πᾶσαν οἰκίαν εἰσιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης δεχομένων, θυρεπανοίκτην ἐκάλουν.
ποιεῖ δʼ εὔχαρι σκῶμμα καὶ μέμψις ἐμφαίνουσα χάριν, ὡς Διογένης περὶ Ἀντισθένους ἔλεγεν
οὐ γὰρ ἂν ὁμοίως πιθανὸς ἦν λέγων ὅς με σοφὸν καὶ αὐτάρκη[*](malim καὐτάρκη) καὶ μακάριον ἐποίησε καὶ ὁ Λάκων ἄκαπνα ξύλα τῷ γυμνασιάρχῳ παρασχόντι προσποιούμενος ἐγκαλεῖν, ἔλεγε διʼ ὃν οὐδʼ ἀποδακρῦσαι γέγονεν ἡμῖν[*](ἐν ἡμῖν mei). καὶ ὁ[*](καὶ ὁ Madvigius: καὶ) τὸν δειπνίζοντα καθʼ ἡμέραν ἀνδραποδιστὴν καλῶν καὶ τύραννον, διʼ ὃν ἐτῶν τοσούτων οὐχ ἑώρακε τὴν ἑαυτοῦ τράπεζαν. καὶ ὁ λέγων ὑπὸ τοῦ βασιλέως ἐπιβεβουλευμένος ἀφῃρῆσθαι τὴν σχολὴν καὶ τὸν ὕπνον, πλούσιος γεγονὼς ἐκ πένητος. καὶ εἴ τις ἀντιστρέψας αἰτιῷτο τοὺς Αἰσχύλου Καβείρους
ὄξους σπανίζειν δῶμα[*](Nauck. p. 32) ποιήσαντας, ὥσπερ αὐτοὶ παίζοντες ἠπείλησαν[*](post ἠπείλησαν reponendum locum de Epaminonda p. 633 e censet W). ἅπτεται γὰρ ταῦτα μᾶλλον ἔχοντα δριμυτέραν χάριν, ὥστε μὴ προσίστασθαι μηδὲ λυπεῖν τοὺς ἐπαινουμένους.
δεῖ δὲ τὸν ἐμμελῶς σκώμματι χρησόμενον εἰδέναι καὶ νοσήματος διαφορὰν πρὸς ἐπιτήδευμα, λέγω δὲ φιλαργυρίας καὶ φιλονεικίας πρὸς φιλομουσίαν καὶ φιλοθηρίαν· ἐπʼ ἐκείνοις μὲν γὰρ ἄχθονται σκωπτόμενοι, πρὸς ταῦτα δʼ ἡδέως ἔχουσιν.
οὐκ ἀηδῶς γοῦν Δημοσθένης ὁ Μιτυληναῖος, φιλῳδοῦ τινος καὶ φιλοκιθαριστοῦ θύραν κόψας, ὑπακούσαντος αὐτοῦ καὶ κελεύσαντος εἰσελθεῖν ἂν πρῶτον ἔφη τὴν κιθάραν δήσῃς. ἀηδῶς δʼ ὁ τοῦ Λυσιμάχου[*](em. Basileensis: λυσίου) παράσιτος, ἐμβαλόντος αὐτοῦ σκορπίον ξύλινον εἰς τὸ ἱμάτιον, ἐκταραχθεὶς καὶ ἀναπηδήσας, ὡς ᾔσθετο τὴν παιδιάν, κἀγώ σε φησὶν ἐκφοβῆσαι βούλομαι, ὦ βασιλεῦ· δός μοι τάλαντον.