Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἤδη δὲ καὶ τὸ τῶν παρόντων σκεπτέον· ἃ γὰρ ἐν φίλοις καὶ συνήθεσιν ἀκούοντες γελῶσι, ταῦτα δυσχεραίνουσιν, ἂν λέγηται πρὸς αὐτοὺς τῆς γαμετῆς παρούσης ἢ τοῦ πατρὸς ἢ τοῦ καθηγητοῦ, πλὴν ἂν μή τι κεχαρισμένον τῶν λεγομένων[*](τὸ λεγόμενον idem) ἐκείνοις· οἷον ἄν τις[*](τις X: 2 Vd 6 E) σκώπτηται τοῦ φιλοσόφου παρόντος εἰς ἀνυποδησίαν ἢ νυκτογραφίαν, ἢ τοῦ πατρὸς ἀκούοντος εἰς μικρολογίαν, ἢ τῆς γυναικὸς παρούσης[*](παρούσης] om. mei) εἰς τὸ ἀνέραστον ἑτέρων ἐκείνης δὲ δοῦλον καὶ θεραπευτικόν, ὡς ὁ Τιγράνης[*](Τιγράνης] Cyrop. 3, 1, 43) ὑπὸ τοῦ Κύρου τί δʼ, ἂν σʼ ἡ γυνὴ σκευοφοροῦντα ἀκούσῃ;ἀλλʼ οὐκ ἀκούσεταιεἶπεν ὄψεται δʼ αὐτὴ παροῦσα.
ποιεῖ δʼ ἀλυπότερα τὰ σκώμματα καὶ τὸ κοινωνεῖν ἁμωσγέπως τοὺς λέγοντας· ὅταν[*](ὅταν] οἶον ὅταν R) εἰς πενίαν λέγῃ[*](λέγῃ] scr. vid. ψέγῃ sed cf. p. 632 b) πένης ἢ δυσγενὴς εἰς δυσγένειαν ἢ ἐρῶν εἰς ἔρωτα[*](ἔρωτα R: ἐρῶντα)· δοκεῖ δʼ οὐχ ὕβρει παιδιᾷ δέ τινι γίγνεσθαι μᾶλλον ὑπὸ τῶν ὁμοίων εἰ δὲ μή, παροξύνει καὶ λυπεῖ. τὸν γοῦν ἀπελεύθερον τοῦ βασιλέως νεόπλουτον ὄντα φορτικῶς δὲ καὶ σοβαρῶς ἐπιπολάζοντα τοῖς συνδειπνοῦσι φιλοσόφοις, καί τέλος ἐρωτῶντα πῶς ἔκ τε τῶν λευκῶν καὶ τῶν μελάνων κυάμων ὁμοίως χλωρὸν γίγνεται τὸ ἔτνος, ἀντερωτήσας ὁ Ἀριδίκης[*](Ἀριδίκης] cf. Athen. p. 420 d), πῶς ἐκ[*](ἐκ] ἕκ τε?) τῶν[*](καὶ τῶν?) λευκῶν καὶ μελάνων ἱμάντων φοινικοῖ γίγνονται μώλωπες, ἐποίησεν ἀναστῆναι[*](ἐξαναστῆναι Herwerdenus) περίλυπον γενόμενον. ὁ δὲ Ταρσεὺς Ἀμφίας ἐκ κηπουροῦ δοκῶν γεγονέναι, σκώψας δὲ τὸν φίλον τοῦ ἡγεμόνος εἰς δυσγένειαν εἶθʼ ὑπολαβὼν εὐθὺς ἀλλὰ καὶ ἡμεῖς ἐκ τῶν αὐτῶν σπερμάτων γεγόναμεν γέλωτʼ ἐποίησε. κομψῶς δὲ καὶ τοῦ Φιλίππου τὴν ὀψιμαθίαν ἅμα καὶ περιεργίαν ὁ ψάλτης ἐπέσχεν οἰομένου γὰρ αὐτὸν ἐξελέγχειν τοῦ Φιλίππου περὶ[*](περὶ] διαφερομένου περὶ? cf. p. 334c) κρουμάτων καὶ ἁρμονιῶν μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνʼ ἐμοῦ σὺ ταῦτʼ εἰδῇς βέλτιον σκώπτειν γὰρ ἑαυτὸν δοκῶν, ἐκεῖνον ἀλύπως ἐνουθέτησε. διὸ καὶ τῶν κωμικῶν ἔνιοι τὴν πικρίαν ἀφαιρεῖν δοκοῦσι τῷ σκώπτειν ἑαυτούς, ὡς Ἀριστοφάνης εἰς τὴν φαλακρότητα[*](φαλακρότητα] Pac. 767. 771) καὶ
τὴν Ἀγάθωνος ἀπόλειψιν[*](ἀπόλειψιν *: 4-5 Vd 7 E λιψιν Respicitur ad Arist. Ran. 83: ΗΡ. Ἀγάθων δὲ ποῦ ʼστιν; ΔΙ. ἀπολιπών μʼ ἀποίχεται)· Κρατῖνος δὲ τὴν πυτίνην εἰς τὴν φιλοινίαν[*](εἰς τὴν φιλοινίαν W: 4-5 Vd P nulla in E) ἐδίδαξεν.οὐχ ἥκιστα δὲ δεῖ[*](δεῖ] om. mei) προσέχειν καὶ φυλάττειν, ὅπως ἐκ τοῦ παρατυχόντος ἔσται τὸ σκῶμμα πρὸς τινας ἐρωτήσεις αὐτόθεν ἢ παιδιὰς γιγνόμενον, ἀλλὰ μὴ πόρρωθεν οἷον ἐκ παρασκευῆς ἐπεισόδιον. ὡς γὰρ ὀργὰς καὶ μάχας τὰς ἐκ τῶν συμποσίων πραότερον φέρουσιν, ἐὰν δʼ ἐπελθών τις ἔξωθεν λοιδορῆται καὶ ταράττῃ, τοῦτον ἐχθρὸν ἡγοῦνται καὶ μισοῦσιν οὕτω μέτεστι συγγνώμης σκώμματι καὶ παρρησίας, ἂν ἐκ τῶν παρόντων ἔχῃ τὴν γένεσιν, ἀφελῶς καὶ ἀπλάστως φυόμενον· ἂν δʼ μὴ πρὸς λόγον ἀλλʼ ἔξωθεν[*](ἔξωθεν *: ἐξ ὧν), ἐπιβουλῇ καὶ ὕβρει προσέοικεν· οἷον τὸ Τιμαγένους πρὸς τὸν ἄνδρα τῆς ἐμετικῆς[*](ἐμετικῆς Iannotius: γαμετικῆς)
κακῶν γὰρ ἄρχεις[*](γὰρ ἄρχεις] κατάρχεις Athenaeus p. 616 c) τήνδε μοῦσαν εἰσάγων·[*](Nauck. p. 914) καὶ πρὸς Ἀθηνόδωρον τὸν φιλόσοφον, εἰ φυσικὴ[*](φυσικὴ Anonymus: μουσικὴ) ἡ πρὸς τὰ ἔκγονα[*](ἔκγονα Turnebus) φιλοστοργία ἡ γὰρ ἀκαιρία καὶ[*](καὶ] καὶ τὸ?) τὸ μὴ πρὸς[*](πρὸς τᾶς (ut legatur προστὰς) φιλοστοργίας Benselerus, sed cf. p. 493 a sq. 962 a. Iocus apparebit scribendo vel legendo ἡ πρὸς τὰ ἔκγονʼ ἀφιλοστοργία) λόγον ὕβριν ἐμφαίνει καὶ δυσμένειαν. οὗτοι μὲν οὖν κατὰ Πλάτωνα[*](Πλάτωνα] Legg. p. 717 d) κουφοτάτου πράγματος, λόγων, βαρυτάτην ζημίαν ἔτισαν· οἱ δὲ τὸν καιρὸν εἰδότες καὶ φυλάττοντες αὐτῷ τῷ Πλάτωνι[*](Πλάτωνι] fort. in Legg. p. 654 b sqq.) μαρτυροῦσιν, ὅτι τοῦ πεπαιδευμένου καλῶς ἔργον ἐστὶ τὸ παίζειν ἐμμελῶς καὶ κεχαρισμένως.
ἐν Ἐλευσῖνι μετὰ τὰ μυστήρια τῆς πανηγύρεως ἀκμαζούσης, εἱστιώμεθα παρὰ Γλαυκίᾳ τῷ ῥήτορι. πεπαυμένων δὲ δειπνεῖν τῶν ἄλλων, Ξενοκλῆς ὁ Δελφὸς[*](Δελφὸς W: ἀδελφὸς) ὥσπερ εἰώθει τὸν ἀδελφὸν ἡμῶν Λαμπρίαν εἰς ἀδδηφαγίαν Βοιώτιον ἐπέσκωπτεν. ἐγὼ δʼ ἀμυνόμενος ὑπὲρ[*](ὑπὲρ] om. mei) αὐτοῦ τὸν Ξενοκλέα τοῖς Ἐπικούρου λόγοις χρώμενον οὐ γὰρ ἅπαντες εἶπον ὦ βέλτιστε, ποιοῦνται τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν[*](τὴν τοῦ ἀλγ. ὑπεξαίρεσιν] vid. Usener. p. 72 Sent. III) ὅρον ἡδονῆς καὶ πέρας· Λαμπρίᾳ δὲ καὶ ἀνάγκη, πρὸ τοῦ κήπου κυδαίνοντι τὸν περίπατον καὶ τὸ Λύκειον ἔργῳ μαρτυρεῖν Ἀρἰστοτέλει[*](Ἀριστοτέλει] Fragm. 231)· φησι γὰρ ὁ ἀνὴρ βρωτικώτατον ἕκαστον αὐτὸν αὑτοῦ περὶ τὸ φθινόπωρον εἶναι, καὶ τὴν αἰτίαν ἐπείρηκεν ἐγὼ δʼ οὐ μνημονεύωβέλτιον εἶπεν ὁ Γλαυκίας
αὐτοὶ γὰρ ἐπιχειρήσομεν ζητεῖν, ὅταν παυσώμεθα δειπνοῦντες. ὡς οὖν ἀφῃρέθησαν[*](malim ἀπήρθησαν aut ἐπήρθησαν) αἱ τράπεζαι, γλαυκίας μὲν καὶ Ξενοκλῆς ᾐτιάσαντο τὴν ὀπώραν διαφόρως, ὁ μὲν ὡς[*](ὡς Leonicus: εἰς) τὴν κοιλίαν ὑπεξάγουσαν καὶ τῷ κενοῦσθαι τὸ σῶμα νεαρὰς ὀρέξεις ἀεὶ παρασκευάζουσαν· ὁ δὲ Ξενοκλῆς ἔλεγεν εὔστομόν τι καὶ δηκτικὸν[*](δηκτικὸν] δηκτὸν mei) ἔχοντα τῶν ὡραίων τὰ πλεῖστα τὸν στόμαχον ἐπὶ τὴν βρῶσιν ἐκκαλεῖσθαι παντὸς μᾶλλον ὄψου καὶ ἡδύσματος· καὶ γὰρ τοῖς ἀποσίτοις τῶν ἀρρώστων ὀπώρας τι προσενεχθὲν ἀναλαμβάνει τὴν ὄρεξιν. ὁ δὲ Λαμπρίας εἶπεν, ὅτι τὸ οἰκεῖον καὶ τὸ σύμφυτον θερμὸν ἡμῶν, ᾧ τρέφεσθαι πεφύκαμεν, ἐν μὲν τῷ θέρει διέσπαρται καὶ γέγονεν ἀσθενέστερον καὶ μανόν, ἐν δὲ τῷ φθίνοντι καιρῷ συναγείρεται πάλιν καὶ ἰσχύει, κατακρυπτόμενον ἐντὸς διὰ τὴν περίψυξιν καὶ τὴν πύκνωσιν τοῦ σώματος. ἐγὼ δʼ ὑπὲρ τοῦ μὴ δοκεῖν ἀσύμβολος τοῦ λόγου μετασχεῖν εἶπον, ὅτι τοῦ θέρους διψητικώτεροι γιγνόμεθα καὶ πλείονι χρώμεθα τῷ ὑγρῷ διὰ τὸ καῦμα· νῦν οὖν ἡ φύσις ἐν τῇ μεταβολῇ ζητοῦσα τοὐναντίον, ὥσπερ εἴωθε, πεινητικωτέρους ποιεῖ, καὶ τὴν ξηρὰν τροφὴν τῇ κράσει τοῦ σώματος· ἀνταποδίδωσιν. οὐ μὴν οὐδὲ τὰ σιτία φήσαι τις ἂν αἰτίας ἀμοιρεῖν παντάπασιν, ἀλλʼ ἐκ νέων καὶ προσφάτων γενόμενα[*](malim γιγνόμενα) καρπῶν οὐ μόνον μάζας καὶ ὄσπρια καὶ ἄρτους καὶ πυροὺς, ἀλλὰ[*](ἀλλὰ X) καὶ κρέα ζῴων εὐωχουμένων τὰ ἐπέτεια τοῖς τε χυμοῖς διαφέρειν[*](em. Basileensis: διαφέρει) τῶν παλαιῶν καὶ μᾶλλον ἐπάγεσθαι τοὺς χρωμένους καὶ ἀπολαύοντας.ἐξ ἐνυπνίου[*](ἐξυπνίου vel ξυπνίου mei) τινὸς ἀπειχόμην[*](ἀπειχόμην Turnebus: ἀπε 2-3 Vd 5 E μην) ᾠῶν πολὺν ἡδο[*](lac. 2-3 Vd 5 E. Fort. πολὺν ἤδ[η χρόνον ἡδ]ονῆς) παρὰ τοῦτο[*](παρὰ τοῦτο] defendi potest. προὔργου R) ποιούμενος[*](ποιούμενοι mei), ἐν καθάπερ ἐν Καρὶ[*](ἐν Καρὶ διάπειραν W: ἐν καρδίᾳ πεῖραν Cf. Kock. 1 p. 17) διάπειραν λαβεῖν τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης· ὑπόνοιαν μέντοι παρέσχον, ἑστιῶντος ἡμᾶς Σοσσίου Σενεκίωνος, ἐνέχεσθαι δόγμασιν Ὀρφικοῖς ἢ Πυθαγορικοῖς, καὶ τὸ ᾠόν, ὥσπερ ἔνιοι καρδίαν καὶ ἐγκέφαλον, ἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι· καὶ προὔφερεν Ἀλέξανδρος ὁ Ἐπικούρειος ἐπὶ γέλωτι τὸ
ἶσόν τοι κυάμους ἔσθειν[*](ἐσθίειν (ἑστίειν E) mei. Cf. Callimach. ed. Schn. p. 786) κεφαλάς τε τοκήωνὡς δὴ κυάμους τὰ ᾠὰ διὰ τὴν κύησιν αἰνιττομένων τῶν ἀνδρῶν, διαφέρειν δὲ μηδὲν οἰομένων τὸ ἐσθίειν ᾠὰ τοῦ χρῆσθαι τοῖς τίκτουσι τὰ ᾠὰ ζῴοις. ἐγίγνετο δὴ τὸ τῆς αἰτίας ἀπολόγημα τῆς αἰτίας αὐτῆς ἀλογώτερον, Ἐπικουρείῳ λέγειν ἐνύπνιον. ὅθεν οὐ παρῃτούμην τὴν δόξαν ἅμα προσπαίζων τι τῷ Ἀλεξάνδρῳ καὶ γὰρ ἦν χαρίεις καὶ φιλόλογος[*](em. Basileensis: φιλολόγος) ἐπιεικῶς.
ἐκ δὲ τούτου τὸ ἄπορον καὶ πολλὰ πράγματα τοῖς ζητητικοῖς παρέχον εἰς μέσον εἷλκε πρόβλημα περὶ τοῦ ᾠοῦ καὶ τῆς ὄρνιθος, ὁπότερον γένοιτο πρότερον αὐτῶν. καὶ Σύλλας μὲν ὁ ἑταῖρος εἰπὼν ὅτι μικρῷ προβλήματι καθάπερ ὀργάνῳ μέγα καὶ βαρὺ σαλεύομεν τὸ περὶ τῆς τοῦ κόσμου[*](τῆς τοῦ κόσμου W: τοῦ κόσμου τῆς libri. τοῦ κόσμου καὶ τῆς Doehnerus) γενέσεως, ἀπηγόρευσε. τοῦ δʼ Ἀλεξάνδρου τῆς ζητήσεως ὡς μηδὲν προσφυὲς φερούσης καταγελάσαντος, ὁ γαμβρὸς ἡμῶν Φίρμος ἐμοὶ τοίνυν ἔφη χρῆσον ἐν τῷ παρόντι τὰς ἀτόμους[*](em. R: τοῖς ἀτόμοις). εἰ γὰρ τὰ μικρὰ δεῖ στοιχεῖα τῶν μεγάλων ἀρχὰς ὑποτίθεσθαι, πρῶτον[*](πρότερον R) εἰκὸς ἐστι τὸ ᾠὸν γεγονέναι τῆς ὄρνιθος· ἔστι γὰρ καὶ ἁπλοῦν, ὡς ἐν αἰσθητοῖς· ποικίλον δὲ καὶ μεμιγμένον μᾶλλον ἡ ὄρνις. καθόλου δʼ ἡ μὲν ἀρχὴ πρῶτον ἀρχὴ δὲ τὸ σπέρμα, τὸ δʼ ᾠὸν σπέρματος; μὲν πλέον ζῴου δὲ μικρότερον. ὡς γὰρ ἡ προκοπὴ μέσον εὐφυΐας εἶναι δοκεῖ καὶ ἀρετῆς, οὕτω τὸ ᾠὸν προκοπὴ τίς ἐστι τῆς φύσεως ἐπὶ τὸ ἔμψυχον ἀπὸ τοῦ σπέρματος πορευομένης. ἔτι δʼ, ὥσπερ ἐν τῷ ζῴῳ πρῶτα γίγνεσθαι λέγουσιν ἀρτηρίας καὶ
φλέβας, οὕτω λόγον ἔχει καὶ τοῦ ζῴου τὸ ᾠὸν γεγονέναι πρῶτον, ὡς περιέχον ἐμπεριεχομένου[*](em. Turnebus: ἐν περιεχομένῳ). καὶ γὰρ αἱ τέχναι πρῶτον ἀτύπωτα καὶ ἄμορφα πλάττουσιν, εἶθʼ ὕστερον ἕκαστα τοῖς εἴδεσι διαρθροῦσιν ᾕ[*](ᾕ] ἢ mei) Πολύκλειτος ὁ πλάστης εἶπε χαλεπώτατον εἶναι τοὔργον[*](*: τὸ ἔργον), ὅταν ἐν ὄνυχι ὁ πηλὸς γένηται. διὸ καὶ τῇ φύσει τὸ πρῶτον εἰκός ἐστιν ἀτρέμα κινούσῃ τὴν ὕλην ἀργοτέραν[*](ἀγρότερον R) ὑπακούειν, τύπους ἀμόρφους καὶ ἀορίστους ἐκφέρουσαν ὥσπερ τὰ ᾠά· μορφουμένων δὲ τούτων καὶ διαχαρασσομένων, ὕστερον ἐνδημιουργεῖσθαι[*](ἐκδημιουργεῖσθαι idem) τὸ ζῷον. ὡς δὲ κάμπη γίγνεται τὸ πρῶτον, εἶτʼ ἐκπαγεῖσα διὰ ξηρότητα καὶ περιρραγεῖσα ἕτερον[*](ἕτερον] ἔντομον W. ἕτερόν τι Doehnerus πτερωτὸν ἐξ αὑτῆς?) πτερωθὲν διʼ αὑτῆς τὴν καλουμένην ψυχὴν[*](ψυχὴν] νύμφην Leonicus) μεθίησι, τὸν αὐτὸν τρόπον ἐνταῦθα προϋφίσταται τὸ ᾠὸν οἷον ὕλη τῆς γενέσεως. ἀνάγκη γὰρ ἐν πάσῃ μεταβολῇ πρότερον εἶναι τοῦ μεταβάλλοντος τὸ[*](τὸ M) ἐξ οὗ μετέβαλε. σκόπει δʼ ὅτι σκνῖπες ἐν δένδρῳ καὶ τερηδόνες ἐμφύονται ξύλῳ κατὰ σῆψιν ὑγρότητος ἢ πέψιν· ὧν οὐδεὶς ἂν ἀξιώσειεν μὴ προϋποκεῖσθαι μηδὲ πρεσβύτερον εἶναι φύσει τὸ γεννῶν. ἡ γὰρ ὕλη λόγον ἔχει πρὸς τὰ γιγνόμενα μητρὸς ὥς φησι Πλάτων[*](Πλάτων] Tim. p. 52d) καὶ τιθήνης ὕλη δὲ πᾶν, ἐξ οὗ σύστασιν ἔχει τὸ γεννώμενον τὸ δʼ ἐπὶ τούτοις ἔφη γελάσαςἀείσω ξυνετοῖσι[*](cf. p. 391 d) τὸν Ὀρφικὸν καὶ ἱερὸν λόγον, ὃς οὐκ ὄρνιθος μόνον τὸ ᾠὸν ἀποφαίνει πρεσβύτερον, ἀλλὰ καὶ συλλαβὼν ἅπασαν αὐτῷ τὴν ἁπάντων ὁμοῦ πρεσβυγένειαν ἀνατίθησι. καὶ τἄλλα μὲν εὔστομα κείσθω καθʼ Ἡρόδοτον[*](Ἡρόδοτον] 2, 171)· ἔστι γὰρ μυστικώτερα· ζῴων δὲ πολλὰς φύσεις τοῦ κόσμου περιέχοντος, οὐδὲν ὡς εἰπεῖν γένος ἄμοιρόν ἐστι τῆς ἐξ ᾠοῦ γενέσεως· ἀλλὰ καὶ πτηνὰ γεννᾷ καὶ νηκτὰ μυρία καὶ χερσαῖα, σαύρας, καὶ ἀμφίβια[*](ἀμφίβια Basileensis: ἀμφίβια καὶ mei), κροκοδείλους, καὶ δίποδα, τὸν ὄρνιν, καὶ ἄποδα, τὸν ὄφιν, καὶ πολύποδα, τὸν ἀττέλεβον[*](malim ἀττέλαβον hic et infra)· ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ὡς μίμημα τοῦ τὰ πάντα γεννῶντος καὶ περιέχοντος ἐν ἑαυτῷ συγκαθωσίωται.
ταῦτα τοῦ Φίρμου διεξιόντος, ὁ Σενεκίων ἔφη τὴν τελευταίαν τῶν εἰκόνων αὐτῷ πρώτην ἀντιπίπτειν. ἔλαθες γάρ εἶπεν ὦ Φίρμε, τὸν κόσμον ἀντὶ τῆς παροιμιακῆς θύρας ἐπὶ σεαυτὸν[*](ib. σαυτὸν?) ἀνοίξας·[*](cf. p. 1108d. Leutsch. 1 p. 114) ὁ γὰρ κόσμος προϋφέστηκε πάντων τελειότατος ὤν· καὶ λόγον ἔχει τοῦ ἀτελοῦς φύσει πρότερον εἶναι τὸ τέλειον, ὡς τοῦ πεπηρωμένου τὸ ὁλόκληρον καὶ τοῦ μέρους τὸ ὅλον· οὐδὲ[*](οὐδὲν mei) γὰρ ἔχει λόγον εἶναι μέρος οὗ μέρος; ἐστὶ μὴ γεγονότος. ὅθεν οὐθεὶς λέγει τοῦ σπέρματος εἶναι τὸν ἄνθρωπον οὐδὲ τοῦ ᾠοῦ τὴν ἀλεκτορίδα, τῆς δʼ ἀλεκτορίδος τὸ ᾠὸν εἶναι καὶ τὸ σπέρμα τοῦ ἀνθρώπου λέγομεν, ὡς τούτων ἐπιγιγνομένων ἐκείνοις καὶ τὴν γένεσιν ἐν
ἐκείνοις λαμβανόντων εἶθʼ ὥσπερ ὄφλημα τῇ φύσει τὴν γένεσιν ἀποδιδόντων. ἐνδεᾶ γάρ ἐστι, τοῦ οἰκείου· διὸ καὶ βούλεσθαι ποιεῖν πέφυκεν ἄλλο τοιοῦτον, οἷον ἦν ἐξ οὗ ἀπεκρίθη. καὶ τὸν σπερματικὸν λόγον ὁρίζονται γόνον ἐνδεᾶ γενέσεως· ἐνδεὲς δʼ οὐδέν ἐστι τοῦ μὴ γενομένου μηδʼ ὄντος· τὰ δʼ ᾠὰ καὶ παντάπασι βλέπεται τὴν φύσιν ἔχοντα τῆς ἔν τινι ζῴῳ πήξεως καὶ συστάσεως ὀργάνων τε τοιούτων καὶ ἀγγείων δεομένην[*](δεομένης R). ὅθεν οὐδʼ ἱστόρηται γηγενὲς ᾠόν· ἀλλὰ καὶ τὸ· Τυνδάρειον οἱ ποιηταὶ λέγουσιν οὐρανοπετὲς ἀναφανῆναι[*](em. Vulcobius: ἀναφῆναι). ζῷα δʼ αὐτοτελῆ καὶ ὁλόκληρα μέχρι νῦν ἀναδίδωσιν ἡ γῆ, μῦς ἐν Αἰγύπτῳ πολλαχοῦ δʼ ὄφεις καὶ βατράχους καὶ τέττιγας, ἀρχῆς ἔξωθεν ἑτέρας καὶ δυνάμεως ἐγγενομένης. ἐν δὲ Σικελίᾳ περὶ τὸν δουλικὸν πόλεμον, αἵματος πολλοῦ καὶ νεκρῶν ἀτάφων ἐν τῇ γῇ κατασαπέντων, πλῆθος ἀττελέβων ἐξήνθησε καὶ τὸν σῖτον ἔφθειρον πανταχοῦ σκεδασθέντες ἐπὶ τὴν νῆσον. ταῦτα τοίνυν ἐκ γῆς φύεται καὶ τρέφεται καὶ τροφῆς περίσσωμα[*](em. Basileensis: περὶ σῶμα) ποιεῖ γόνιμον, ᾧ καθʼ ἡδονὰς πρὸς ἄλληλα τρέπεται, καὶ συνδυαζόμενα τῇ μίξει τὰ μὲν ᾠοτοκεῖν τὰ δὲ ζῳοτοκεῖν πέφυκε. καὶ τούτῳ μάλιστα δῆλόν ἐστιν, ὅτι τὴν πρώτην γένεσιν ἐκ γῆς λαβόντα καθʼ ἕτερον τρόπον ἤδη καὶ· διʼ ἀλλήλων ποιεῖται τὰς τεκνώσεις. καθόλου δʼ ὅμοιόν ἐστι τῷ λέγειν, πρὸ τῆς γυναικὸς ἡ μήτρα γέγονεν· ὡς γὰρ ἡ μήτρα πρὸς τὸ ᾠόν[*](πρὸς τὸ ᾠόν] πρὸς τὸ ἔμβρυον R. πρὸς τὸ ζῷον Doehnerus. πρὸς τὸ ᾠ in rasura habet Vd), οὕτω πάλιν τὸ ᾠὸν πρὸς τὸν νεοσσὸν πέφυκε, κυόμενον ἐν αὐτῷ καὶ λοχευόμενον ὥστε μηδὲν διαφέρειν τὸν διαποροῦντα, πῶς ὄρνιθες ἐγένοντο μὴ γενομένων ᾠῶν, τοῦ πυνθανομένου, πῶς ἄνδρες ἐγένοντο καὶ γυναῖκες πρὶν αἰδοῖα γενέσθαι καὶ μήτρας. καίτοι τῶν μερῶν τὰ πλεῖστα συνυφίσταται τοῖς ὅλοις, αἱ δὲ δυνάμεις ἐπιγίνονται τοῖς μέρεσιν αἱ δʼ ἐνέργειαι ταῖς δυνάμεσι, τὰ δʼ ἀποτελέσματα ταῖς ἐνεργείαις· ἀποτέλεσμα δὲ τῆς γεννητικῆς τῶν μορίων δυνάμεως τὸ σπέρμα καὶ τὸ ᾠόν· ὥστε τῆς τῶν ὅλων καθυστερεῖν γενέσεως. σκόπει δὲ μή, καθάπερ οὐ δυνατόν ἐστι πέψιν τροφῆς εἶναι πρὶν ἢ γενέσθαι ζῷον, οὕτως οὐδʼ ᾠὸν οὐδὲ σπέρμα· καὶ γὰρ ταῦτα πέψεσί τισι καὶ μεταβολαῖς ἐπιγενέσθαι ἔοικεν· καὶ οὐχ οἷόν τε, πρὶν ἢ γενέσθαι ζῷον, ἔχειν ζῴου τροφῆς περίττωμα τὴν φύσιν. οὐ μὴν ἀλλὰ τὸ σπέρμα μὲν ἁμωσγέπως[*](em. X: ἄλλως γέ πως) ἀρχῆς τινος ἀντιποιεῖται, τὸ δʼ ᾠὸν οὔτʼ ἀρχῆς ἔχει λόγον, οὐ γὰρ ὑφίσταται πρῶτον· οὔθʼ ὅλου φύσιν, ἀτελὲς γάρ ἐστιν. ὅθεν ἀρχῆς μὲν ἄνευ γεγονέναι ζῷον οὐ λέγομεν, ἀρχὴν δʼ εἶναι ζῳογονίας, ὑφʼ ἧς πρῶτον ἡ ὕλη μετέβαλε, δυνάμεως κρᾶσίν τινα καὶ μῖξιν ἐνεργασαμένης γόνιμον· τὸ δʼ ᾠὸν ἐπιγέννημα[*](em. Vulcobius: ἐπιγένημα) εἶναι, καθάπερ τὸ αἷμα καὶ τὸ γάλα, τοῦ ζῴου μετὰ τροφὴν καὶ πέψιν· οὐ γὰρ ὦπται συνιστάμενον ᾠὸν ἐκ τῆς ἰλύος, ἀλλʼ ἐν μόνῳ ζῴῳ τοῦτο τὴν σύστασιν ἔχει καὶ γένεσιν· ζῷα δὲ καθʼ αὑτὰ μυρία συνίσταται. καὶ τί δεῖ λέγειν τἄλλα; πολλῶν γὰρ ἐγχέλεων ἁλισκομένων, οὐδεὶς ἑώρακεν οὔτε θορὸν οὔτʼ ᾠὸν ἔγχελυν ἔχουσαν· ἀλλὰ κἂν τὸ ὕδωρ τις ἐξαρύσῃ καὶ τὴν ἰλὺν ἀναξύσῃ πᾶσαν, εἰς τὸν τόπον ὕδατος συρρυέντος ἐγχέλεις ζῳογονοῦνται. δεῖ οὖν ὕστερον[*](δεῖ οὖν ὕστερον] scr. vid. ἵστερον οὖν ἀνάγκη) ἀνάγκῃ γεγονέναι τὸ θατέρου δεόμενον πρὸς γένεσιν· δὲ καὶ νῦν θατέρου χωρὶς ἄλλως ὑπάρχει συνίστασθαι, τοῦτο προτερεῖν τῇ ἀρχῇ τῆς γενέσεως. περὶ ἐκείνης γὰρ ἔστι τῆς πρώτης ὁ λόγος· ἐπεὶ νῦν γε καὶ νεοττιὰς συντίθησι τὰ πτηνὰ πρὸ τῆς ᾠοτοκίας, καὶ σπάργανα παρασκευάζουσιν[*](προπαρασκευάζουσιν Doehnerus coll. Xen. Memor. 2, 2, 5) αἱ γυναῖκες· ἀλλʼ οὐκ ἂν εἴποις καὶ νεοττιὰν ᾠοῦ γεγονέναι πρότερον καὶ σπάργανα παίδων. οὐ γὰρ γῆ φησὶν ὁ Πλάτων[*](Πλάτων] Menex. 238 a)γυναῖκα, γῆν δὲ γυνὴ μιμεῖται[*](μεμίμηται Plato) καὶ τῶν ἄλλων θηλέων[*](θηλέων * θήλεων) ἕκαστον. διὸ πρώτην[*](διὸ τὴν πρώτην R) γένεσιν εἰκός ἐστιν ἐκ γῆς τελειότητι καὶ ῥώμῃ[*](καιρῶ μὴ τοῦ mei) τοῦ γεννῶντος αὐτοτελῆ καὶ ἀπροσδεᾶ[*](ἀπροσδεᾶ *: ἀπροσδεῆ) γενέσθαι, τοιούτων ὀργάνων καὶ στεγασμάτων καὶ ἀγγείων μὴ δεομένην[*](μὴ δεομένην] del. R), ἃ νῦν[*](ἃ νῦν] ἂν οὖν mei) ἡ φύσις ἐν τοῖς τίκτουσιν ἐργάζεται καὶ μηχανᾶται διʼ ἀσθένειαν.Σωσικλέα τὸν Κορωνῆθεν, Πυθίοις νενικηκότα ποιητάς, εἱστιῶμεν τὰ ἐπινίκια. τοῦ δὲ γυμνικοῦ ἀγῶνος ἐγγὺς ὄντος, ὁ πλεῖστος ἦν λόγος περὶ τῶν παλαιστῶν πολλοὶ γὰρ ἐτύγχανον ἀφιγμένοι καὶ ἔνδοξοι. παρὼν οὖν ὁ Λυσίμαχος, εἷς τῶν Ἀμφικτυόνων[*](em. R: ἀρχαιοτέραν) ἐπιμελητής, ἔναγχος ἔφη γραμματικοῦ τινος ἀκοῦσαι τὴν πάλην ἀρχαιοτάτην ἀθλημάτων πάντων ἀποφαίνοντος, ὡς καὶ τοὔνομα μαρτυρεῖν ἐπιεικῶς γὰρ ἀπολαύειν τὰ νεώτερα πράγματα κειμένων ἐν τοῖς παλαιοτέροις ὀνομάτων· ὥς που καὶ τὸν αὐλὸν ἡρμόσθαι λέγουσι καὶ κρούματα τὰ[*](τὰ W) αὐλήματα καλοῦσιν, ἀπὸ τῆς λύρας λαμβάνοντες τὰς προσηγορίας. τὸν, οὖν[*](οὖν] γοῦν?) τόπον, ἐν ᾧ γυμνάζονται πάντες οἱ ἀθληταί, παλαίστραν[*](malim καὶ παλαίστραν) καλοῦσι, τῆς πάλης τοὔνομα κτησαμένης τὸ πρῶτον· εἶτα καὶ τοῖς αὖθις ἐφευρεθεῖσιν ἐμπαρασχεῖν[*](ἐμπαρασχούσης Anomymus. παρασχεῖν W). τοῦτʼ ἔφην ἐγὼ τὸ μαρτύριον οὐκ ἰσχυρὸν εἶναι· κεκλῆσθαι γὰρ ἀπὸ τῆς πάλης τὴν παλαίστραν[*](em. Basileensis: τῆς παλαιστρας), οὐχ ὅτι πρεσβύτατόν ἐστι τῶν ἄλλων, ἀλλʼ ὅτι μόνον τῶν τῆς ἀγωνίας εἰδῶν
πηλοῦ καὶ κονίστρας καὶ κηρώματος τυγχάνει δεόμενον· οὔτε γὰρ δρόμον οὔτε πυγμὴν ἐν παλαίστραις διαπονοῦσιν, ἀλλὰ πάλης[*](πάλην W) καὶ παγκρατίου τὸ περὶ τὰς κυλίσεις ὅτι γὰρ μέμικται τὸ παγκράτιον ἔκ τε πυγμῆς καὶ πάλης, δῆλόν ἐστιν. ἄλλως δὲ πῶς[*](em. Basileensis: πως) ἔφην λόγον ἔχει τεχνικώτατον καὶ πανουργότατον τῶν ἀθλημάτων τὴν πάλην οὖσαν ἅμα καὶ πρεσβύτατον εἶναι; τὸ γὰρ ἁπλοῦν καὶ ἄτεχνον καὶ βίᾳ μᾶλλον ἢ μεθόδῳ περαινόμενον αἱ χρεῖαι πρῶτον ἐκφέρουσιν ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Σωσικλῆς ὀρθῶς ἔφη λέγεις, καὶ συμβάλλομαί σοι πίστιν ἀπὸ τοῦ ὀνόματος· ἡ γὰρ πάλη μοι δοκεῖ τῷ παλεύειν[*](em. Basileensis: παλαίειν), ὅπερ ἐστὶ δολοῦν[*](δολοῦν *: δόλου) καὶ καταβάλλειν διʼ ἀπάτης κεκλῆσθαι καὶ ὁ Φιλῖνος[*](φίλινος mei hic et infra)ἐμοὶ δʼ εἶπεν ἀπὸ τῆς παλαιστῆς[*](τῆς παλαιστῆς Turnebus: τοῦ παλαιστοῦ)· τούτῳ γὰρ μάλιστα τῷ μέρει τοῖν χεροῖν ἐνεργοῦσιν οἱ παλαίοντες, ὥσπερ οἱ πυκτεύοντες αὖ πάλιν τῇ πυγμῇ· διὸ κἀκεῖνο πυγμὴ καὶ τοῦτο πάλη προσηγόρευται τοὔργον[*](τοὔργον *: τὸ ἔργον). οὐ μὴν ἀλλὰ καὶ τὸ συμπάσαι τῶν ποιητῶν καὶ καταπάσαι παλῦναιλεγόντων, ᾧ μάλιστα χρωμένους τοὺς παλαιστὰς ὁρῶμεν, ἔστι καὶ ταύτῃ προσάγειν τὴν ἐτυμότητα τοῦ ὀνόματος. σκόπει δ̓ ἔτι εἶπε μὴ τοῖς μὲν δρομεῦσιν ἔργον ἐστὶν ὅτι πλεῖστον ἀπολιπεῖν καὶ πορρωτάτω διαστῆναι, τοὺς δὲ πύκτας οὐδὲ πάνυ βουλομένους ἐῶσιν οἱ βραβευταὶ συμπλέκεσθαι· μόνους δὲ τοὺς παλαιστὰς ὁρῶμεν ἀλλήλους ἀγκαλιζομένους καὶ περιλαμβάνοντας· καὶ τὰ πλεῖστα τῶν ἀγωνισμάτων, ἐμβολαί, παρεμβολαί, συστάσεις, παραθέσεις, συνάγουσιν αὐτοὺς καὶ ἀναμιγνύουσιν ἀλλήλοις. διὸ τῷ πλησιάζειν μάλιστα καὶ γίγνεσθαι πέλας οὐκ ἄδηλόν ἐστι τὴν πάλην ὠνομάσθαι.ῥηθέντων δὲ τούτων καὶ τὸν Φιλῖνον ἡμῶν ἐπαινεσάντων, αὖθις ὁ Λυσίμαχος ἔφη ποῖον οὖν φαίη τις ἂν τῶν ἀγωνισμάτων γεγονέναι πρῶτον ἢ τὸ στάδιον, ὥσπερ Ὀλυμπίασιν ---[*](pars disputationis excidisse vid. quare lacunae signa dedit Duebnerus) ἐνταῦθα δὲ παρʼ ἡμῖν καθʼ ἕκαστον ἄθλημα τοὺς ἀγωνιζομένους εἰσάγουσιν ἐπὶ παισὶ παλαισταῖς ἄνδρας παλαιστὰς καὶ πύκτας ἐπὶ πύκταις ὁμοίως καὶ παγκρατιαστάς· ἐκεῖ δʼ, ὅταν οἱ παῖδες διαγωνίσωνται, τότε τοὺς ἄνδρας καλοῦσι. σκόπει δὲ μὴ[*](ʼσʼκόπει δὲ μὴ est Timonis continuantis orationem suam, cuius prior pars cum antecedentibus periit' W) μᾶλλονἔφη τὴν κατὰ χρόνον τάξιν Ὅμηρος ἀποδείκνυσι· πρῶτον γὰρ ἀεὶ πυγμὴ παρʼ αὐτῷ, δεύτερον πάλη, καὶ τελευταῖον ὁ δρόμος τῶν γυμνικῶν ἀεὶ τέτακται
θαυμάσας οὖν Μενεκράτης ὁ Θεσσαλὸς ὦ Ἡράκλεις εἶπεν ὅσα λανθάνει ἡμᾶς· εἰ δέ τινα τῶν ἐπῶν ἐστί σοι πρόχειρα, μὴ φθονήσῃς ἀναμνῆσαι. καὶ ὁ Τίμων ἀλλʼ ὅτι μέν εἶπεν αἱ Πατρόκλου ταφαὶ ταύτην ἔχουσι τῶν ἀγωνισμάτων τὴν τάξιν, ἅπασιν ὡς ἔπος εἰπεῖν ἔναυλόν ἐστι. διατηρῶν δὲ τὴν τάξιν ὁμαλῶς ὁ ποιητὴς τὸν μὲν Ἀχιλλέα λέγοντα τῷ Νέστορι πεποίηκετὸν δὲ πρεσβύτην ἐν τῷ ἀποκρίνεσθαι παραδολεσχοῦντα γεροντικῶς, ὅτι
αὖθις δὲ τὸν μὲν Ὀδυσσέα τοὺς Φαίακας προκαλούμενον
ἢ πύξ ἠὲ πάλῃ ἢ καὶ ποσίν,[*](id. θ 206) τὸν δʼ Ἀλκίνουν ὑποτιμώμενον
ὡς οὐ κατὰ τύχην ἐκ τοῦ παρισταμένου τῇ τάξει χρώμενος ἄλλοτʼ ἄλλως, ἀλλὰ τοῖς εἰθισμένοις τότε καὶ δρωμένοις κατὰ νόμον ἐπακολουθῶν ἐδρᾶτο δʼ οὕτως, τὴν παλαιὰν ἔτι τάξιν αὐτῶν διαφυλαττόντων.